§6.6Ὁ δ’ ἀετὸς ᾠὰ μὲν τίκτει τρία, ἐκλέπει δὲ τούτων τὰ δύο, ὥσπερ ἐστὶ καὶ ἐν τοῖς Μουσαίου λεγομένοις ἔπεσιν,
Ὃς τρία μὲν τίκτει, δύο ἐκλέπει, ἓν δ’ ἀλεγίζει.
ワシは3個の卵を産むが、それらのうち2個を孵化させる。 それは、ムサイオスの作とされる詩篇の中にある通りである。 「三つを産み、二つを孵し、一つを顧みない。
Ὡς μὲν οὖν τὰ πολλὰ οὕτω συμβαίνει, ἤδη δὲ καὶ τρεῖς νεοττοὶ ὠμμένοι εἰσίν.
」だから、たいていはこのように起こるが、すでに3羽の雛が見られたこともある。
Ἐκβάλλει δ’ αὐξανομένων τὸν ἕτερον τῶν νεοττῶν ἀχθόμενος τῇ ἐδωδῇ.
しかし雛たちが成長すると、ワシは食物を与えるのを負担に感じて、雛のうち一方を追い出してしまう。
Ἅμα δὲ καὶ λέγεται ἐν τῷ χρόνῳ τούτῳ ἄπαστος γίνεσθαι, ὅπως μὴ ἁρπάζῃ τοὺς τῶν θηρίων σκύμνους·
同時にまた、この時期には、野生動物の幼獣をさらってこないように、ワシは何も食べなくなると言われている。
οἵ τε οὖν ὄνυχες αὐτοῦ διαστρέφονται ὀλίγας ἡμέρας, καὶ τὰ πτερὰ λευκαίνεται, ὥστε καὶ τοῖς τέκνοις τότε γίνονται χαλεποί.
そのため、数日の間ワシの爪は曲がり、羽毛は白くなり、その結果、その時期には自分たちの子に対しても容赦なくなる。
Τὸν δ’ ἐκβληθέντα δέχεται καὶ ἐκτρέφει ἡ φήνη.
追い出された雛は、ヒゲワシが受け入れて育てる。
Ἐπῳάζει δὲ περὶ τριάκονθ’ ἡμέρας.
抱卵は約30日間である。
Καὶ τῶν ἄλλων δὲ τοῖς μεγάλοις ὁ χρόνος τοσοῦτός ἐστι τῆς ἐπῳάσεως, οἷον χηνὶ καὶ ὠτίδι·
他の大きな鳥たち、たとえばガチョウやノガンにおいても、抱卵の期間はこのくらいである。
τοῖς δὲ μέσοις περὶ εἴκοσιν, οἷον ἰκτίνῳ καὶ ἱέρακι.
そして中型の鳥たち、たとえばトビやタカにおいては約20日である。
Τίκτει δὲ ὁ ἰκτῖνος τὰ μὲν πλεῖστα δύο, ἐνίοτε δὲ καὶ τρεῖς ἐξάγει νεοττούς·
トビはたいてい2羽、時には3羽の雛を育てる。
ὁ δ’ αἰτώλιος καλούμενος ἔστιν ὅτε καὶ τέτταρας.
また、「アイトーリオス」と呼ばれるトビは、時には4羽育てることもある。
Τίκτει δὲ καὶ ὁ κόραξ οὐ μόνον δύο, ὥσπερ φασί τινες, ἀλλὰ καὶ πλείω·
また、カラスも、一部の人々が言うように2個だけを産むのではなく、それ以上を産む。
ἐπῳάζει δὲ περὶ εἴκοσιν ἡμέρας καὶ ἐκβάλλει τοὺς νεοττοὺς ὁ κόραξ.
そしてカラスは約20日間抱卵し、それから雛を追い出す。
Ποιεῖ δὲ καὶ ἄλλα τῶν ὀρνέων τὸ αὐτὸ τοῦτο·
他の鳥たちもこれと全く同じことをする。
πολλάκις γάρ, ὅσα πλείω τίκτει, ἕνα ἐκβάλλουσιν.
というのも、多くの卵を産む鳥は、しばしば1羽を追い出すからである。
Οὐ πάντα δὲ τὰ τῶν ἀετῶν γένη ὅμοια περὶ τὰ τέκνα, ἀλλ’ ὁ πύγαργος χαλεπός, οἱ δὲ μέλανες εὔτεκνοι περὶ τὴν τροφήν εἰσιν, ἐπεὶ πάντες γε ὡς εἰπεῖν οἱ γαμψώνυχες, ὅτε θᾶττον οἱ νεοττοὶ δύνανται πέτεσθαι, ἐκβάλλουσι τύπτοντες ἐκ τῆς νεοττιᾶς.
ワシのすべての種類が子供に対して同じというわけではなく、「ピュガルゴス」は獰猛であるが、黒いワシは餌やりに関して子煩悩である。 とはいえ、鉤爪を持つ鳥はみな、言ってみれば、雛が飛べるようになるやいなや、突ついて巣から追い出してしまうのである。
Καὶ τῶν ἄλλων δέ, ὥσπερ εἴρηται, σχεδὸν οἱ πλεῖστοι τοῦτο δρῶσι καὶ θρέψαντες οὐδεμίαν ἐπιμέλειαν ποιοῦνται τὸ λοιπόν, πλὴν κορώνης·
そして他の鳥たちも、すでに述べたように、ほぼ大部分がこれを行い、育て上げた後は、もはや何の世話もしない。 ただしカラスは例外で、これはしばらくの間世話をする。
αὕτη δ’ ἐπί τινα χρόνον ἐπιμελεῖται· καὶ γὰρ ἤδη πετομένων σιτίζει παραπετομένη.
というのも、雛がすでに飛んでいる時でも、傍らを飛びながら餌を与えるからである。
§6.7Ὁ δὲ κόκκυξ λέγεται μὲν ὑπό τινων ὡς μεταβάλλει ἐξ ἱέρακος, διὰ τὸ ἀφανίζεσθαι τὸν ἱέρακα περὶ τοῦτον τὸν χρόνον, ᾧ ὅμοιός ἐστιν·
カッコウは、一部の人々によって、タカから変身すると言われている。 それは、カッコウが似ているタカが、この時期に姿を消すからである。
σχεδὸν δὲ καὶ τοὺς ἄλλους ἱέρακας οὐκ ἔστιν ἰδεῖν, ὅτε θᾶττον φθέγγεται ὁ κόκκυξ, πλὴν ὀλίγας ἡμέρας.
そして、カッコウが鳴き始めるやいなや、他のタカたちも、わずか数日を除いて、ほとんど見られなくなる。
Ὁ δὲ κόκκυξ φαίνεται ἐπ’ ὀλίγον χρόνον τοῦ θέρους, τὸν δὲ χειμῶνα ἀφανίζεται.
カッコウは夏の短い期間だけ姿を現し、冬には姿を消す。
Ἔστι δ’ ὁ μὲν ἱέραξ γαμψώνυχος, ὁ δὲ κόκκυξ οὐ γαμψώνυχος.
タカは鉤爪を持つが、カッコウは鉤爪を持たない。
Ἔτι δὲ οὐδὲ τὰ περὶ τὴν κεφαλὴν ἔοικεν ἱέρακι, ἀλλ’ ἄμφω ταῦτα περιστερᾷ μᾶλλον·
さらに、頭部に関してもタカには似ておらず、むしろこれら両方の点においてハトに似ている。
ἀλλ’ ἢ κατὰ τὸ χρῶμα μόνον προσέοικεν ἱέρακι, πλὴν τοῦ μὲν ἱέρακος τὰ ποικίλα οἷον γραμμαί εἰσι, τοῦ δὲ κόκκυγος οἷον στιγμαί.
ただ色合いにおいてのみタカに似ているが、タカの斑紋は線のようであるのに対し、カッコウの斑紋は点のようである。
Τὸ μέντοι μέγεθος καὶ ἡ πτῆσις παραπλησία τῷ ἐλαχίστῳ τῶν ἱεράκων, ὃς κατὰ τὸν χρόνον τοῦτον ἀφανής ἐστιν ὡς ἐπὶ τὸ πολὺ ὃν φαίνεται ὁ κόκκυξ, ἐπεὶ ἤδη γε ὠμμένοι εἰσὶν ἄμφω.
しかしながら、その大きさと飛び方は最も小さなタカに非常に近く、このタカはカッコウが現れる時期にはたいてい姿を消している。 もっとも、これら両方が同時に見られたこともある。
Καὶ κατεσθιόμενος δ’ ὦπται κόκκυξ ὑπὸ ἱέρακος·
また、カッコウがタカに食べられているところも目撃されている。
καίτοι οὐθὲν ποιεῖ τοῦτο τῶν ὁμογενῶν ὀρνέων.
しかし、同種の鳥でこのようなことをするものは他にいない。
Νεοττοὺς δὲ κόκκυγος λέγουσιν ὡς οὐδεὶς ἑώρακεν·
カッコウの雛に関しては、誰も見たことがないと言われている。
ὁ δὲ τίκτει μέν, ἀλλ’ οὐ ποιησάμενος νεοττιάν, ἀλλ’ ἐνίοτε μὲν ἐν τῇ τῶν ἐλαττόνων ὀρνίθων ἐντίκτει καταφαγὼν τὰ ᾠὰ τὰ ἐκείνων, μάλιστα δ’ ἐν ταῖς τῶν φαβῶν νεοττιαῖς, καταφαγὼν καὶ τὰ τούτων ᾠά.
カッコウは卵を産むが、自分で巣を作ることはせず、時には自分より小さな鳥の巣に、彼らの卵を食べてから産み付け、特にモリバトの巣において、その卵も食べてから産み付ける。
Τίκτει δ’ ὀλιγάκις μὲν δύο, τὰ δὲ πλεῖστα ἕν.
稀に2個産むこともあるが、たいていは1個である。
Ἐντίκτει δὲ καὶ τῇ τῆς ὑπολαΐδος νεοττιᾷ· ἡ δ’ ἐκπέττει καὶ ἐκτρέφει.
また、ムシクイの巣にも産み付け、この鳥が抱卵して育てる。
Γίνεται δὲ πίων καὶ ἡδύκρεως κατὰ τοῦτον τὸν καιρὸν μάλιστα.
そしてこの時期に特に脂肪が乗り、肉が美味になる。
Γίνονται δὲ καὶ τῶν ἱεράκων οἱ νεοττοὶ ἡδύκρεῳ σφόδρα καὶ πίονες.
また、タカの雛も非常に肉が美味で脂肪が乗る。
Νεοττεύει δὲ γένος τι αὐτῶν πόρρω καὶ ἐν ἀποτόμοις πέτραις.
それらのうち、ある種は遠く離れた険しい崖の上に営巣する。