§6.10#1οἱ δ’ ἰχθύες ὅτι μὲν οὐ πάντες ᾠοτοκοῦσιν, εἴρηται πρότερον.
魚類については、すべてが卵生ではないことは前に述べられた。
Τὰ μὲν γὰρ σελάχη ζῳοτοκεῖ, τὸ δὲ τῶν ἄλλων γένος ἰχθύων ᾠοτοκεῖ.
というのも、軟骨魚類は胎生であり、その他の種類の魚は卵生だからである。
Ζῳοτοκεῖ δὲ τὰ σελάχη πρότερον ᾠοτοκήσαντα ἐν αὑτοῖς, καὶ ἐκτρέφουσιν ἐν αὑτοῖς, πλὴν βατράχου.
軟骨魚類は、自身の内部でまず卵を産み、それを内部で育てることで胎生となるが、アンコウだけは例外である。
Ἔχουσι δὲ καὶ τὰς ὑστέρας, ὥσπερ ἐν τοῖς ἄνω ἐλέχθη, διαφόρους οἱ ἰχθύες·
また、前に述べられたように、魚類は子宮の形状も様々である。
τὰ μὲν γὰρ ᾠοτοκοῦντα δικρόας ἔχει καὶ κάτω, τὰ δὲ σελάχη ἀρνιθωδεστέρας.
卵生のものは二叉に分かれて下方に位置しているのに対し、軟骨魚類はより鳥類に似た子宮を持っている。
Διαφέρει δὲ τῆς τῶν ὀρνίθων ὑστέρας, ὅτι οὐ πρὸς τῷ ὑποζώματι ἐνίοις συνίσταται τὰ ᾠά, ἀλλὰ μεταξὺ κατὰ τὴν ῥάχιν, ἐκεῖθεν δ’ αὐξανόμενα μεταβαίνει.
しかし、鳥類の子宮とは異なっており、ある種のものでは卵が横隔膜の近くで形成されるのではなく、背骨に沿った中間部分で形成され、そこから成長するにつれて移動していく。
Τὸ δ’ ᾠὸν γίνεται πάντων τῶν ἰχθύων οὐ δίχρων ἀλλὰ μονόχρων, λευκότερον δ’ ἢ ὠχρότερον, καὶ πρότερον καὶ ὅταν ἐνῇ ὁ νεοττός.
すべての魚の卵は二色ではなく単色であり、初期段階でも、また中に幼生が入っているときでも、白っぽいか、あるいは黄色っぽい。
Διαφέρει δ’ ἡ γένεσις ἡ ἐκ τοῦ ᾠοῦ τοῦ τῶν ἰχθύων καὶ τῶν ὀρνίθων, ᾗ οὐκ ἔχει τὸν ἕτερον ὀμφαλὸν τείνοντα πρὸς τὸν ὑμένα τὸν ὑπὸ τὸ ὄστρακον·
魚の卵からの発生は鳥類のものと異なっており、殻の下の膜に伸びるもう一方の臍帯を持たないという点においてである。
τὸν δ’ εἰς τὸ ὠχρὸν τοῖς ὄρνισι τείνοντα πόρον, τοῦτον ἔχει τοῖν δυοῖν μόνον.
すなわち、鳥において黄身へと伸びる管を、魚はそれだけ持っているのである。
Ἡ δ’ ἄλλη γένεσις ἤδη πᾶσα ἡ αὐτὴ ἡ ἐκ τοῦ ᾠοῦ τῶν τε ὀρνίθων καὶ τῶν ἰχθύων·
それ以外の、卵からの発生プロセスは、鳥類と魚類ですべて同一である。
ἐπ’ ἄκρῳ τε γὰρ τούτου γίνεται, καὶ αἱ φλέβες ὁμοίως τείνουσιν ἐκ τῆς καρδίας πρῶτον, καὶ ἡ κεφαλὴ καὶ τὰ ὄμματα καὶ τὰ ἄνω μέγιστα ὁμοίως τὸ πρῶτον·
というのも、幼生は卵の端で発生し、血管も同様にまず心臓から伸び、頭部や眼、および上部が同様に最初は最大になるからである。
αὐξανομένου δ’ ἀεὶ ἔλαττον γίνεται τὸ ᾠόν, καὶ τέλος ἀφανίζεται καὶ εἰσδύεται ἔσω, καθάπερ ἐν τοῖς ὄρνισιν ὁ νεοττὸς καλούμενος.
そして、幼生が成長するにつれて卵は常に小さくなり、最後には消失して内部に取り込まれる。 これは鳥類において「雛」と呼ばれるものがそうなるのと同じである。
Προσπέφυκε δὲ καὶ ὁ ὀμφαλὸς μικρὸν κατώτερον τοῦ στόματος τῆς γαστρός.
また、臍帯は胃の入り口より少し下に付着している。
Ἔστι δὲ νέοις μὲν οὖσιν ὁ ὀμφαλὸς μακρός, αὐξανομένοις δ’ ἐλάττων, καὶ τέλος μικρός, ἕως ἂν εἰσέλθῃ, καθάπερ ἐλέχθη ἐπὶ τῶν ὀρνίθων.
したがって、幼生がまだ若い初期のうちは臍帯は長いが、成長するにつれて小さくなり、最後には、鳥について述べられたように、体内に入るまで、ごく小さくなる。
Περιέχεται δὲ τὸ ἔμβρυον καὶ τὸ ᾠὸν ὑμένι κοινῷ·
胚と卵は共通の膜で包まれている。
ὑπὸ δὲ τοῦτον ἄλλος ἐστὶν ὑμήν, ὃς περιέχει ἰδίᾳ τὸ ἔμβρυον·
そして、この膜の下には別の膜があり、それが胚だけを個別に包んでいる。
μεταξὺ δὲ τῶν ὑμένων ἔνεστιν ὑγρότης.
膜の間には液体が存在する。
Καὶ ἠ τροφὴ δ’ ὁμοία γίνεται τοῖς ἰχθυδίοις ἐν τῇ κοιλίᾳ ὥσπερ τοῖς τῶν ὀρνίθων νεοττοῖς, ἡ μὲν λευκὴ ἡ δ’ ὠχρά.
また、小魚の腹の中にある食物も、鳥類の雛と同様に、一方は白く、他方は黄色い、というように似たものとなっている。
Τὸ μὲν οὖν σχῆμα τῆς ὑστέρας ὡς ἔχει, ἐκ τῶν ἀνατομῶν θεωρείσθω·
さて、子宮の形状がどのようであるかは、解剖図から観察されるべきである。
διαφορὰ δ’ ἐστὶν αὐτοῖς πρὸς αὑτούς, οἷον τοῖς γαλεώδεσι καὶ πρὸς αὑτοὺς καὶ πρὸς τὰ πλατέα.
それらの間には、互いに相違があり、例えばサメ類同士の間や、またサメ類と扁平な魚類との間にも違いがある。
Ἐνίοις μὲν γὰρ ἐν τῷ μέσῳ τῆς ὑστέρας περὶ τὴν ῥάχιν προσπέφυκε τὰ ᾠά, ὥσπερ εἴρηται, οἷον τοῖς σκυλίοις· αὐξανόμενα δὲ περιέρχεται.
ある種のものでは、述べられたように、例えばツノザメなどでは、卵が子宮の中央の背骨付近に付着しており、成長するにつれて周囲に移動していく。
Οὔσης δὲ δικρόας τῆς ὑστέρας καὶ προσπεφυκυίας πρὸς τῷ ὑποζώματι, ὥσπερ καὶ τῶν ἄλλων τῶν τοιούτων, περιέρχεται εἰς ἑκάτερον τὸ μέρος.
子宮が二叉に分かれ、他の同様の生物と同様に横隔膜に付着しているため、卵はそれぞれの部分へと移動する。
Ἔχει δ’ ἡ ὑστέρα καὶ αὕτη καὶ ἡ τῶν ἄλλων τῶν γαλεοειδῶν μικρὸν προελθόντι ἀπὸ τοῦ ὑποζώματος οἷον μαστοὺς λευκούς, οἳ κυημάτων μὴ ἐνόντων οὐκ ἐγγίνονται.
この子宮も、また他のサメ類の子宮も、横隔膜から少し進んだところに、白い乳房のような突起を持っており、これらは胚が中に入っていないときには生じない。