§6.6Ὁ δ’ ἀετὸς ᾠὰ μὲν τίκτει τρία, ἐκλέπει δὲ τούτων τὰ δύο, ὥσπερ ἐστὶ καὶ ἐν τοῖς Μουσαίου λεγομένοις ἔπεσιν,
Ὃς τρία μὲν τίκτει, δύο ἐκλέπει, ἓν δ’ ἀλεγίζει.
雕产卵三个,孵出其中两个,正如在传为缪塞乌斯所作的诗句中也有: “产卵三个,孵出两个,冷落一个。
Ὡς μὲν οὖν τὰ πολλὰ οὕτω συμβαίνει, ἤδη δὲ καὶ τρεῖς νεοττοὶ ὠμμένοι εἰσίν.
” 虽然大多数情况下是这样发生的,但此前也曾有人见过三只雏鸟。
Ἐκβάλλει δ’ αὐξανομένων τὸν ἕτερον τῶν νεοττῶν ἀχθόμενος τῇ ἐδωδῇ.
然而随着幼雏长大,雄雕因厌烦喂食而将其中一只雏鸟逐出。
Ἅμα δὲ καὶ λέγεται ἐν τῷ χρόνῳ τούτῳ ἄπαστος γίνεσθαι, ὅπως μὴ ἁρπάζῃ τοὺς τῶν θηρίων σκύμνους· οἵ τε οὖν ὄνυχες αὐτοῦ διαστρέφονται ὀλίγας ἡμέρας, καὶ τὰ πτερὰ λευκαίνεται, ὥστε καὶ τοῖς τέκνοις τότε γίνονται χαλεποί.
同时,据说在这段时间里他断食,以免去捕食野兽的幼仔;因而他的爪子会弯曲几天,羽毛也变白,所以那时他们对自己的孩子也变得凶狠。
Τὸν δ’ ἐκβληθέντα δέχεται καὶ ἐκτρέφει ἡ φήνη.
而被逐出的雏鸟则由胡兀鹫接纳并抚育。
Ἐπῳάζει δὲ περὶ τριάκονθ’ ἡμέρας.
孵卵时间约为三十天。
Καὶ τῶν ἄλλων δὲ τοῖς μεγάλοις ὁ χρόνος τοσοῦτός ἐστι τῆς ἐπῳάσεως, οἷον χηνὶ καὶ ὠτίδι· τοῖς δὲ μέσοις περὶ εἴκοσιν, οἷον ἰκτίνῳ καὶ ἱέρακι.
在其他大鸟中,如鹅和鸨,孵卵的时间也是这么长;而中型鸟类,如鸢和鹰,则约为二十天。
Τίκτει δὲ ὁ ἰκτῖνος τὰ μὲν πλεῖστα δύο, ἐνίοτε δὲ καὶ τρεῖς ἐξάγει νεοττούς· ὁ δ’ αἰτώλιος καλούμενος ἔστιν ὅτε καὶ τέτταρας.
鸢大多数情况下产两个蛋,但有时也抚育出三只雏鸟;而被称为埃托利亚鸢的,有时甚至会抚育出四只。
Τίκτει δὲ καὶ ὁ κόραξ οὐ μόνον δύο, ὥσπερ φασί τινες, ἀλλὰ καὶ πλείω· ἐπῳάζει δὲ περὶ εἴκοσιν ἡμέρας καὶ ἐκβάλλει τοὺς νεοττοὺς ὁ κόραξ.
渡鸦也并不像某些人所说的那样只产两个蛋,而是产更多;渡鸦孵卵约二十天,然后将雏鸟逐出。
Ποιεῖ δὲ καὶ ἄλλα τῶν ὀρνέων τὸ αὐτὸ τοῦτο· πολλάκις γάρ, ὅσα πλείω τίκτει, ἕνα ἐκβάλλουσιν.
其他鸟类也做同样的事;因为通常那些产卵较多的鸟,常常会逐出一只雏鸟。
Οὐ πάντα δὲ τὰ τῶν ἀετῶν γένη ὅμοια περὶ τὰ τέκνα, ἀλλ’ ὁ πύγαργος χαλεπός, οἱ δὲ μέλανες εὔτεκνοι περὶ τὴν τροφήν εἰσιν, ἐπεὶ πάντες γε ὡς εἰπεῖν οἱ γαμψώνυχες, ὅτε θᾶττον οἱ νεοττοὶ δύνανται πέτεσθαι, ἐκβάλλουσι τύπτοντες ἐκ τῆς νεοττιᾶς.
并非所有种类的雕对幼鸟都一样,白尾雕很凶悍,而黑雕在喂食方面对幼鸟很温和,不过,几乎所有钩爪类猛禽在雏鸟一旦能飞时,就会连击带打地将它们赶出巢穴。
Καὶ τῶν ἄλλων δέ, ὥσπερ εἴρηται, σχεδὸν οἱ πλεῖστοι τοῦτο δρῶσι καὶ θρέψαντες οὐδεμίαν ἐπιμέλειαν ποιοῦνται τὸ λοιπόν, πλὴν κορώνης· αὕτη δ’ ἐπί τινα χρόνον ἐπιμελεῖται· καὶ γὰρ ἤδη πετομένων σιτίζει παραπετομένη.
至于其他鸟类,正如所说,几乎大多数都这样做,抚育大之后就不再给予照料,只有乌鸦除外;乌鸦会照料它们一段时间,因为在它们已经能飞的时候,它还会伴飞并喂食。
§6.7Ὁ δὲ κόκκυξ λέγεται μὲν ὑπό τινων ὡς μεταβάλλει ἐξ ἱέρακος, διὰ τὸ ἀφανίζεσθαι τὸν ἱέρακα περὶ τοῦτον τὸν χρόνον, ᾧ ὅμοιός ἐστιν· σχεδὸν δὲ καὶ τοὺς ἄλλους ἱέρακας οὐκ ἔστιν ἰδεῖν, ὅτε θᾶττον φθέγγεται ὁ κόκκυξ, πλὴν ὀλίγας ἡμέρας.
有人说杜鹃是由鹰变来的,因为杜鹃出现时,与它相似的鹰在这个时期就会消失;确实,一旦杜鹃开始啼叫,除了极少数日子外,几乎就看不见其他鹰了。
Ὁ δὲ κόκκυξ φαίνεται ἐπ’ ὀλίγον χρόνον τοῦ θέρους, τὸν δὲ χειμῶνα ἀφανίζεται.
杜鹃只在夏天出现很短的一段时间,冬天就消失了。
Ἔστι δ’ ὁ μὲν ἱέραξ γαμψώνυχος, ὁ δὲ κόκκυξ οὐ γαμψώνυχος.
然而,鹰是钩爪的,而杜鹃不是钩爪的。
Ἔτι δὲ οὐδὲ τὰ περὶ τὴν κεφαλὴν ἔοικεν ἱέρακι, ἀλλ’ ἄμφω ταῦτα περιστερᾷ μᾶλλον· ἀλλ’ ἢ κατὰ τὸ χρῶμα μόνον προσέοικεν ἱέρακι, πλὴν τοῦ μὲν ἱέρακος τὰ ποικίλα οἷον γραμμαί εἰσι, τοῦ δὲ κόκκυγος οἷον στιγμαί.
此外,连头部也不像鹰,但在爪和头这两点上它更像鸽子;只是在颜色上相似于鹰,不过,鹰的杂色花纹呈线条状,而杜鹃的花纹则呈点状。
Τὸ μέντοι μέγεθος καὶ ἡ πτῆσις παραπλησία τῷ ἐλαχίστῳ τῶν ἱεράκων, ὃς κατὰ τὸν χρόνον τοῦτον ἀφανής ἐστιν ὡς ἐπὶ τὸ πολὺ ὃν φαίνεται ὁ κόκκυξ, ἐπεὶ ἤδη γε ὠμμένοι εἰσὶν ἄμφω.
尽管如此,其大小和飞行方式却非常接近最小的一种鹰,而在杜鹃出现的时候,这种鹰大多是见不到的,虽然其实两者曾被同时看见过。
Καὶ κατεσθιόμενος δ’ ὦπται κόκκυξ ὑπὸ ἱέρακος· καίτοι οὐθὲν ποιεῖ τοῦτο τῶν ὁμογενῶν ὀρνέων.
并且也有人见过杜鹃被鹰捕食;然而同类的鸟绝不会这样做。
Νεοττοὺς δὲ κόκκυγος λέγουσιν ὡς οὐδεὶς ἑώρακεν· ὁ δὲ τίκτει μέν, ἀλλ’ οὐ ποιησάμενος νεοττιάν, ἀλλ’ ἐνίοτε μὲν ἐν τῇ τῶν ἐλαττόνων ὀρνίθων ἐντίκτει καταφαγὼν τὰ ᾠὰ τὰ ἐκείνων, μάλιστα δ’ ἐν ταῖς τῶν φαβῶν νεοττιαῖς, καταφαγὼν καὶ τὰ τούτων ᾠά.
人们说没有人见过杜鹃的雏鸟;她确实产卵,但并不自己筑巢,而是有时产在较小鸟类的巢中,吃掉它们的蛋,尤其是在林鸽的巢中,也会吃掉它们的蛋。
Τίκτει δ’ ὀλιγάκις μὲν δύο, τὰ δὲ πλεῖστα ἕν.
她极少产两个蛋,大多数情况下只产一个。
Ἐντίκτει δὲ καὶ τῇ τῆς ὑπολαΐδος νεοττιᾷ· ἡ δ’ ἐκπέττει καὶ ἐκτρέφει.
她也产在篱莺的巢里;后者会孵化并抚育它。
Γίνεται δὲ πίων καὶ ἡδύκρεως κατὰ τοῦτον τὸν καιρὸν μάλιστα.
在这个季节,它变得特别肥美,肉质甜美。
Γίνονται δὲ καὶ τῶν ἱεράκων οἱ νεοττοὶ ἡδύκρεῳ σφόδρα καὶ πίονες.
鹰的雏鸟也变得极为甜美肥胖。
Νεοττεύει δὲ γένος τι αὐτῶν πόρρω καὶ ἐν ἀποτόμοις πέτραις.
它们中的某一种在很远且陡峭的悬崖上筑巢。