§6.18#2Οἱ δ’ ἄρρενες ἵπποι διαγινώσκουσι τὰς θηλείας τὰς συννόμους ταῖς ὀσμαῖς, κἂν ὀλίγας ἡμέρας ἅμα γένωνται πρὸ τῆς ὀχείας·
雄馬は、たとえ交尾の前にわずか数日しか共にいなかったとしても、一緒に群れている雌を匂いによって識別する。
κἂν ἀναμιχθῶσιν ἀλλήλοις, ἐξελαύνουσι δάκνοντες, καὶ νέμονται χωρίς, ἕκαστοι τὰς ἑαυτῶν ἔχοντες.
そして、互いに混ざり合っても、噛みついて追い出し、それぞれ自分の雌を連れて別々に草を食む。
Διδόασι δ’ ἑκάστῳ περὶ τριάκοντα ἢ μικρῷ πλείους.
人々は1頭の雄に約30頭か、それよりわずかに多い牝馬を与える。
Ὅταν δὲ προσίῃ τις ἄρρην, συστρέψας εἰς ταὐτὸ καὶ περιδραμὼν κύκλῳ, προσελθὼν μάχεται·
別の雄が近づくと、彼は自分の牝馬を同じ場所に集め、その周りを走り回り、近づいて戦う。
κἄν τις κινῆται, δάκνει καὶ κωλύει.
また、雌のどれかが動くと、噛んでそれを阻止する。
Ὁ δὲ ταῦρος, ὅταν ὥρα τῆς ὀχείας ᾖ, τότε γίνεται σύννομος καὶ μάχεται τοῖς ἄλλοις, τὸν δὲ πρότερον χρόνον μετ’ ἀλλήλων εἰσίν, ὃ καλεῖται ἀτιμαγελεῖν·
一方、雄牛は、交尾期になると群れに加わり、他の雄と戦うが、それ以前の時期には、雄たちは互いに一緒に過ごす。 これは群れから離れて暮らすことと呼ばれる。
πολλάκις γὰρ οἵ γ’ ἐν τῇ Ἠπείρῳ οὐ φαίνονται τριῶν μηνῶν.
実際、エペイロスにいる雄牛たちは、しばしば3ヶ月間姿を見せないことがある。
Ὅλως δὲ τὰ ἄγρια πάντα ἢ τὰ πλεῖστα οὐ συννέμονται τοῖς θήλεσι πρὸ τῆς ὥρας τοῦ ὀχεύειν, ἀλλ’ ἐκκρίνονται, ὅταν εἰς ἡλικίαν ἔλθωσι, καὶ χωρὶς βόσκονται τὰ ἄρρενα τῶν θηλειῶν.
全般的に、すべての、あるいはほとんどの野生動物は、交尾期の前には雌と一緒に草を食むことはなく、適齢期に達すると分離され、雄は雌とは別々に草を食む。
Καὶ αἱ ὕες δ’ ὅταν ἔχωσι πρὸς τὴν ὀχείαν ὁρμητικῶς, ὃ καλεῖται καπρᾶν, ὠθοῦνται καὶ πρὸς τοὺς ἀνθρώπους.
また、雌豚も、交尾に対して強い衝動を持つとき、これは発情すると呼ばれるが、人間に対しても突進してくる。
Περὶ δὲ τὰς κύνας τὸ τοιοῦτον πάθος καλεῖται σκυζᾶν.
犬においては、このような状態は発情すると呼ばれる。
Ἔπαρσις μὲν οὖν τοῖς θήλεσιν ἐγγίνεται τῶν αἰδοίων, ὅταν πρὸς τὴν ὀχείαν ὀργῶσι, καὶ ὑγρασία περὶ τὸν τόπον·
さて、雌は交尾を強く求めると、生殖器の膨張が生じ、その部位の周りに湿り気が生じる。
αἱ δ’ ἵπποι καὶ ἀπορραίνουσι λευκὴν ὑγρότητα περὶ τὸν καιρὸν τοῦτον.
牝馬はこの時期に白い分泌液を散布することさえある。
Καθάρσεις δὲ γίνονται μὲν καταμηνίων, οὐ μὴν ὅσαι γε ταῖς γυναιξὶν οὐθενὶ τῶν ἄλλων ζῴων.
また、経血の排出が起こるが、他のどの動物も、人間の女性ほど多くの量にはならない。
Τοῖς μὲν οὖν προβάτοις καὶ αἰξίν, ἐπειδὰν ὥρα ᾖ ὀχεύεσθαι, ἐπισημαίνει πρὸ τοῦ ὀχεύεσθαι·
さて、羊や山羊においては、交尾期になると、交尾の前に兆候が現れる。
καὶ ἐπειδὰν ὀχευθῶσι, γίνεται τὰ σημεῖα, εἶτα διαλείπει, μέχρι οὗ ἂν μέλλωσι τίκτειν.
そして交尾が終わると、これらの兆候が現れ、その後、出産が近づくまで消失する。
Τότε δ’ ἐπισημαίνει, καὶ οὕτω γινώσκουσιν ὅτι ἐπίτοκοι οἱ ποιμένες.
そのとき再び兆候が現れ、これによって羊飼いたちは彼女らが出産間近であることを知る。
Ἐπειδὰν δὲ τέκῃ, κάθαρσις γίνεται πολλή, τὸ μὲν πρῶτον οὐ σφόδρα αἱματώδης, ὕστερον μέντοι σφόδρα.
出産すると、多量の排出物があり、最初はそれほど血の混じったものではないが、後には非常に血の混じったものになる。
Βοῒ δὲ καὶ ὄνῳ καὶ ἵππῳ πλείω μὲν τούτων διὰ τὸ μέγεθος, ἐλάττω δὲ κατὰ λόγον πολλῷ.
牛、ロバ、馬においては、体の大きさゆえにこれらよりも量は多いが、比率としてははるかに少ない。
Ἡ μὲν οὖν βοῦς ὅταν ὀργᾷ πρὸς τὴν ὀχείαν ἡ θήλεια, καθαίρεται κάθαρσιν βραχεῖαν ὅσον ἡμικοτύλιον ἢ μικρῷ πλέον·
さて、雌牛は交尾を求めるとき、半コテュレかそれよりわずかに多いくらいのわずかな分泌物を排出する。
καιρὸς δὲ γίνεται τῆς ὀχείας μάλιστα περὶ τὴν κάθαρσιν.
そして、この分泌物の排出時期こそが、最も交尾に適した時期となる。
Ἵππος δὲ τῶν τετραπόδων ἁπάντων εὐτοκώτατον καὶ λοχίων καθαρώτατον, καὶ ἐλαχίστην προΐεται αἵματος ῥύσιν, ὡς κατὰ τὸ τοῦ σώματος μέγεθος.
馬はすべての四肢動物の中で最も出産が容易であり、悪露が最もきれいで、体の大きさに比して最も少ない血液の流出しか放出しない。
Μάλιστα δὲ καὶ ταῖς βουσὶ καὶ ταῖς ἵπποις τὰ καταμήνια ἐπισημαίνει διαλείποντα δίμηνον καὶ τετράμηνον καὶ ἑξάμηνον·
特に牛や馬においては、経血の兆候が2ヶ月、4ヶ月、あるいは6ヶ月の間隔を置いて現れる。
ἀλλ’ οὐ ῥᾴδιον γνῶναι μὴ παρεπομένῳ μηδὲ συνήθει σφόδρα, διὸ ἔνιοι οὐκ οἴονται γίνεσθαι αὐτοῖς.
しかし、付き添って観察したり、極めて熟知したりしていなければ気付きにくいため、これが彼女らに起こらないと考える者もいる。
Τοῖς δ’ ὀρεῦσι τοῖς θήλεσιν οὐθὲν γίνεται καταμήνιον, ἀλλὰ τὸ οὖρον παχύτερον τὸ τῆς θηλείας.
雌のラバには経血は一切生じず、ただ雌の尿がより濃くなるだけである。
Ὅλως μὲν οὖν τὸ τῆς κύστεως περίττωμα τοῖς τετράποσι παχύτερον ἢ τὸ τῶν ἀνθρώπων, τὸ δὲ τῶν προβάτων καὶ τῶν αἰγῶν τῶν θηλειῶν παχύτερον ἔτι ἢ τὸ τῶν ἀρρένων·
全般的に、四肢動物の膀胱の排泄物は人間のものよりも濃いが、雌の羊や山羊の尿は、雄のものよりもさらに濃い。
ὄνου δὲ λεπτότερον τὸ τῶν θηλειῶν, βοὸς δὲ δριμύτερον τὸ τῆς θηλείας.
また、ロバは雌の方が薄く、牛は雌の方が刺激が強い。
Μετὰ δὲ τοὺς τόκους ἁπάντων τῶν τετραπόδων παχύτερον τὸ οὖρον γίνεται, καὶ μᾶλλον τῶν ἐλάττω προϊεμένων κάθαρσιν.
出産後は、すべての四肢動物の尿がより濃くなり、悪露の排出量がより少ない動物においてより顕著である。
Τὸ δὲ γάλα γίνεται, ὅταν ὀχεύεσθαι ἄρχωνται, πυοειδές· χρήσιμον δὲ γίνεται, ἐπειδὰν τέκωσιν ὕστερον.
そして、交尾が始まると乳は初乳のようになり、後に出産した後に有用なものとなる。
Κύοντα δὲ καὶ πρόβατα καὶ αἶγες πιότερα γίνονται καὶ ἐσθίουσι μᾶλλον·
妊娠しているときは、羊も山羊もより太り、より多く食べる。
καὶ βόες δὲ ὡσαύτως καὶ τἆλλα τὰ τετράποδα πάντα.
牛やその他のすべての四肢動物も同様である。
Ὁρμητικώτατα μὲν οὖν ὡς ἐπὶ τὸ πᾶν εἰπεῖν πρὸς τὴν ὀχείαν τὴν ἐαρινὴν ὥραν ἐστίν·
さて、一般的に言って、交尾に対して最も衝動的になるのは春の季節である。
οὐ μὴν τὰ πάντα γε ποιεῖται τὸν αὐτὸν καιρὸν τῆς ὀχείας, ἀλλὰ πρὸς τὴν ἐκτροφὴν τῶν τέκνων ἐν τοῖς καθήκουσι καιροῖς.
しかし、すべての動物が同じ時期に交尾するわけではなく、適切な時期に子を育てることができるように交尾が行われる。
Αἱ μὲν οὖν ἥμεροι ὕες κύουσι τέτταρας μῆνας, τίκτουσι δὲ τὰ πλεῖστα εἴκοσιν·
さて、飼い豚は4ヶ月間妊娠し、最大で20匹の子を産む。
πλὴν ἂν πολλὰ τέκωσιν, οὐ δύνανται ἐκτρέφειν πάντα.
ただし、多く産みすぎると、そのすべてを育てることはできない。
Γηράσκουσαι δὲ τίκτουσι μὲν ὁμοίως, ὀχεύονται δὲ βραδύτερον·
年老いると、同様に産むものの、交尾がより遅くなる。
κυΐσκονται δ’ ἐκ μιᾶς ὀχείας, ἀλλὰ πολλάκις ἐπιβιβάσκουσι διὰ τὸ ἐκβάλλειν μετὰ τὴν ὀχείαν τὴν καλουμένην ὑπό τινων καπρίαν.
彼女らは一度の交尾で妊娠するが、交尾の後に、一部の人々から発情分泌物と呼ばれるものを排出してしまうため、しばしば重ねて交配させる。
Τοῦτο μὲν οὖν συμβαίνει πάσαις, ἔνιαι δ’ ἅμα τούτῳ καὶ τὸ σπέρμα προΐενται.
これはすべての雌豚に起こることであるが、中にはこれと同時に種も排出してしまうものがいる。
Ἐν δὲ τῇ κυήσει ὃ ἂν βλαφθῇ τῶν τέκνων καὶ τῷ μεγέθει πηρωθῇ, καλεῖται μετάχοιρον·
妊娠中に、子のうち損なわれて発育不全になったものは不育仔豚と呼ばれる。
τοῦτο δὲ γίνεται ὅπου ἂν τύχῃ τῆς ὑστέρας.
これは子宮のどの場所でも生じうる。
Ὅταν δὲ γεννήσῃ, τῷ πρώτῳ τὸν πρῶτον παρέχει μαστόν.
出産すると、彼女は最初の子に最初の乳頭を与える。
Θυῶσαν δ’ οὐ δεῖ εὐθὺς βιβάζειν, πρὶν ἂν μὴ τὰ ὦτα καταβάλῃ·
発情し始めたときには、耳を垂らすようになるまでは、すぐに交配させてはならない。
εἰ δὲ μή, ἀναθυᾷ πάλιν·
さもないと、再び発情してしまう。
ἂν δ’ ὀργῶσαν βιβάσῃ, μία ὀχεία, ὥσπερ εἴρηται, ἀρκεῖ.
しかし、十分に発情しているときに交配させれば、言われたように、一度の交尾で十分である。
Συμφέρει δ’ ὀχεύοντι μὲν τῷ κάπρῳ παρέχειν κριθάς, τετοκυίᾳ δὲ τῇ ὑῒ κριθὰς ἑφθάς.
交配中の雄豚には大麦を与え、出産した雌豚には煮た大麦を与えるのが有益である。
Εἰσὶ δὲ τῶν ὑῶν αἱ μὲν εὐθὺς καλλίχοιροι μόνον, αἱ δ’ ἐπαυξανόμεναι τὰ τέκνα καὶ τὰς δέλφακας χρηστὰς γεννῶσιν.
豚の中には、最初だけ良い子を産むものもあれば、年齢を重ねるにつれて子も良くなり、優れた若い雌豚を産むものもある。
Φασὶ δέ τινες, ἐὰν τὸν ἕτερον ὀφθαλμὸν ἐκκοπῇ ἡ ὗς, ἀποθνήσκειν διὰ ταχέων ὡς ἐπὶ τὸ πολύ.
また、一部の人々は、もし雌豚が片目を失うと、大抵はすぐに死んでしまうと言っている。
Ζῶσι δ’ αἱ πλεῖσται μὲν περὶ ἔτη πεντεκαίδεκα, ἔνιαι δὲ καὶ τῶν εἴκοσιν ὀλίγον ἀπολείπουσιν.
大半のものは15年ほど生き、中には20年に少し届かないくらいまで生きるものもいる。