§6.18#2Οἱ δ’ ἄρρενες ἵπποι διαγινώσκουσι τὰς θηλείας τὰς συννόμους ταῖς ὀσμαῖς, κἂν ὀλίγας ἡμέρας ἅμα γένωνται πρὸ τῆς ὀχείας·
雄马即使在交尾前仅在一起相处了几天,也能通过气味辨认出共同群居的雌马。
κἂν ἀναμιχθῶσιν ἀλλήλοις, ἐξελαύνουσι δάκνοντες, καὶ νέμονται χωρίς, ἕκαστοι τὰς ἑαυτῶν ἔχοντες.
而且,即使它们混在一起,雄马也会通过撕咬将它们赶开,各自带着自己的雌马分开吃草。
Διδόασι δ’ ἑκάστῳ περὶ τριάκοντα ἢ μικρῷ πλείους.
人们会给每匹雄马分配大约三十匹或稍多一点的雌马。
Ὅταν δὲ προσίῃ τις ἄρρην, συστρέψας εἰς ταὐτὸ καὶ περιδραμὼν κύκλῳ, προσελθὼν μάχεται·
当另一匹雄马靠近时,它会将自己的雌马聚集在一处,并绕着它们奔跑,上前与之战斗。
κἄν τις κινῆται, δάκνει καὶ κωλύει.
如果任何一匹雌马移动,它就会撕咬并加以阻止。
Ὁ δὲ ταῦρος, ὅταν ὥρα τῆς ὀχείας ᾖ, τότε γίνεται σύννομος καὶ μάχεται τοῖς ἄλλοις, τὸν δὲ πρότερον χρόνον μετ’ ἀλλήλων εἰσίν, ὃ καλεῖται ἀτιμαγελεῖν·
而公牛在交尾季节到来时,会加入牛群并与其他公牛战斗,但在之前的时间里,它们是在一起的,这被称为脱离群处。
πολλάκις γὰρ οἵ γ’ ἐν τῇ Ἠπείρῳ οὐ φαίνονται τριῶν μηνῶν.
实际上,在伊庇鲁斯的公牛往往有三个月不出现。
Ὅλως δὲ τὰ ἄγρια πάντα ἢ τὰ πλεῖστα οὐ συννέμονται τοῖς θήλεσι πρὸ τῆς ὥρας τοῦ ὀχεύειν, ἀλλ’ ἐκκρίνονται, ὅταν εἰς ἡλικίαν ἔλθωσι, καὶ χωρὶς βόσκονται τὰ ἄρρενα τῶν θηλειῶν.
总之,所有或大多数野生动物在交尾期前不与雌性共同吃草,而是在成年后分开,雄性与雌性分开吃草。
Καὶ αἱ ὕες δ’ ὅταν ἔχωσι πρὸς τὴν ὀχείαν ὁρμητικῶς, ὃ καλεῖται καπρᾶν, ὠθοῦνται καὶ πρὸς τοὺς ἀνθρώπους.
此外,雌猪在强烈渴望交尾时(这被称为发情),甚至会向人冲过来。
Περὶ δὲ τὰς κύνας τὸ τοιοῦτον πάθος καλεῖται σκυζᾶν.
在狗身上,这种状态被称为发情。
Ἔπαρσις μὲν οὖν τοῖς θήλεσιν ἐγγίνεται τῶν αἰδοίων, ὅταν πρὸς τὴν ὀχείαν ὀργῶσι, καὶ ὑγρασία περὶ τὸν τόπον· αἱ δ’ ἵπποι καὶ ἀπορραίνουσι λευκὴν ὑγρότητα περὶ τὸν καιρὸν τοῦτον.
因此,雌性在渴望交尾时,其私处会出现红肿,且该部位周围会产生湿润;而母马在此期间甚至会排出白色的湿润分泌物。
Καθάρσεις δὲ γίνονται μὲν καταμηνίων, οὐ μὴν ὅσαι γε ταῖς γυναιξὶν οὐθενὶ τῶν ἄλλων ζῴων.
虽然会产生经血的排泄,但任何其他动物的排泄量都绝没有人类女性那么多。
Τοῖς μὲν οὖν προβάτοις καὶ αἰξίν, ἐπειδὰν ὥρα ᾖ ὀχεύεσθαι, ἐπισημαίνει πρὸ τοῦ ὀχεύεσθαι· καὶ ἐπειδὰν ὀχευθῶσι, γίνεται τὰ σημεῖα, εἶτα διαλείπει, μέχρι οὗ ἂν μέλλωσι τίκτειν.
因此,对于绵羊和山羊,在到了交尾季节时,在交尾前就会显现出征兆;在交尾后,这些征兆会出现,然后消失,直到它们即将产仔。
Τότε δ’ ἐπισημαίνει, καὶ οὕτω γινώσκουσιν ὅτι ἐπίτοκοι οἱ ποιμένες.
那时征兆会再次显现,牧羊人以此得知它们即将产仔。
Ἐπειδὰν δὲ τέκῃ, κάθαρσις γίνεται πολλή, τὸ μὲν πρῶτον οὐ σφόδρα αἱματώδης, ὕστερον μέντοι σφόδρα.
产仔后,会有大量的恶露排出,起初并不是特别多血,但后来确实非常多血。
Βοῒ δὲ καὶ ὄνῳ καὶ ἵππῳ πλείω μὲν τούτων διὰ τὸ μέγεθος, ἐλάττω δὲ κατὰ λόγον πολλῷ.
对于牛、驴和马,由于体型大,其排出量多于上述动物,但按比例来说要少得多。
Ἡ μὲν οὖν βοῦς ὅταν ὀργᾷ πρὸς τὴν ὀχείαν ἡ θήλεια, καθαίρεται κάθαρσιν βραχεῖαν ὅσον ἡμικοτύλιον ἢ μικρῷ πλέον· καιρὸς δὲ γίνεται τῆς ὀχείας μάλιστα περὶ τὴν κάθαρσιν.
因此,母牛在渴望交尾时,会排出大约半个科堤拉或稍多一点的少量分泌物;而交尾的最佳时机尤其是在这种分泌物排出前后。
Ἵππος δὲ τῶν τετραπόδων ἁπάντων εὐτοκώτατον καὶ λοχίων καθαρώτατον, καὶ ἐλαχίστην προΐεται αἵματος ῥύσιν, ὡς κατὰ τὸ τοῦ σώματος μέγεθος.
在所有四足动物中,马最易分娩,其恶露最清洁,且相对于体型而言,排出的血流最少。
Μάλιστα δὲ καὶ ταῖς βουσὶ καὶ ταῖς ἵπποις τὰ καταμήνια ἐπισημαίνει διαλείποντα δίμηνον καὶ τετράμηνον καὶ ἑξάμηνον· ἀλλ’ οὐ ῥᾴδιον γνῶναι μὴ παρεπομένῳ μηδὲ συνήθει σφόδρα, διὸ ἔνιοι οὐκ οἴονται γίνεσθαι αὐτοῖς.
特别是在母牛和母马中,月经征兆以两个月、四个月和六个月的间隔显现;但如果不密切观察或非常熟悉,是不容易察觉的,因此有些人认为它们没有月经。
Τοῖς δ’ ὀρεῦσι τοῖς θήλεσιν οὐθὲν γίνεται καταμήνιον, ἀλλὰ τὸ οὖρον παχύτερον τὸ τῆς θηλείας.
雌性骡子没有任何月经,只是雌骡的尿液更浓。
Ὅλως μὲν οὖν τὸ τῆς κύστεως περίττωμα τοῖς τετράποσι παχύτερον ἢ τὸ τῶν ἀνθρώπων, τὸ δὲ τῶν προβάτων καὶ τῶν αἰγῶν τῶν θηλειῶν παχύτερον ἔτι ἢ τὸ τῶν ἀρρένων· ὄνου δὲ λεπτότερον τὸ τῶν θηλειῶν, βοὸς δὲ δριμύτερον τὸ τῆς θηλείας.
总之,四足动物膀胱的排泄物比人类的更浓,而雌性绵羊和山羊的尿液甚至比雄性更浓;但在驴中,雌性的更稀,而在牛中,雌性的更具刺激性。
Μετὰ δὲ τοὺς τόκους ἁπάντων τῶν τετραπόδων παχύτερον τὸ οὖρον γίνεται, καὶ μᾶλλον τῶν ἐλάττω προϊεμένων κάθαρσιν.
分娩后,所有四足动物的尿液都会变浓,在那些恶露排出较少的动物中尤为明显。
Τὸ δὲ γάλα γίνεται, ὅταν ὀχεύεσθαι ἄρχωνται, πυοειδές· χρήσιμον δὲ γίνεται, ἐπειδὰν τέκωσιν ὕστερον.
当它们开始交尾时,乳汁会变得像脓液一样;但在之后产仔后,乳汁就会变得有用。
Κύοντα δὲ καὶ πρόβατα καὶ αἶγες πιότερα γίνονται καὶ ἐσθίουσι μᾶλλον· καὶ βόες δὲ ὡσαύτως καὶ τἆλλα τὰ τετράποδα πάντα.
怀孕的绵羊和山羊会变肥且吃得更多;牛和所有其他四足动物也是如此。
Ὁρμητικώτατα μὲν οὖν ὡς ἐπὶ τὸ πᾶν εἰπεῖν πρὸς τὴν ὀχείαν τὴν ἐαρινὴν ὥραν ἐστίν· οὐ μὴν τὰ πάντα γε ποιεῖται τὸν αὐτὸν καιρὸν τῆς ὀχείας, ἀλλὰ πρὸς τὴν ἐκτροφὴν τῶν τέκνων ἐν τοῖς καθήκουσι καιροῖς.
总之,一般说来,最渴望交尾的时期是春季;然而,并不是所有动物都在同一时期进行交尾,而是为了在适当的季节抚育幼崽。
Αἱ μὲν οὖν ἥμεροι ὕες κύουσι τέτταρας μῆνας, τίκτουσι δὲ τὰ πλεῖστα εἴκοσιν· πλὴν ἂν πολλὰ τέκωσιν, οὐ δύνανται ἐκτρέφειν πάντα.
因此,家猪怀孕四个月,最多产二十仔;但如果产仔过多,它们就无法抚育所有的仔猪。
Γηράσκουσαι δὲ τίκτουσι μὲν ὁμοίως, ὀχεύονται δὲ βραδύτερον· κυΐσκονται δ’ ἐκ μιᾶς ὀχείας, ἀλλὰ πολλάκις ἐπιβιβάσκουσι διὰ τὸ ἐκβάλλειν μετὰ τὴν ὀχείαν τὴν καλουμένην ὑπό τινων καπρίαν.
随着变老,它们虽然同样产仔,但交尾较晚;它们通过一次交尾即可受孕,但人们常常让公猪多次交配,因为母猪在交尾后会排出被一些人称为发情分泌物的东西。
Τοῦτο μὲν οὖν συμβαίνει πάσαις, ἔνιαι δ’ ἅμα τούτῳ καὶ τὸ σπέρμα προΐενται.
这种情况发生在所有母猪身上,但有些母猪在此期间甚至连同精液也一起排出。
Ἐν δὲ τῇ κυήσει ὃ ἂν βλαφθῇ τῶν τέκνων καὶ τῷ μεγέθει πηρωθῇ, καλεῖται μετάχοιρον· τοῦτο δὲ γίνεται ὅπου ἂν τύχῃ τῆς ὑστέρας.
在怀孕期间,幼仔中任何受损且体型受阻的都被称为发育不全的仔猪;这会发生在子宫的任何位置。
Ὅταν δὲ γεννήσῃ, τῷ πρώτῳ τὸν πρῶτον παρέχει μαστόν.
当它产仔时,它把第一个乳头给第一个出生的仔猪。
Θυῶσαν δ’ οὐ δεῖ εὐθὺς βιβάζειν, πρὶν ἂν μὴ τὰ ὦτα καταβάλῃ· εἰ δὲ μή, ἀναθυᾷ πάλιν·
当它刚发情时,在它垂下耳朵之前,不应该让它交配;否则,它会再次发情。
ἂν δ’ ὀργῶσαν βιβάσῃ, μία ὀχεία, ὥσπερ εἴρηται, ἀρκεῖ.
但如果在它强烈发情时让它交配,正如所说,一次交尾就足够了。
Συμφέρει δ’ ὀχεύοντι μὲν τῷ κάπρῳ παρέχειν κριθάς, τετοκυίᾳ δὲ τῇ ὑῒ κριθὰς ἑφθάς.
给正在交配的公猪提供大麦,而给已产仔的母猪提供煮熟的大麦是有益的。
Εἰσὶ δὲ τῶν ὑῶν αἱ μὲν εὐθὺς καλλίχοιροι μόνον, αἱ δ’ ἐπαυξανόμεναι τὰ τέκνα καὶ τὰς δέλφακας χρηστὰς γεννῶσιν.
在猪中,有些起初只产下优良的仔猪,而另一些在变老后产下更好的后代,并生出优秀的年轻母猪。
Φασὶ δέ τινες, ἐὰν τὸν ἕτερον ὀφθαλμὸν ἐκκοπῇ ἡ ὗς, ἀποθνήσκειν διὰ ταχέων ὡς ἐπὶ τὸ πολύ.
有些人还说,如果母猪被挖掉一只眼睛,它通常会很快死去。
Ζῶσι δ’ αἱ πλεῖσται μὲν περὶ ἔτη πεντεκαίδεκα, ἔνιαι δὲ καὶ τῶν εἴκοσιν ὀλίγον ἀπολείπουσιν.
大多数能活十五年左右,有些甚至活到接近二十年。