Humanitext Reader

アリストテレス · 動物誌 §6.18#1

胎生動物の発情期における凶暴化と習性

109 / 189 箇所 · ギリシア語

要旨

卵生動物に関する記述を終えて胎生動物(人間を含む)の繁殖を論じ始め、交尾期における各種野生動物・家畜(特に馬や牛)の激しい発情状態や特有の生態・身体的変化を詳しく記述する。

§6.18#1Περὶ μὲν οὖν τῶν ἄλλων ζῴων καὶ πλωτῶν καὶ πτηνῶν, καὶ περὶ τῶν πεζῶν ὅσα ᾠοτοκεῖ, σχεδὸν εἴρηται περὶ πάντων, περί τε ὀχείας καὶ κυήσεως καὶ τῶν ἄλλων τῶν ὁμοιοτρόπων τούτοις·
したがって、水生・鳥類を含む他の動物、および卵生の歩行動物については、交尾や妊娠、その他これらと同様の事柄について、ほぼすべてを語り終えた。
περὶ δὲ τῶν πεζῶν ὅσα ζῳοτοκεῖ καὶ περὶ ἀνθρώπου λεκτέον τὰ συμβαίνοντα τὸν αὐτὸν τρόπον.
一方、胎生の歩行動物および人間については、同様に起こることを述べなければならない。
Περὶ μὲν οὖν ὀχείας εἴρηται καὶ ἰδίᾳ καὶ κοινῇ κατὰ πάντων.
さて、交尾については、個々の動物ごとにも、またすべての動物に共通する点としても、すでに語られた。
Πάντων δὲ κοινὸν τῶν ζῴων τὸ περὶ τὴν ἐπιθυμίαν καὶ τὴν ἡδονὴν ἐπτοῆσθαι τὴν ἀπὸ τῆς ὀχείας μάλιστα.
しかし、すべての動物に共通して、交尾による欲望と快楽に最も心を奪われる。
Τὰ μὲν οὖν θήλεα χαλεπώτατα, ὅταν ἐκτέκωσι πρῶτον, οἱ δ’ ἄρρενες περὶ τὴν ὀχείαν.
雌は最初に子を産んだときに最も気性が荒くなり、雄は交尾期に最も気性が荒くなる。
Οἵ τε γὰρ ἵπποι δάκνουσι τοὺς ἵππους καὶ καταβάλλουσι καὶ διώκουσι τοὺς ἱππέας, καὶ οἱ ὕες οἱ ἄγριοι χαλεπώτατοι, καίπερ ἀσθενέστατοι περὶ τὸν καιρὸν τοῦτον ὄντες, διὰ τὴν ὀχείαν, καὶ πρὸς ἀλλήλους μὲν ποιοῦνται μάχας θαυμαστάς, θωρακίζοντες ἑαυτοὺς καὶ ποιοῦντες τὸ δέρμα ὡς παχύτατον ἐκ παρασκευῆς, πρὸς τὰ δένδρα τρίβοντες καὶ τῷ πηλῷ μολύνοντες πολλάκις καὶ ξηραίνοντες ἑαυτούς·
実際、雄馬は他の馬を噛み、引き倒し、乗り手を追いかけ、野生のイノシシはこの時期に最も体が弱っているにもかかわらず、交尾のために最も凶暴になり、互いに驚くべき戦いを繰り広げ、樹木に体を擦り付け、しばしば泥で汚しては乾燥させることで、あらかじめ皮膚をできるだけ厚くして武装する。
μάχονται δὲ πρὸς ἀλλήλους, ἐξελαύνοντες ἐκ τῶν συοφορβίων, οὕτω σφοδρῶς ὥστε πολλάκις ἀμφότεροι ἀποθνήσκουσιν.
そして、互いに戦い、豚の群れから追い出し合うが、それはしばしば両者が死んでしまうほど激しいものである。
Ὡσαύτως δὲ καὶ οἱ ταῦροι καὶ οἱ κριοὶ καὶ οἱ τράγοι·
雄牛や雄羊、雄山羊も同様である。
πρότερον γὰρ ὄντες σύννομοι ἕκαστοι περὶ τοὺς καιροὺς τῆς ὀχείας μάχονται διιστάμενοι πρὸς ἀλλήλους.
それまではそれぞれ共に群れて暮らしているが、交尾期になると、互いに離れて戦うからである。
Χαλεπὸς δὲ καὶ ὁ κάμηλος περὶ τὴν ὀχείαν ὁ ἄρρην, ἐάν τε ἄνθρωπος ἐάν τε κάμηλος πλησιάζῃ·
雄のラクダも交尾期には気性が荒くなり、人間が近づいてもラクダが近づいても襲いかかる。
ἵππῳ μὲν γὰρ ὅλως ἀεὶ πολεμεῖ.
馬に対しては常に敵対する。
Τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἀγρίων·
野生動物においても同様である。
καὶ γὰρ ἄρκτοι καὶ λύκοι καὶ λέοντες χαλεποὶ τοῖς πλησιάζουσι γίνονται περὶ τὸν καιρὸν τοῦτον, πρὸς ἀλλήλους δ’ ἧττον μάχονται διὰ τὸ μὴ ἀγελαῖον εἶναι μηθὲν τῶν τοιούτων ζῴων.
クマやオオカミ、ライオンも、この時期には近づくものに対して気性が荒くなるが、これらの動物はいずれも群居性ではないため、互いに戦うことは比較的少ない。
Χαλεπαὶ δὲ καὶ αἱ θήλειαι ἄρκτοι ἀπὸ τῶν σκύμνων, ὥσπερ καὶ αἱ κύνες ἀπὸ τῶν σκυλακίων.
また、雌のクマは小グマのために気性が荒くなり、これは雌犬が子犬のためにそうなるのと同様である。
Ἐξαγριαίνονται δὲ καὶ οἱ ἐλέφαντες περὶ τὴν ὀχείαν, διό περ φασὶν οὐκ ἐᾶν αὐτοὺς ὀχεύειν τὰς θηλείας τοὺς τρέφοντας ἐν τοῖς Ἰνδοῖς·
ゾウも交尾期になると狂暴になる。 そのため、インドで彼らを飼育している人々は、彼らが雌と交尾するのを許さないと言われている。
ἐμμανεῖς γὰρ γινομένους ἐν τοῖς χρόνοις τούτοις ἀνατρέπειν τὰς οἰκήσεις αὐτῶν ἅτε φαύλως ᾠκοδομημένας, καὶ ἄλλα πολλὰ ἐργάζεσθαι.
というのも、彼らはこの時期に発狂し、粗末に建てられた自分たちの住居をひっくり返し、他にも多くの悪事を働くからである。
Φασὶ δὲ καὶ τὴν τῆς τροφῆς δαψίλειαν πραοτέρους αὐτοὺς παρέχειν·
しかし、豊富な食物を与えることも彼らをより従順にすると言われている。
καὶ προσάγοντες δ’ αὐτοῖς ἑτέρους κολάζουσι καὶ δουλοῦνται προστάττοντες τύπτειν τοῖς προσαγομένοις.
また、別のゾウを連れてきて、そのゾウに叩くように命じることで、彼らを懲らしめ、従順にさせる。
Τὰ δὲ πολλάκις ποιούμενα τὰς ὀχείας καὶ μὴ κατὰ μίαν ὥραν, οἷον τὰ συνανθρωπευόμενα, ὕες τε καὶ κύνες, ἧττον τοιαῦτα ποιοῦντα φαίνεται διὰ τὴν ἀφθονίαν τῆς ὁμιλίας.
他方、豚や犬のように、人間と共に生活し、年に1回の特定の時期だけでなく頻繁に交尾を行う動物は、交わりがふんだんにあるため、そのような行動をすることは少ないように見える。
Τῶν δὲ θηλειῶν ὁρμητικῶς ἔχουσι πρὸς τὸν συνδυασμὸν μάλιστα μὲν ἵππος, ἔπειτα βοῦς.
雌の中で最も交尾に対して熱狂的になるのは、第一に馬であり、次いで牛である。
Αἱ μὲν οὖν ἵπποι αἱ θήλειαι ἱππομανοῦσιν·
それゆえ牝馬は馬の狂気(ヒッポマネイン)を起こす。
ὅθεν καὶ ἐπὶ τὴν βλασφημίαν τὸ ὄνομα αὐτῶν ἐπιφέρουσιν ἀπὸ μόνου τῶν ζῴων τὴν ἐπὶ τῶν ἀκολάστων περὶ τὸ ἀφροδισιάζεσθαι.
このため、淫らな交わりをする放蕩な人々を誹謗する名として、他のどの動物とも異なり、彼らの名前が用いられる。
Λέγονται δὲ καὶ ἐξανεμοῦσθαι περὶ τὸν καιρὸν τοῦτον·
また、彼女らはこの時期に風によって妊娠するとも言われている。
διὸ ἐν Κρήτῃ οὐκ ἐξαιροῦσι τὰ ὀχεῖα ἐκ τῶν θηλειῶν.
それゆえ、クレタ島では牝馬の群れから種馬を引き離さない。
Ὅταν δὲ τοῦτο πάθωσι, θέουσιν ἐκ τῶν ἄλλων ἵππων.
この状態になると、彼女らは他の馬から離れて走り出す。
Ἔστι δὲ τὸ πάθος ὅπερ ἐπὶ τῶν ὑῶν λέγεται τὸ καπρίζειν.
この状態は、豚において発情する(カプリーゼイン)と言われる状態と同じである。
Θέουσι δὲ οὔτε πρὸς ἕω οὔτε πρὸς δυσμάς, ἀλλὰ πρὸς ἄρκτον ἤ νότον.
そして彼女らは東にも西にも走らず、北または南へと走る。
Ὅταν δ’ ἐμπέσῃ τὸ πάθος, οὐδένα ἐῶσι πλησιάζειν, ἕως ἂν ἢ ἀπείπωσι διὰ τὸν πόνον ἢ πρὸς θάλατταν ἔλθωσιν·
この発情状態に陥ると、疲労困憊して力尽きるか、海にたどり着くまでは、何者も近づけさせない。
τότε δ’ ἐκβάλλουσί τι.
そして、そのとき彼女らは何かを排出する。
Καλοῦσι δὲ καὶ τοῦτο, ὥσπερ ἐπὶ τοῦ τικτομένου, ἱππομανές·
人々はこれもまた、生まれたばかりの子馬の頭に付いているものと同様に、ヒッポマネスと呼ぶ。
ἔστι δ’ οἷον ἡ καπρία, καὶ ζητοῦσι τοῦτο μάλιστα πάντων αἱ περὶ τὰς φαρμακείας.
それは豚の発情液(カプリア)のようなものであり、薬物を扱う女たちが最も熱心にこれを求める。
Περὶ δὲ τὴν ὥραν τῆς ὀχείας συγκύπτουσί τε πρὸς ἀλλήλας μᾶλλον ἢ πρότερον, καὶ τὴν κέρκον κινοῦσι πυκνά, καὶ τὴν φωνὴν ἀφιᾶσιν ἀλλοιοτέραν ἢ κατὰ τὸν ἄλλον χρόνον·
また交尾期には、牝馬たちは以前よりも互いに寄り添い、尾を頻繁に振り、他の時期とは異なる鳴き声を上げる。
ῥεῖ δ’ αὐταῖς ἐκ τοῦ αἰδοίου ὅμοιον γονῇ, λεπτότερον δὲ πολὺ ἢ τὸ τοῦ ἄρρενος·
そして彼女らの生殖器から、精液に似ているが、雄のものよりもはるかに薄い液体が流れ出る。
καὶ καλοῦσι τοῦτό τινες ἱππομανές, ἀλλ’ οὐ τὸ ἐπὶ τοῖς πώλοις ἐπιφυόμενον·
これもヒッポマネスと呼ぶ者もいるが、子馬の額に生じるものとは異なる。
ἐργῶδες δ’ εἶναί φασι λαβεῖν·
そして、これは少しずつ流れ出るため、採取するのが困難であると言われている。
κατὰ μικρὸν γὰρ ῥεῖν.
さらに、発情しているときにはしばしば放尿し、互いに戯れ合う。
Καὶ οὐροῦσι δὲ πολλάκις, ὅταν σκυζῶσι, καὶ πρὸς αὑτὰς παίζουσιν.
馬に関する事柄は以上のようであるが、牝牛は牛の狂気(タウラーン)を起こす。
Τὰ μὲν οὖν περὶ τοὺς ἵππους τοῦτον ἔχει τὸν τρόπον, αἱ δὲ βόες ταυρῶσιν·
彼女らはこの発情に非常に激しく取り憑かれるため、牛飼いも彼女らを制御することも捕らえることもできなくなる。
οὕτω δὲ σφόδρα κατακώχιμαι τῷ πάθει γίνονται, ὥστε μὴ δύνασθαι αὐτῶν κρατεῖν μηδὲ λαμβάνεσθαι τοὺς βουκόλους.
牝馬も牝牛も、交尾を強く求めているときは、生殖器の膨張、そして牝牛も牝馬と同様に頻繁に放尿することによって一目瞭然である。
Δῆλαι δ’ εἰσὶ καὶ αἱ ἵπποι καὶ αἱ βόες, ὅταν ὀργῶσι πρὸς τὴν ὀχείαν, καὶ τῇ ἐπάρσει τῶν αἰδοίων, καὶ τῷ πυκνὰ οὐρεῖν αἱ βόες ὥσπερ αἱ ἵπποι.
さらに、牝牛は雄牛の上に乗っかることすらあり、常に彼らの後を追い、傍らに立ち続ける。
Ἔτι δ’ αἵ γε βόες ἐπὶ τοὺς ταύρους ἀναβαίνουσι, καὶ παρακολουθοῦσιν ἀεί, καὶ παρεστᾶσιν. Πρότερα δὲ τὰ νεώτερα ὀργᾷ πρὸς τὴν ὀχείαν καὶ ἐν τοῖς ἵπποις καὶ ἐν τοῖς βουσίν·
馬でも牛でも、若い個体の方が先に交尾を求め、気候が良く身体の状態が良いときには、より強く発情する。
καὶ ὅταν εὐημερίαι γίνωνται καὶ τὰ σώματα εὖ ἔχωσι, μᾶλλον ὀργῶσιν. Αἱ μὲν οὖν ἵπποι ὅταν ἀποκείρωνται, ἀποπαύονται τῆς ὁρμῆς μᾶλλον καὶ γίνονται κατηφέστεραι.
牝馬は毛を刈り取られると、発情の衝動が収まり、より意気消沈した状態になる。

語釈・文法注

  1. 6.18τὸ περὶ τὴν ἐπιθυμίαν καὶ τὴν ἡδονὴν ἐπτοῆσθαι τὴν ἀπὸ τῆς ὀχείας μάλιστα — 名詞化された不定詞句 `τὸ ... ἐπτοῆσθαι`(動詞 `πτοέω` 「興奮させる、熱狂させる」の完了中受動不定詞)が、形容詞 `κοινόν` を述語とする主節の主語として機能している。`τὴν ἀπὸ τῆς ὀχείας` は前置詞句で、先行する2つの名詞(欲望と快楽)を修飾している。
  2. 6.18ἐκ παρασκευῆς — 「準備として」「あらかじめ用意して」を意味する前置詞句。ここでは分詞 `ποιοῦντες τὸ δέρμα ὡς παχύτατον` にかかり、戦闘の前に野生のイノシシが自発的・意図的に皮膚を厚くする自衛的な準備行動を行っていることを明示している。
  3. 6.18ἀπὸ τῶν σκύμνων — 前置詞 `ἀπό` が原因・理由(「〜のために、〜のせいで」)を表す用法。雌のクマが子グマ(の存在や保護)を原因として凶暴になることを表している。後半の `ἀπὸ τῶν σκυλακίων` も同様の構文。
  4. 6.18ἱππομανοῦσιν — 動詞 `ἱππομανέω`(「馬のように狂う、馬が発情する」)の三人称複数現在形。この動詞の存在が、後続する名詞 `ἱππομανές`(発情した牝馬から出る分泌物や、子馬の額にあるとされるもの)の呼称の由来として文脈上の伏線となっている。
  5. 6.18κατακώχιμαι — 動詞 `κατέχω`(「占有する、支配する」)の完了受動分詞形に由来する形容詞で、与格 `τῷ πάθει` を伴い、「(発情の)状態に完全に取り憑かれた、支配された」という意味になる。受動的な強烈な束縛状態を表現している。

この箇所を引用する

アリストテレス, 動物誌 §6.18#1. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:6.18%231

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。