§6.12δελφὶς δὲ καὶ φάλαινα καὶ τὰ ἄλλα κήτη, ὅσα μὴ ἔχει βράγχια ἀλλὰ φυσητῆρα, ζῳοτοκοῦσιν, ἔτι δὲ πρίστις καὶ βοῦς·
イルカ、クジラ、および鰓を持たず噴気孔を持つ他のすべての鯨類は胎生であり、さらにノコギリエイやウシエイも同様である。
οὐδὲν γὰρ τούτων φαίνεται ἔχον ᾠά, ἀλλ’ εὐθέως κύημα, ἐξ οὗ διαρθρουμένου γίνεται τὸ ζῷον, καθάπερ ἄνθρωπος καὶ τῶν τετραπόδων τὰ ζῳοτόκα.
というのも、これらのうちどれ一つとして卵を持っているようには見えず、最初から胚を持っており、それが分化することによって動物が生じるからである。 それはちょうど、人間や、四肢動物のうちの胎生のものと同じである。
Τίκτει δ’ ὁ μὲν δελφὶς τὰ μὲν πολλὰ ἕν, ἐνίοτε δὲ καὶ δύο·
イルカは大抵の場合一頭を産むが、時には二頭産むこともある。
ἡ δὲ φάλαινα ἢ δύο τὰ πλεῖστα καὶ πλεονάκις, ἢ ἕν.
クジラは多くて二頭、そしてより頻繁には一頭を産む。
Ὁμοίως δὲ τῷ δελφῖνι καὶ ἡ φώκαινα·
ネズミイルカもイルカと同様である。
καὶ γάρ ἐστιν ὅμοιον δελφῖνι μικρῷ, γίνεται δ’ ἐν τῷ Πόντῳ.
というのも、それは小さなイルカに似ており、ポントスに生息しているからである。
Διαφέρει δὲ φώκαινα δελφῖνος·
しかし、ネズミイルカはイルカと異なっている。
ἔστι γὰρ τὸ μέγεθος ἔλαττον, εὐρύτερον δ’ ἐκ τοῦ νώτου· τὸ χρῶμα ἔχει κυανοῦν.
大きさはより小さく、背部はより幅広く、暗青色の体色をしているからである。
Πολλοὶ δὲ δελφίνων τι γένος εἶναί φασι τὴν φώκαιναν.
多くの人々は、ネズミイルカをイルカの一種であると言っている。
Ἀναπνεῖ δὲ πάντα ὅσα ἔχει φυσητῆρα, καὶ δέχεται τὸν ἀέρα·
噴気孔を持つすべてのものは呼吸し、空気を取り入れる。
πλεύμονα γὰρ ἔχουσιν.
なぜなら彼らは肺を持っているからである。
Καὶ ὅ γε δελφὶς ὦπται, ὅταν καθεύδῃ, ὑπερέχων τὸ ῥύγχος, καὶ ῥέγχει καθεύδων.
そして、少なくともイルカは、眠っているときに吻部を水面の上に突き出しているのが観察されており、眠りながらいびきをかく。
Ἔχει δ’ ὁ δελφὶς καὶ ἡ φώκαινα γάλα, καὶ θηλάζονται·
また、イルカとネズミイルカは母乳を持っており、授乳を行う。
καὶ εἰσδέχονται δὲ τὰ τέκνα μικρὰ ὄντα.
さらに、彼らは子供たちが小さいときには、彼らを体内へ受け入れる。
Τὴν δ’ αὔξησιν τὰ τέκνα τῶν δελφίνων ποιοῦνται ταχεῖαν·
イルカの子供たちの成長は早い。
ἐν ἔτεσι γὰρ δέκα μέγεθος λαμβάνουσι τέλεον.
なぜなら、十年で完全に成熟した大きさに達するからである。
Κύει δὲ δέκα μῆνας.
妊娠期間は十ヶ月である。
Τίκτει δ’ ὁ δελφὶς ἐν τῷ θέρει, ἐν ἄλλῃ δ’ ὥρᾳ οὐδεμιᾷ·
イルカは夏に産み、それ以外の季節には決して産まない。
συμβαίει δὲ καὶ ἀφανίζεσθαι αὐτὸν ὑπὸ κύνα περὶ τριάκονθ’ ἡμέρας.
また、犬の星の季節に、約三十日間姿を消すこともある。
Παρακολουθεῖ δὲ τὰ τέκνα πολὺν χρόνον, καὶ ἔστι τὸ ζῷον φιλότεκνον.
親は長い間子供たちに付き添い、この動物は子を深く愛するものである。
Ζῇ δ’ ἔτη πολλά·
また、長年生きる。
δῆλοι γὰρ ἔνιοι γεγόνασι βιοῦντες οἱ μὲν πέντε καὶ εἴκοσιν ἔτη, οἱ δὲ τριάκοντα·
というのも、あるものは二十五年、あるものは三十年生きることが明らかになっているからである。
ἀποκόπτοντες γὰρ ἐνίων τὸ οὐραῖον οἱ ἁλιεῖς ἀφιᾶσιν, ὥστε τούτῳ γνωρίζεσθαι τοὺς χρόνους αὐτῶν.
漁師たちが一部のものの尾鰭を切り落としてから放流するため、これによって彼らの寿命が知られるのである。
Ἡ δὲ φώκη ἔστι μὲν τῶν ἐπαμφοτεριζόντων ζῴων·
アザラシは両生的な動物の一つである。
οὐ δέχεται μὲν γὰρ τὸ ὕδωρ, ἀλλ’ ἀναπνεῖ καὶ καθεύδει καὶ τίκτει ἐν τῇ γῇ μέν, πρὸς αἰγιαλοῖς δέ, ὡς οὖσα τῶν πεζῶν, διατρίβει δὲ τοῦ χρόνου τὸν πολὺν καὶ τρέφεται ἐκ τῆς θαλάττης, διὸ μετὰ τῶν ἐνύδρων περὶ αὐτῆς λεκτέον.
というのも、水を体内へ受け入れず、陸の上、それも海岸の近くで呼吸し、眠り、産むのであって、陸上動物のようでありながら、時間の大部分を海で過ごし、海から餌を得ているからである。 それゆえ、水生動物とともにこれについて語らねばならない。
Ζῳοτοκεῖ μὲν οὖν εὐθὺς ἐν αὑτῇ, καὶ τίκτει ζῷα, καὶ χόριον καὶ τἆλλα προΐεται ὥσπερ πρόβατον.
さて、それは体内ですぐに胎生を行い、生きた子供を産み、羊のように後産やその他のものを排出する。
Τίκτει δ’ ἓν ἢ δύο, τὰ δὲ πλεῖστα τρία.
一頭か二頭、多くて三頭を産む。
Καὶ μαστοὺς δ’ ἔχει δύο, καὶ θηλάζεται ὑπὸ τῶν τέκνων καθάπερ τὰ τετράποδα.
また、乳房を二つ持っており、四肢動物と同じように子供たちによって乳を吸われる。
Τίκτει δ’ ὥσπερ ἄνθρωπος πᾶσαν ὥραν τοῦ ἔτους, μάλιστα δ’ ἅμα ταῖς πρώταις αἰξίν.
人間のように一年のあらゆる時期に産むが、特に最初の山羊の出産期と同時である。
Ἄγει δὲ περὶ δωδεκαταῖα ὄντα τὰ τέκνα εἰς τὴν θάλατταν πολλάκις τῆς ἡμέρας, συνεθίζουσα κατὰ μικρόν·
子供たちが生まれて十二日ほどになると、一日に何度も海へと連れて行き、少しずつ慣れさせる。
τὰ δὲ κατάντη φέρεται, ἀλλ’ οὐ βαδίζει, διὰ τὸ μὴ δύνασθαι ἀπερείδεσθαι τοῖς ποσίν.
子供たちは傾斜を滑り降りていき、歩くことはできない。 足を踏ん張ることができないからである。
Συνάγει δὲ καὶ συστέλλει ἑαυτήν·
また、それは身を縮めたり引き締めたりする。
σαρκῶδες γάρ ἐστι καὶ μαλακόν, καὶ ὀστᾶ χονδρώδη ἔχει.
肉質で柔らかく、軟骨性の骨を持っているからである。
Ἀποκτεῖναι δὲ φώκην χαλεπὸν βιαίως, ἐὰν μή τις πατάξῃ παρὰ τὸν κρόταφον·
また、アザラシを力ずくで殺すことは困難である。 こめかみのあたりを打たない限りは。
τὸ γὰρ σῶμα σαρκῶδες αὐτῆς.
その体は肉質だからである。
Ἀφίησι δὲ φωνὴν ὁμοίαν βοΐ.
そして、牛に似た声を出す。
Ἔχει δὲ καὶ τὸ αἰδοῖον ἡ θήλεια ὅμοιον βατίδι, πάντα δὲ τἆλλα γυναικί.
また、雌は外陰部がエイに似ており、他のすべての点では女性に似ている。
Περὶ μὲν οὖν τῶν ἐνύδρων καὶ ζῳοτοκούντων ἢ ἐν αὑτοῖς ἢ ἔξω ἡ γένεσις καὶ τὰ περὶ τὸν τόκον τοῦτον ἔχει τὸν τρόπον·
さて、水生動物で、体内または体外で胎生を行うものについて、その発生と出産に関する事柄はこのようになっている。