Humanitext Reader

アリストテレス · 動物誌 §6.10#2

軟骨魚類の卵殻と胚発生および幼生の体内保護

100 / 189 箇所 · ギリシア語

要旨

軟骨魚類における多様な卵殻の形状と発生プロセス、特に胎生のホシザメにおける擬似胎盤(胎盤様組織)の構造について詳述し、さらに母親による幼生の体内保護行動とその例外種について説明する。

§6.10#2Τὰ μὲν σκύλια καὶ αἱ βατίδες ἴσχουσι τὰ ὀστρακώδη, ἐν οἷς ἐγγίνεται ᾠώδης ὑγρότης·
ツノザメやガンギエイは殻状のものを持ち、その中には卵のような流体が生じる。
τὸ δὲ σχῆμα τοῦ ὀστράκου ὅμοιον ταῖς τῶν αὐλῶν γλώτταις, καὶ πόροι τριχώδεις ἐγγίνονται τοῖς ὀστράκοις.
この殻の形状はオーロスのリードに似ており、殻には毛髪状の管が生じている。
Τοῖς μὲν οὖν σκυλίοις, οὓς καλοῦσί τινες νεβρίας γαλεούς, ὅταν περιρραγῇ καὶ ἐκπέσῃ τὸ ὄστρακον, γίνονται οἱ νεοττοί·
そこで、ある人々が「まだらザメ」と呼ぶツノザメにおいては、殻が破れて脱落すると、幼生が生まれる。
ταῖς δὲ βατίσιν, ὅταν ἐκτέκωσι, τοῦ ὀστράκου περιρραγέντος ἐξέρχεται ὁ νεοττός.
ガンギエイにおいては、彼らが卵を産み落としたとき、殻が破れて幼生が出てくる。
Ὁ δ’ ἀκανθίας γαλεὸς πρὸς τῷ ὑποζώματι ἴσχει τὰ ᾠὰ ἄνωθεν τῶν μαστῶν·
棘のあるツノザメ(アカンティアス)は、乳房のような突起の上の横隔膜の近くに卵を持つ。
ὅταν δὲ καταβῇ τὸ ᾠόν, ἐπὶ τούτῳ ἀπολελυμένῳ γίνεται ὁ νεοττός.
そして卵が下りてくると、これが切り離された上で幼生が形成される。
Τὸν αὐτὸν δὲ τρόπον συμβαίνει ἡ γένεσις καὶ ἐπὶ τῶν ἀλωπέκων.
これと同じ方法の発生がオナガザメ類でも起こる。
Οἱ δὲ καλούμενοι λεῖοι τῶν γαλεῶν τὰ μὲν ᾠὰ ἴσχουσι μεταξὺ τῶν ὑστερῶν ὁμοίως τοῖς σκυλίοις, περιστάντα δὲ ταῦτα εἰς ἑκατέραν τὴν δικρόαν τῆς ὑστέρας καταβαίνει, καὶ τὰ ζῷα γίνεται τὸν ὀμφαλὸν ἔχοντα πρὸς τῇ ὑστέρᾳ, ὥστε ἀναλισκομένων τῶν ᾠῶν ὁμοίως δοκεῖν ἔχειν τὸ ἔμβρυον τοῖς τετράποσιν.
いわゆる滑らかなサメ(ホシザメ)は、ツノザメ同様に子宮の間に卵を持つが、これらは移動して子宮の二つの分岐のそれぞれに下りていき、生まれた幼生は子宮に付着した臍帯を持つ。 その結果、卵(卵黄)が消費されるにつれて、胚は四肢動物と同様の状態にあるように見える。
Προσπέφυκε δὲ μακρὸς ὢν ὁ ὀμφαλὸς τῆς μὲν ὑστέρας πρὸς τῷ κάτω μέρει, ὥσπερ ἐκ κοτυληδόνος ἕκαστος ἠρτημένος, τοῦ δ’ ἐμβρύου κατὰ τὸ μέσον, ᾗ τὸ ἧπαρ.
この臍帯は長くて、子宮の側では、それぞれがあたかもコティレドン(胎盤の嵌入部)から吊り下がっているかのように下部に付着し、胚の側では、肝臓のある中央部に付着している。
Ἡ δὲ τροφὴ ἀνατεμνομένου, κἂν μηκέτ’ ἔχῃ τὸ ᾠόν, ᾠώδης.
胚を解剖すると、たとえ卵がもはや残っていなくても、その食物は卵のような性質を持っている。
Χόριον δὲ καὶ ὑμένες ἴδιοι περὶ ἕκαστον γίνονται τῶν ἐμβρύων, καθάπερ ἐπὶ τῶν τετραπόδων.
胚のそれぞれには、四肢動物と同様に、独自の漿膜(絨毛膜)と膜が形成される。
Ἔχει δὲ τὰ ἔμβρυα τὴν κεφαλὴν νέα μὲν ὄντα ἄνω, ἁδρυνόμενα δὲ καὶ τέλεα ὄντα κάτω.
また胚は、若いときには頭を上に向け、成熟して完成すると下に向ける。
Ἐγγίνεται δὲ καὶ ἐν τῇ ἀριστερᾷ ἄρρενα καὶ ἐν τῇ δεξιᾷ θήλεα, καὶ ἐν τῇ αὐτῇ ἅμα θήλεα καὶ ἄρρενα.
そして、左側には雄が、右側には雌が生じ、また同じ側に雌と雄が同時に生じることもある。
Καὶ τὰ ἔμβρυα διαιρούμενα, ὁμοίως ὥσπερ ἐπὶ τῶν τετραπόδων, ἔχει τῶν σπλάγχνων ὅσα ἔχει μεγάλα, οἷον τὸ ἧπαρ, καὶ αἱματώδη.
胚を解剖すると、四肢動物と同様に、肝臓のような彼らが持っている内臓のうち大きいものは赤く血走っている。
Πάντα δὲ τὰ σελαχώδη ἅμα ἔχουσιν ἄνω μὲν πρὸς τῷ ὑποζώματι ᾠά, τὰ μὲν μείζω τὰ δ’ ἐλάττω, πολλά, κάτω δ’ ἔμβρυα ἤδη·
すべての軟骨魚類は、上方の横隔膜の近くに大小さまざまな多数の卵を同時に持っており、下方にはすでに胚を持っている。
διὸ πολλοὶ κατὰ μῆνα τίκτειν καὶ ὀχεύεσθαι οἴονται τοὺς τοιούτους τῶν ἰχθύων, ὅτι οὐχ ἅμα πάντα προΐενται, ἀλλὰ πολλάκις καὶ πολὺν χρόνον.
そのため、多くの人は、この種の魚が毎月子供を産み、交尾するのだと考えている。 というのは、彼らは一度にすべてを放出するのではなく、何度も、また長い時間をかけて放出するからである。
Τὰ δὲ κάτω ἐν τῇ ὑστέρᾳ ἅμα πέττεται καὶ τελεσιουργεῖται.
一方、子宮の下部にあるものは、同時に消化され完成へと至る。
Οἱ μὲν οὖν ἄλλοι γαλεοὶ καὶ ἐξαφιᾶσι καὶ δέχονται εἰς ἑαυτοὺς τοὺς νεοττούς, καὶ αἱ ῥῖναι καὶ αἱ νάρκαι (ἤδη δ’ ὤφθη νάρκη μεγάλη περὶ ὀγδοήκοντα ἔχουσα ἐν ἑαυτῇ ἔμβρυα), ὁ δ’ ἀκανθίας οὐκ εἰσδέχεται μόνος τῶν γαλεῶν διὰ τὴν ἄκανθαν.
さて、他のサメ類、またエイ類やシビレエイ(すでに約80個の胚を体内に持った巨大なシビレエイが観察されたことがある)は、幼生を放出した後に再び体内に受け入れる。 しかし、アカンティアスは、棘があるためにサメ類の中で唯一、彼らを受け入れない。
Τῶν δὲ πλατέων τρυγὼν καὶ βάτος οὐ δέχονται διὰ τὴν τραχύτητα τῆς κέρκου.
扁平な魚のうち、アカエイとガンギエイは尾の粗さのために受け入れない。
Οὐκ εἰσδέχεται δ’ οὐδὲ βάτραχος τοὺς νεοττοὺς διὰ τὸ μέγεθος τῆς κεφαλῆς καὶ τὰς ἀκάνθας·
また、アンコウも頭の大きさと棘のために幼生を受け入れない。
οὐδὲ γὰρ ζῳοτοκεῖ μόνος τούτων, ὥσπερ εἴρηται πρότερον.
というのも、前に述べられたように、これらの中で彼だけは胎生ではないからである。
Αἱ μὲν οὖν πρὸς ἄλληλα διαφοραὶ τοῦτον ἔχουσι τὸν τρόπον αὐτῶν, καὶ ἡ γένεσις ἡ ἐκ τῶν ᾠῶν·
このように、彼らの互いの違い、および卵からの発生はこのようになっている。

語釈・文法注

  1. p.198τὸ δὲ σχῆμα τοῦ ὀστράκου ὅμοιον ταῖς τῶν αὐλῶν γλώτταις — αὐλός は古代ギリシアの管楽器(オーロス)であり、γλῶττα はその吹き口(ダブルリード)を指す。サメやエイの卵嚢(いわゆる「人魚の財布」)の平らで長方形、かつ両端に角状の突起を持つ独特の形状を、オーロスの扁平なリードに例えている。
  2. p.198ὥστε ἀναλισκομένων τῶν ᾠῶν ὁμοίως δοκεῖν ἔχειν τὸ ἔμβρυον τοῖς τετράποσιν — 接続詞 ὥστε に不定詞 δοκεῖν が続く結果節。その内部の ἀναλισκομένων τῶν ᾠῶν は独立属格(名詞句+現在受動分詞)で、「卵(卵黄)が消費されるにつれて」という時間的・状況的推移を表す。ホシザメ類(Mustelus laevis など)の胚が、卵黄嚢を子宮壁に付着させて哺乳類(四肢動物)に極めて酷似した胎盤様組織を形成する現象を的確に説明している。
  3. p.198ὥσπερ ἐκ κοτυληδόνος ἕκαστος ἠρτημένος — コティレドン(κοτυληδών, 元来は「窪み」「吸盤」の意、解剖学的には胎盤小葉・結合部)からの吊り下がりを形容。比喩を伴う分詞 ἠρτημένος(ἀρτάω「吊るす」の完了受動分詞)が、接続詞 ὥσπερ と共に用いられ、胚の臍帯が子宮壁の接続部位から下垂している様子を表す。
  4. p.199ἔχει τῶν σπλάγχνων ὅσα ἔχει μεγάλα — 関係代名詞 ὅσα による制限関係節。先行詞を含み、「それらが大きく持っている内臓のすべて(=肝臓などの著しく発達した内臓)」を意味する。τῶν σπλάγχνων は部分属格で関係節に係っている。

この箇所を引用する

アリストテレス, 動物誌 §6.10#2. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:6.10%232

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。