Humanitext Reader

亚里士多德 · 动物志 §6.10#2

软骨鱼类的卵壳与胚胎发育及幼体保护

第 100 段,共 189 段 · 希腊语

内容简介

详述软骨鱼类多样化的卵壳形状和发育过程,特别是胎生平滑鲨(星鲨)中类似于哺乳动物胎盘的结构,并说明母体对幼体的体内保护行为及其例外物种。

§6.10#2Τὰ μὲν σκύλια καὶ αἱ βατίδες ἴσχουσι τὰ ὀστρακώδη, ἐν οἷς ἐγγίνεται ᾠώδης ὑγρότης· τὸ δὲ σχῆμα τοῦ ὀστράκου ὅμοιον ταῖς τῶν αὐλῶν γλώτταις, καὶ πόροι τριχώδεις ἐγγίνονται τοῖς ὀστράκοις.
狗鲨和鳐鱼拥有壳状囊,其中产生卵状液体;这种壳的形状类似于双管笛的簧片,且在壳上产生毛发状的管。
Τοῖς μὲν οὖν σκυλίοις, οὓς καλοῦσί τινες νεβρίας γαλεούς, ὅταν περιρραγῇ καὶ ἐκπέσῃ τὸ ὄστρακον, γίνονται οἱ νεοττοί· ταῖς δὲ βατίσιν, ὅταν ἐκτέκωσι, τοῦ ὀστράκου περιρραγέντος ἐξέρχεται ὁ νεοττός.
对于某些人称为“斑点鲨”的狗鲨,当其壳破裂并脱落时,幼体便诞生了;而对于鳐鱼,当它们产下卵后,壳破裂,幼体便从中出来。
Ὁ δ’ ἀκανθίας γαλεὸς πρὸς τῷ ὑποζώματι ἴσχει τὰ ᾠὰ ἄνωθεν τῶν μαστῶν· ὅταν δὲ καταβῇ τὸ ᾠόν, ἐπὶ τούτῳ ἀπολελυμένῳ γίνεται ὁ νεοττός.
刺角鲨在横膈膜附近、乳头状突起之上持有卵;当卵下降时,在此卵脱离之后,幼体便形成。
Τὸν αὐτὸν δὲ τρόπον συμβαίνει ἡ γένεσις καὶ ἐπὶ τῶν ἀλωπέκων.
同样的方式,长尾鲨的繁殖也是如此。
Οἱ δὲ καλούμενοι λεῖοι τῶν γαλεῶν τὰ μὲν ᾠὰ ἴσχουσι μεταξὺ τῶν ὑστερῶν ὁμοίως τοῖς σκυλίοις, περιστάντα δὲ ταῦτα εἰς ἑκατέραν τὴν δικρόαν τῆς ὑστέρας καταβαίνει, καὶ τὰ ζῷα γίνεται τὸν ὀμφαλὸν ἔχοντα πρὸς τῇ ὑστέρᾳ, ὥστε ἀναλισκομένων τῶν ᾠῶν ὁμοίως δοκεῖν ἔχειν τὸ ἔμβρυον τοῖς τετράποσιν.
被称为“平滑鲨”(星鲨)的鱼类,其卵位于子宫之间,与狗鲨相似,这些卵发生位移并降入子宫分叉的左右两部,所产生的幼体具有附着在子宫上的脐带,因此,随着卵(卵黄)的消耗,胚胎看起来具有与四足动物相似的状态。
Προσπέφυκε δὲ μακρὸς ὢν ὁ ὀμφαλὸς τῆς μὲν ὑστέρας πρὸς τῷ κάτω μέρει, ὥσπερ ἐκ κοτυληδόνος ἕκαστος ἠρτημένος, τοῦ δ’ ἐμβρύου κατὰ τὸ μέσον, ᾗ τὸ ἧπαρ.
脐带很长,附着在子宫的一侧其下部,每个都好像悬挂在胎盘盘盏(cotyledon)上,而附着在胚胎的一侧则在其中部,即肝脏所在之处。
Ἡ δὲ τροφὴ ἀνατεμνομένου, κἂν μηκέτ’ ἔχῃ τὸ ᾠόν, ᾠώδης.
即使胚胎已不再拥有卵,剖开时其内部的营养物仍是卵状的。
Χόριον δὲ καὶ ὑμένες ἴδιοι περὶ ἕκαστον γίνονται τῶν ἐμβρύων, καθάπερ ἐπὶ τῶν τετραπόδων.
每个胚胎周围都形成有绒毛膜和各自独立的膜,就像四足动物一样。
Ἔχει δὲ τὰ ἔμβρυα τὴν κεφαλὴν νέα μὲν ὄντα ἄνω, ἁδρυνόμενα δὲ καὶ τέλεα ὄντα κάτω.
此外,胚胎在幼小时头部朝上,而在变大且成熟时则朝下。
Ἐγγίνεται δὲ καὶ ἐν τῇ ἀριστερᾷ ἄρρενα καὶ ἐν τῇ δεξιᾷ θήλεα, καὶ ἐν τῇ αὐτῇ ἅμα θήλεα καὶ ἄρρενα.
而且,左侧产生雄性,右侧产生雌性,同一侧也可能同时产生雌性和雄性。
Καὶ τὰ ἔμβρυα διαιρούμενα, ὁμοίως ὥσπερ ἐπὶ τῶν τετραπόδων, ἔχει τῶν σπλάγχνων ὅσα ἔχει μεγάλα, οἷον τὸ ἧπαρ, καὶ αἱματώδη.
当剖开胚胎时,就像在四足动物中一样,它们所拥有的较大内脏(例如肝脏)是充满血液的。
Πάντα δὲ τὰ σελαχώδη ἅμα ἔχουσιν ἄνω μὲν πρὸς τῷ ὑποζώματι ᾠά, τὰ μὲν μείζω τὰ δ’ ἐλάττω, πολλά, κάτω δ’ ἔμβρυα ἤδη· διὸ πολλοὶ κατὰ μῆνα τίκτειν καὶ ὀχεύεσθαι οἴονται τοὺς τοιούτους τῶν ἰχθύων, ὅτι οὐχ ἅμα πάντα προΐενται, ἀλλὰ πολλάκις καὶ πολὺν χρόνον.
所有的软骨鱼类都在上部横膈膜附近同时拥有许多卵(有的大有的小),而在下部则已经拥有胚胎;因此许多人认为这类鱼每月都会生产和交配,因为它们并不是一次性排出所有幼体,而是多次且持续很长时间。
Τὰ δὲ κάτω ἐν τῇ ὑστέρᾳ ἅμα πέττεται καὶ τελεσιουργεῖται.
而子宫下部的胚胎则在同一时期内发育成熟并孕育完成。
Οἱ μὲν οὖν ἄλλοι γαλεοὶ καὶ ἐξαφιᾶσι καὶ δέχονται εἰς ἑαυτοὺς τοὺς νεοττούς, καὶ αἱ ῥῖναι καὶ αἱ νάρκαι (ἤδη δ’ ὤφθη νάρκη μεγάλη περὶ ὀγδοήκοντα ἔχουσα ἐν ἑαυτῇ ἔμβρυα), ὁ δ’ ἀκανθίας οὐκ εἰσδέχεται μόνος τῶν γαλεῶν διὰ τὴν ἄκανθαν.
因此,其他鲨鱼既排出又重新接纳幼体进入体内,天使鲨和电鳐也是如此(曾有人观察到一只巨大的电鳐体内含有大约八十个胚胎),但刺角鲨在鲨鱼中是唯一因其刺而不接纳幼体的。
Τῶν δὲ πλατέων τρυγὼν καὶ βάτος οὐ δέχονται διὰ τὴν τραχύτητα τῆς κέρκου.
在扁平鱼类中,鲼鱼(sting-ray)和鳐鱼由于尾部粗糙而不接纳幼体。
Οὐκ εἰσδέχεται δ’ οὐδὲ βάτραχος τοὺς νεοττοὺς διὰ τὸ μέγεθος τῆς κεφαλῆς καὶ τὰς ἀκάνθας· οὐδὲ γὰρ ζῳοτοκεῖ μόνος τούτων, ὥσπερ εἴρηται πρότερον.
琵琶鱼也不接纳幼体,这是因为其头部巨大且有刺;因为正如前文所述,它是这些鱼中唯一非胎生的。
Αἱ μὲν οὖν πρὸς ἄλληλα διαφοραὶ τοῦτον ἔχουσι τὸν τρόπον αὐτῶν, καὶ ἡ γένεσις ἡ ἐκ τῶν ᾠῶν·
总之,它们彼此之间的差异以及从卵中发育的情况就是如此。

词汇与语法注释

  1. p.198τὸ δὲ σχῆμα τοῦ ὀστράκου ὅμοιον ταῖς τῶν αὐλῶν γλώτταις — αὐλός 是古希腊的双管管乐器,γλῶττα 指其吹口(双簧片)。此处将鲨鱼和鳐鱼卵囊(俗称“人鱼的钱包”)扁平、呈长方形且四角有角状突起的独特形状,比作双管笛的扁平簧片。
  2. p.198ὥστε ἀναλισκομένων τῶν ᾠῶν ὁμοίως δοκεῖν ἔχειν τὸ ἔμβρυον τοῖς τετράποσιν — 由 ὥστε 引导并接不定词 δοκεῖν 的结果从句。其内部的 ἀναλισκομένων τῶν ᾠῶν 为属格独立结构(名词短语搭配现在被动分词),表示“随着卵(卵黄)被消耗”这一过程。此处准确地描述了平滑鲨(如 Mustelus laevis)的胚胎通过将卵黄囊附着在子宫壁上,形成极类似于哺乳动物(四足动物)的胎盘样结构的发育现象。
  3. p.198ὥσπερ ἐκ κοτυληδόνος ἕκαστος ἠρτημένος — 形容从胎盘盘盏或子宫壁凹陷处(κοτυληδών,原意为“杯”、“吸盘”,在解剖学上指胎盘小叶或结合部)悬挂的状态。伴有比喻的分词 ἠρτημένος(ἀρτάω“悬挂”的完了被动分词)与连词 ὥσπερ 连用,描绘胚胎的脐带悬挂在子宫壁附着点上的样子。
  4. p.199ἔχει τῶν σπλάγχνων ὅσα ἔχει μεγάλα — 由关系代词 ὅσα 引导的限制性关系从句(包含先行词),意为“它们所拥有的较大内脏的全部”(即像肝脏等显著发育的内脏)。τῶν σπλάγχνων 是部分属格,修饰该关系结构。

引用这一段

亚里士多德, 动物志 §6.10#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:6.10%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。