§6.10#1οἱ δ’ ἰχθύες ὅτι μὲν οὐ πάντες ᾠοτοκοῦσιν, εἴρηται πρότερον.
至于鱼类,此前已说明它们并非全部都是卵生的。
Τὰ μὲν γὰρ σελάχη ζῳοτοκεῖ, τὸ δὲ τῶν ἄλλων γένος ἰχθύων ᾠοτοκεῖ.
因为软骨鱼类是胎生的,而其他种类的鱼则是卵生的。
Ζῳοτοκεῖ δὲ τὰ σελάχη πρότερον ᾠοτοκήσαντα ἐν αὑτοῖς, καὶ ἐκτρέφουσιν ἐν αὑτοῖς, πλὴν βατράχου.
软骨鱼类是在体内先产卵,然后在体内孵化抚育,从而成为胎生的,但琵琶鱼除外。
Ἔχουσι δὲ καὶ τὰς ὑστέρας, ὥσπερ ἐν τοῖς ἄνω ἐλέχθη, διαφόρους οἱ ἰχθύες· τὰ μὲν γὰρ ᾠοτοκοῦντα δικρόας ἔχει καὶ κάτω, τὰ δὲ σελάχη ἀρνιθωδεστέρας.
而且正如前文所述,鱼类的子宫形状也各不相同;因为卵生的鱼类其子宫呈分叉状且位于下方,而软骨鱼类的子宫则更像鸟类的。
Διαφέρει δὲ τῆς τῶν ὀρνίθων ὑστέρας, ὅτι οὐ πρὸς τῷ ὑποζώματι ἐνίοις συνίσταται τὰ ᾠά, ἀλλὰ μεταξὺ κατὰ τὴν ῥάχιν, ἐκεῖθεν δ’ αὐξανόμενα μεταβαίνει.
但这与鸟类的子宫不同,因为在某些鱼类中,卵并非在横膈膜附近形成,而是在沿着脊椎的中部形成,并从那里随着生长而移动。
Τὸ δ’ ᾠὸν γίνεται πάντων τῶν ἰχθύων οὐ δίχρων ἀλλὰ μονόχρων, λευκότερον δ’ ἢ ὠχρότερον, καὶ πρότερον καὶ ὅταν ἐνῇ ὁ νεοττός.
所有鱼类的卵都不是双色的,而是单色的,无论是早期阶段还是当幼体在里面时,都是偏白或偏黄的。
Διαφέρει δ’ ἡ γένεσις ἡ ἐκ τοῦ ᾠοῦ τοῦ τῶν ἰχθύων καὶ τῶν ὀρνίθων, ᾗ οὐκ ἔχει τὸν ἕτερον ὀμφαλὸν τείνοντα πρὸς τὸν ὑμένα τὸν ὑπὸ τὸ ὄστρακον· τὸν δ’ εἰς τὸ ὠχρὸν τοῖς ὄρνισι τείνοντα πόρον, τοῦτον ἔχει τοῖν δυοῖν μόνον.
而鱼卵的发育与鸟卵的不同之处在于,它没有延伸到壳下膜的第二条脐带;鸟类中延伸到卵黄的通道,鱼类在两者中仅具有这一个。
Ἡ δ’ ἄλλη γένεσις ἤδη πᾶσα ἡ αὐτὴ ἡ ἐκ τοῦ ᾠοῦ τῶν τε ὀρνίθων καὶ τῶν ἰχθύων· ἐπ’ ἄκρῳ τε γὰρ τούτου γίνεται, καὶ αἱ φλέβες ὁμοίως τείνουσιν ἐκ τῆς καρδίας πρῶτον, καὶ ἡ κεφαλὴ καὶ τὰ ὄμματα καὶ τὰ ἄνω μέγιστα ὁμοίως τὸ πρῶτον· αὐξανομένου δ’ ἀεὶ ἔλαττον γίνεται τὸ ᾠόν, καὶ τέλος ἀφανίζεται καὶ εἰσδύεται ἔσω, καθάπερ ἐν τοῖς ὄρνισιν ὁ νεοττὸς καλούμενος.
此外,鸟类与鱼类从卵中发育的整个过程就完全相同了:因为幼体是在卵的边缘形成的,血管同样首先从心脏延伸出来,头部、眼睛和上部在最初同样是最大的;随着它的生长,卵变得越来越小,最终消失并缩入体内,正如鸟类中被称为雏鸟的生命那样。
Προσπέφυκε δὲ καὶ ὁ ὀμφαλὸς μικρὸν κατώτερον τοῦ στόματος τῆς γαστρός.
此外,脐带附着在略低于胃口的地方。
Ἔστι δὲ νέοις μὲν οὖσιν ὁ ὀμφαλὸς μακρός, αὐξανομένοις δ’ ἐλάττων, καὶ τέλος μικρός, ἕως ἂν εἰσέλθῃ, καθάπερ ἐλέχθη ἐπὶ τῶν ὀρνίθων.
因此,在它们还幼小时,脐带很长,但随着生长而变小,最终变得微小,直到缩入体内,正如在鸟类中所说的那样。
Περιέχεται δὲ τὸ ἔμβρυον καὶ τὸ ᾠὸν ὑμένι κοινῷ· ὑπὸ δὲ τοῦτον ἄλλος ἐστὶν ὑμήν, ὃς περιέχει ἰδίᾳ τὸ ἔμβρυον· μεταξὺ δὲ τῶν ὑμένων ἔνεστιν ὑγρότης.
胚胎和卵被一层共同的膜包围着;在这层膜之下还有另一层膜,它单独包围着胚胎;膜与膜之间存在着液体。
Καὶ ἠ τροφὴ δ’ ὁμοία γίνεται τοῖς ἰχθυδίοις ἐν τῇ κοιλίᾳ ὥσπερ τοῖς τῶν ὀρνίθων νεοττοῖς, ἡ μὲν λευκὴ ἡ δ’ ὠχρά.
小鱼腹中的营养物也与鸟类幼雏相似,一部分是白色的,另一部分是黄色的。
Τὸ μὲν οὖν σχῆμα τῆς ὑστέρας ὡς ἔχει, ἐκ τῶν ἀνατομῶν θεωρείσθω· διαφορὰ δ’ ἐστὶν αὐτοῖς πρὸς αὑτούς, οἷον τοῖς γαλεώδεσι καὶ πρὸς αὑτοὺς καὶ πρὸς τὰ πλατέα.
因此,子宫的形状究竟如何,应当通过解剖来观察;但它们之间存在着差异,例如在鲨类鱼中,它们彼此之间以及与扁平鱼类之间都有所不同。
Ἐνίοις μὲν γὰρ ἐν τῷ μέσῳ τῆς ὑστέρας περὶ τὴν ῥάχιν προσπέφυκε τὰ ᾠά, ὥσπερ εἴρηται, οἷον τοῖς σκυλίοις· αὐξανόμενα δὲ περιέρχεται.
因为在某些鱼类中,正如所说,卵附着在子宫中部脊椎附近,例如狗鲨;随着生长,它们会向周围移动。
Οὔσης δὲ δικρόας τῆς ὑστέρας καὶ προσπεφυκυίας πρὸς τῷ ὑποζώματι, ὥσπερ καὶ τῶν ἄλλων τῶν τοιούτων, περιέρχεται εἰς ἑκάτερον τὸ μέρος.
由于子宫是分叉的,并且附着在横膈膜上,就像其他此类动物一样,它们会移动到左右两个部分中。
Ἔχει δ’ ἡ ὑστέρα καὶ αὕτη καὶ ἡ τῶν ἄλλων τῶν γαλεοειδῶν μικρὸν προελθόντι ἀπὸ τοῦ ὑποζώματος οἷον μαστοὺς λευκούς, οἳ κυημάτων μὴ ἐνόντων οὐκ ἐγγίνονται.
而且,这种子宫以及其他鲨类鱼的子宫,在距离横膈膜不远处,都具有类似白乳头状的突起,当体内没有胚胎时,这些突起是不会出现的。