§5.16Τὸν αὐτὸν δὲ τρόπον γίνονται τοῖς ὀστρακοδέρμοις καὶ τὰ μὴ ἔχοντα ὄστρακα, οἷον αἵ τε κνῖδαι καὶ οἱ σπόγγοι ἐν ταῖς σήραγξι τῶν πετρῶν.
これらと同様の方法で、殻皮類と同様に、また、殻を持たないもの、例えばイソギンチャクや海綿も、岩の空洞の中で生じる。
Ἔστι δὲ τῶν κνιδῶν δύο γένη·
イソギンチャクには二つの類がある。
αἱ μὲν οὖν ἐν τοῖς κοίλοις οὐκ ἀπολύονται τῶν πετρῶν, αἱ δ’ ἐπὶ τοῖς λείοις καὶ πλαταμώδεσιν ἀπολυόμεναι μεταχωροῦσιν.
凹んだ場所にいるものは岩から離れないが、滑らかで平らな場所にいるものは、岩から離れて移動する。
Καὶ αἱ λεπάδες δὲ ἀπολύονται καὶ μεταχωροῦσιν.
カサガイもまた、離れて移動する。
Τῶν δὲ σπόγγων ἐν ταῖς θαλάμαις γίνονται πιννοφύλακες.
海綿の空洞の中には、ピンナの番人が生じる。
Ἔπεστι δ’ οἷον ἀράχνιον ἐπὶ τῶν θαλαμῶν, ὃ διοίγοντες καὶ συνάγοντες θηρεύουσι τὰ ἰχθύδια τὰ μικρά, πρὸς μὲν τὸ εἰσελθεῖν διοίγοντες αὐτά, ὅταν δ’ εἰσέλθῃ, συνάγοντες.
それらの空洞の上には蜘蛛の巣のようなものがあり、これを開いたり閉じたりして小さな小魚を捕らえる。 すなわち、入ってくるためにはこれを開き、入ってしまうと閉じるのである。
Ἔστι δὲ τῶν σπόγγων τρία γένη, ὁ μὲν μανός, ὁ δὲ πυκνός, τρίτος δ’ ὃν καλοῦσιν Ἀχίλλειον λεπτότατος καὶ πυκνότατος καὶ ἰσχυρότατος·
海綿には三つの類がある。 一つは目の粗いもの、一つは密なもの、そして第三はアキレオスと呼ばれるもので、最も薄く、最も密で、最も強い。
ὃν ὑπὸ τὰ κράνη καὶ τὰς κνημῖδας ὑποτιθέασι καὶ ἧττον ἡ πληγὴ ψοφεῖ.
これを兜や脛当ての下に敷き、打撃の音が響きにくくする。
Σπανιώτατος δὲ γίνεται οὗτος.
これはきわめて稀にしか採れない。
Τῶν δὲ πυκνῶν οἱ σκληροὶ σφόδρα καὶ τραχεῖς τράγοι καλοῦνται.
密なもののうち、非常に硬くてざらざらしたものは山羊と呼ばれる。
Φύονται δ’ ἢ πρὸς πέτρᾳ πάντες ἢ ἐν ταῖς θισί, τρέφονται δ’ ἐν τῇ ἰλύϊ.
それらはすべて、岩に付着して育つか、あるいは砂浜に育ち、泥の中で栄養を取る。
Σημεῖον δέ· ὅταν γὰρ ληφθῶσι, φαίνονται μεστοὶ ἰλύος·
その証拠に、それらは採取されると、泥で満ちているのが見られる。
ὅπερ συμβαίνει καὶ τοῖς ἄλλοις τοῖς φυομένοις ἀπὸ τῆς προσφύσεως οὖσα ἡ τροφή.
これは他の付着して成長するものにも当てはまることであり、付着部から栄養が摂取されるからである。
Ἀσθενέστεροι δ’ εἰσὶν οἱ πυκνοὶ τῶν μανῶν διὰ τὸ τὴν πρόσφυσιν εἶναι κατ’ ἔλαττον.
密な海綿は、付着部がより小さいため、目の粗いものよりも弱い。
Ἔχει δὲ καὶ αἴσθησιν, ὡς φασίν.
また、人々が言うには、それらは感覚も持っている。
Σημεῖον δέ· ἐὰν γὰρ μέλλοντος ἀποσπᾶν αἴσθηται, συνάγει ἑαυτὸν καὶ χαλεπὸν ἀφελεῖν ἐστίν.
その証拠に、引き剥がされそうになるのを感知すると、身を縮めるため、剥ぎ取るのが困難になる。
Ταὐτὸ δὲ τοῦτο ποιεῖ καὶ ὅταν ᾖ πνεῦμα πολὺ καὶ κλύδων, πρὸς τὸ μὴ ἀποπίπτειν.
これと同じことを、強風や荒波があるときにも、剥がれ落ちないようにするために行う。
Εἰσὶ δέ τινες οἳ περὶ τούτου ἀμφισβητοῦσιν, ὥσπερ οἱ ἐν Τορώνῃ.
しかし、これについて異議を唱える人々もおり、例えばトロネの人々がそうである。
Τρέφει δ’ ἐν ἑαυτῷ ζῷα, ἕλμινθάς τε καὶ ἕτερ’ ἄττα, ἃ ὅταν ἀποσπασθῇ, τὰ ἰχθύδια τὰ πετραῖα κατεσθίει, καὶ τὰς ῥίζας τὰς ὑπολοίπους·
海綿は自分の中に動物、すなわち回虫やその他のいくつかのものを養っており、海綿が引き剥がされると、岩礁の小魚たちがそれらを食い尽くし、また残された根をも食い尽くす。
ἐὰν δ’ ἀπορραγῇ, φύεται πάλιν ἐκ τοῦ καταλοίπου καὶ ἀναπληροῦται.
また、ちぎれても、残った部分から再び成長して元通りになる。
Μέγιστοι μὲν οὖν γίγνονται οἱ μανοί, καὶ πλεῖστοι περὶ τὴν Λυκίαν, μαλακώτατοι δ’ οἱ πυκνοί·
さて、目の粗いものは最大になり、リュキア周辺に最も多い。 一方、最も柔らかいのは密なものである。
οἱ γὰρ Ἀχίλλειοι στιφρότεροι τούτων εἰσίν.
なぜなら、アキレオスはこれらよりも硬く引き締まっているからである。
Ὅλως δ’ οἱ ἐν τοῖς βαθέσι καὶ εὐδιεινοῖς μαλακώτατοί εἰσιν·
総じて、深海や穏やかな場所にいるものが最も柔らかい。
τὸ γὰρ πνεῦμα καὶ ὁ χειμὼν σκληρύνει, καθάπερ καὶ τἆλλα τὰ φυόμενα, καὶ ἀφαιρεῖται τὴν αὔξησιν·
というのも、風や嵐は、他の植物と同様に、それらを硬くし、その成長を阻むからである。
διὸ καὶ οἱ ἐν Ἐλλησπόντῳ τραχεῖς εἰσὶ καὶ πυκνοί, καὶ ὅλως οἵ τ’ ἐπέκεινα Μαλέας καὶ οἱ ἐντὸς διαφέρουσι μαλακότητι καὶ σκληρότητι.
そのため、ヘレスポントスにいるものはざらざらして密であり、一般にマレア岬の向こう側のものとこちら側のものとでは、柔らかさと硬さにおいて異なっている。
Δεῖ δὲ μηδ’ ἀλέαν εἶναι σφόδρα·
また、暑さが強すぎてもいけない。
σήπεται γάρ, ὥσπερ τὰ φυόμενα.
植物と同様に腐ってしまうからである。
Διὸ οἱ πρὸς ταῖς ἀκταῖς εἰσὶ κάλλιστοι, ἂν ὦσιν ἀγχιβαθεῖς·
そのため、沿岸にいるものは、そこがすぐに深くなっているならば、最も素晴らしい。
εὖ γὰρ κέκρανται πρὸς ἄμφω διὰ τὸ βάθος.
深さのおかげで、両者に対して程よく調和しているからである。
Ἄπλυτοι δ’ ὄντες καὶ ζῶντες ἰδεῖν μέν εἰσι μέλανες.
洗われておらず生きているとき、見た目は黒い。
Ἡ δὲ πρόσφυσίς ἐστιν οὔτε καθ’ ἓν οὔτε κατὰ πᾶν·
その付着部は、一点でもなければ全面でもない。
μεταξὺ γάρ εἰσι πόροι κενοί.
なぜなら、その間には空の導管があるからである。
Περιτέταται δ’ ὥσπερ ὑμὴν περὶ τὰ κάτω· κατὰ πλείω δ’ ἐστὶν ἡ πρόσφυσις.
下部の周りには膜のようなものが張られており、付着は複数の箇所で行われている。
Ἄνωθεν δ’ οἱ μὲν ἄλλοι πόροι συγκεκλεισμένοι, φανεροὶ δ’ εἰσὶ τέτταρες ἢ πέντε·
上部では、他の孔は閉じているが、4つまたは5つがはっきりと見えている。
διό φασιν ἔνιοι τούτους εἶναι καθ’ οὓς δέχεται τὴν τροφήν.
そのため、一部の人々は、これらを通して海綿が食物を取り入れるのだと言っている。
Ἔστι δ’ ἄλλο γένος ὃ καλοῦσιν ἀπλυσίας διὰ τὸ μὴ δύνασθαι πλύνεσθαι·
また、洗うことができないためにアプリュシアイと呼ばれる別の類がある。
τοῦτο δὲ τοὺς μὲν μεγάλους πόρους ἔχει, τὸ δ’ ἄλλο πυκνόν ἐστι πᾶν·
これは、大きな孔を持っているが、その他の部分はすべて密である。
διατμηθὲν δὲ πυκνότερόν ἐστι καὶ γλισχρότερον τοῦ σπόγγου, καὶ τὸ σύνολον πλευμονῶδες.
切り開いてみると、通常の海綿よりも密で粘り気があり、全体として肺のようである。
Ὁμολογεῖται δὲ μάλιστα παρὰ πάντων τοῦτο τὸ γένος αἴσθησιν ἔχειν καὶ πολυχρόνιον εἶναι.
この類は感覚を持っており、かつ長命であることが、すべての人々の間で最も広く認められている。
Διάδηλοι δ’ εἰσὶν ἐν τῇ θαλάττῃ πρὸς τοὺς σπόγγους τῷ τοὺς σπόγγους μὲν εἶναι λευκοὺς ἐφιζούσης τῆς ἰλύος, τούτους δ’ ἀεὶ μέλανας.
海綿との違いは海の中で顕著である。 海綿は泥が沈着して白くなるのに対し、これらは常に黒いからである。
Τὰ μὲν οὖν περὶ τοὺς σπόγγους καὶ τὴν τῶν ὀστρακοδέρμων γένεσιν τοῦτον ἔχει τὸν τρόπον.
さて、海綿に関すること、および殻皮類の発生については、このようになっている。