Humanitext Reader

アリストテレス · 動物誌 §5.15#2

殻皮類の自然発生と生態およびヤドカリの習性

78 / 189 箇所 · ギリシア語

要旨

螺旋状の貝類の特性や生態、様々な殻皮類の発生環境と自然発生の仕組み、およびヤドカリの生態について論じている。

§5.15#2Ἔχουσι δὲ καὶ τὰ ἐπικαλύμματα κατὰ ταὐτὰ ἀμφότερα, καὶ τἆλλα τὰ στρομβώδη, ἐκ γενετῆς ἅπαντα·
また、両者も、そして他の螺旋状の貝類もすべて、生まれたときから同様に蓋を持っている。
νέμονται δ’ ἐξαίροντα τὴν καλουμένην γλῶτταν ὑπὸ τὸ κάλυμμα.
それらは蓋の下からいわゆる舌を突き出して餌を食べる。
Τὸ δὲ μέγεθος τῆς γλώττης ἔχει ἡ πορφύρα μεῖζον δακτύλου, ᾧ νέμεται καὶ διατρυπᾷ τὰ κογχύλια καὶ τὸ αὐτῆς ὄστρακον.
プルプラの舌の大きさは指よりも大きく、それによって餌を食べ、また二枚貝や自分自身の殻に穴をあける。
Ἔστι δὲ καὶ ἡ πορφύρα καὶ ὁ κῆρυξ ἀμφότερα μακρόβια·
プルプラもテングニシも、両者ともに長寿である。
ζῇ γὰρ ἡ πορφύρα περὶ ἔτη ἕξ, καὶ καθ’ ἕκαστον ἐνιαυτὸν φανερά ἐστιν ἡ αὔξησις τοῖς διαστήμασι τοῖς ἐν τῷ ὀστράκῳ τῆς ἕλικος.
なぜなら、プルプラは約6年生き、殻のらせんにおける間隔によって毎年の成長が明らかだからである。
Κηριάζουσι δὲ καὶ οἱ μύες.
イガイもまた蜂の巣作りを行う。
Τὰ δὲ λιμνόστρεα καλούμενα, ὅπου ἂν βόρβορος ᾖ, ἐνταῦθα συνίσταται πρῶτον αὐτῶν ἡ ἀρχή.
いわゆる沼牡蠣は、泥があるところにその始まりが最初に形成される。
Αἱ δὲ κόγχαι καὶ αἱ χῆμαι καὶ οἱ σωλῆνες καὶ οἱ κτένες ἐν τοῖς ἀμμώδεσι λαμβάνουσι τὴν σύστασιν.
他方、コングカイ、ケーマイ、ソーレーネス、クテネスは、砂地において発生する。
Αἱ δὲ πίνναι ὀρθαὶ φύονται ἐκ τοῦ βυσσοῦ ἐν τοῖς ἀμμώδεσι καὶ βορβορώδεσιν.
ピンナイは、砂地や泥地において海底から直立して成長する。
Ἔχουσι δ’ ἐν αὑταῖς πιννοφύλακα, αἱ μὲν καρίδιον αἱ δὲ καρκίνιον·
それらは自分の中にピンナの番人を宿しており、あるものは小さなエビ、あるものは小さなカニである。
οὗ στερισκόμεναι διαφθείρονται θᾶττον.
これを失うと、それらはより早く死んでしまう。
Ὅλως δὲ πάντα τὰ ὀστρακώδη γίνεται καὶ αὐτόματα ἐν τῇ ἰλύϊ, κατὰ τὴν διαφορὰν τῆς ἰλύος ἕτερα, ἐν μὲν τῇ βορβορώδει τὰ ὄστρεα, ἐν δὲ τῇ ἀμμώδει κόγχαι καὶ τὰ εἰρημένα, περὶ δὲ τὰς σήραγγας τῶν πετριδίων τήθυα καὶ βάλανοι καὶ τὰ ἐπιπολάζοντα, οἷον αἱ λεπάδες καὶ οἱ νηρεῖται.
総じて、すべての殻皮類は泥の中で自然発生もするのであり、泥の違いに応じて異なるものが生じる。 すなわち、泥地ではカキが、砂地ではコングカイや上述のものが生じ、小石の空洞の周りではホヤやフジツボ、またカサガイやネレイテスのような表面に付着するものが生じる。
Ἅπαντα μὲν οὖν τὰ τοιαῦτα τὴν αὔξησιν ἔχει ταχεῖαν, μάλιστα δ’ αἵ τε πορφύραι καὶ οἱ κτένες·
さて、このようなものはすべて成長が早いが、特にプルクラとクテネスが顕著である。
ταῦτα γὰρ ἐν ἐνιαυτῷ γίνεται τέλεια.
これらは1年で成体になるからである。
Ἐμφύονται δ’ ἐν ἐνίοις τῶν ὀστρακοδέρμων καρκίνοι λευκοί, τὸ μέγεθος μικροὶ πάμπαν, πλεῖστοι μὲν ἐν τοῖς μυσὶ τοῖς πυελώδεσιν, ἔπειτα καὶ ἐν ταῖς πίνναις οἱ καλούμενοι πιννοτῆραι.
また、一部の殻皮類の中には、きわめて小さい白いカニが寄生する。 これらは、盆状のイガイの中に最も多く、次いでピンナイの中にもおり、いわゆるピンノテーレースと呼ばれる。
Γίνονται δὲ καὶ ἐν τοῖς κτεσὶ καὶ ἐν τοῖς λιμνοστρέοις·
これらはクテネスの中や沼牡蠣の中にも生じる。
αὔξησιν δ’ οὐδεμίαν οὗτοι ἐπίδηλον λαμβάνουσιν.
しかし、これらは目に見える成長をまったく示さない。
Φασὶ δ’ αὐτοὺς οἱ ἁλιεῖς ἅμα συγγίνεσθαι γινομένοις.
漁師たちは、これらが、貝たちが生まれると同時に一緒に生じるのだと言っている。
Ἀφανίζονται δέ τινα χρόνον ἐν τῇ ἄμμῳ καὶ οἱ κτένες, ὥσπερ καὶ αἱ πορφύραι.
また、クテネスも、プルクラと同様に、一定期間砂の中に姿を消す。
Φύεται μὲν οὖν τὰ ὄστρεα καθάπερ εἴρηται, φύεται δ’ αὐτῶν τὰ μὲν ἐν τοῖς τενάγεσι, τὰ δ’ ἐν τοῖς αἰγιαλοῖς, τὰ δ’ ἐν τοῖς σπιλώδεσι τόποις, ἔνια δ’ ἐν τοῖς σκληροῖς καὶ τραχέσι, τὰ δ’ ἐν τοῖς ἀμμώδεσιν.
さて、カキは上述のように発生するが、それらのうち、あるものは浅瀬に、あるものは砂浜に、あるものは岩の多い場所に、あるものは硬くてざらざらした場所に、あるものは砂地に発生する。
Καὶ τὰ μὲν μεταβάλλει τοὺς τόπους, τὰ δ’ οὔ.
接着しているもののうち、あるものは場所を移動するが、あるものは移動しない。
Τῶν δὲ μὴ μεταβαλλόντων αἱ μὲν πίνναι ἐρρίζωνται, οἱ δὲ σωλῆνες καὶ αἱ κόγχαι ἀρρίζωτοι διαμένουσιν·
移動しないもののうち、ピンナイは根を張っているが、ソーレーネスやコングカイは根を張らないままでいる。
ὅταν δ’ ἀνασπασθῶσιν, οὐκέτι δύνανται ζῆν.
しかし、引き抜かれると、もはや生きることができない。
Ὁ δὲ καλούμενος ἀστὴρ οὕτω θερμός ἐστι τὴν φύσιν, ὥσθ’ ὅ τι ἂν λάβῃ, παραχρῆμα ἐξαιρούμενον δίεφθον εἶναι.
いわゆるヒトデは本性において非常に熱く、そのために、捕らえたものは何であれ、すぐに取り出されたときにはすっかり煮えているほどである。
Φασὶ δὲ καὶ σίνος μέγιστον εἶναι τοῦτο ἐν τῷ εὐρίπῳ τῷ τῶν Πυρραίων.
また、これがピュラの瀬戸における最大の害をなすものであると言われている。
Τὴν δὲ μορφὴν ὅμοιόν ἐστι τοῖς γραφομένοις.
その形は、描かれる星の絵に似ている。
Γίνονται δὲ καὶ οἱ καλούμενοι πλεύμονες αὐτόματοι.
また、いわゆるクラーゲも自然発生する。
Ὧι δ’ οἱ γραφεῖς ὀστρέῳ χρῶνται, πάχει τε πολὺ ὑπερβάλλει, καὶ ἔξωθεν τοῦ ὀστράκου τὸ ἄνθος ἐπιγίνεται·
画師たちが用いる貝は、厚みがはるかに勝っており、殻の外側に花が生じる。
εἰσὶ δὲ τὰ τοιαῦτα μάλιστα περὶ τοὺς τόπους τοὺς περὶ Καρίαν.
このようなものは、特にカリア周辺の地域にいる。
Τὸ δὲ καρκίνιον γίνεται μὲν τὴν ἀρχὴν ἐκ τῆς γῆς καὶ ἰλύος, εἶτ’ εἰς τὰ κενὰ τῶν ὀστράκων εἰσδύεται, καὶ αὐξανόμενον μετεισδύνει πάλιν εἰς ἄλλο μεῖζον ὄστρακον, οἷον εἴς τε τὸ τοῦ νηρείτου καὶ τὸ τοῦ στρόμβου καὶ τῶν ἄλλων τῶν τοιούτων, πολλάκις δ’ εἰς τοὺς κήρυκας τοὺς μικρούς.
ヤドカリは、最初は土と泥から発生し、次いで空の貝殻に入り込み、成長するにつれて、再び別のより大きな殻、たとえばネレイテスやストロンボス、その他そのようなものの殻、またしばしば小さなテングニシの殻へと入り直す。
Ὅταν δ’ εἰσδύσῃ, συμπεριφέρει τοῦτο καὶ ἐν τούτῳ τρέφεται πάλιν·
そして、中に入り込むと、それを持ち歩き、その中で再び養われる。
καὶ αὐξανόμενον πάλιν εἰς ἄλλο μετεισδύνει μεῖζον.
そして、さらに成長すると、再び別のより大きなものに入り直す。

語釈・文法注

  1. p.154Τὸ δὲ μέγεθος τῆς γλώττης ἔχει ἡ πορφύρα μεῖζον δακτύλου — Τὸ δὲ μέγεθος は対格(「〜に関して」の観点の対格)として取ることもできるが、ここでは動詞 ἔχει の目的語であり、μεῖζον(比較級形容詞、中性単数)がその目的語に対する述語的補語として機能している。「プルプラは、舌の大きさについて、指よりも大きいものを持っている」の意味。δακτύλου は比較の属格。
  2. p.154οὗ στερισκόμεναι — 分詞 στερισκόμεναι は「奪われる、失う」を意味する στερίσκω の受動相・女性複数(主語は πίνναι)。οὗ は中性単数の関係代名詞属格であり、先行詞は πιννοφύλαξ を指し、奪格的(分離の属格)に機能して分詞に係る。
  3. p.154καὰ τὴν διαφορὰν τῆς ἰλύος ἕτερα — ἕτερα(「異なるものたち」主格中性複数)は、主節の主語である πάντα τὰ ὀστρακώδη に対応する同格、あるいは省略された動詞 γίνεται の主語として機能し、「泥の違いに従って、それぞれ異なるものが生じる」と解される。
  4. p.155Ὧι δ’ οἱ γραφεῖς ὀστρέῳ χρῶνται — 関係代名詞 ᾧ が先行詞 ὀστρέῳ を関係節内に引き込んでいる構造(先行詞の同化)。主節の主語として機能させるには τὸ ὄστρεον ᾧ οἱ γραφεῖς χρῶνται(画師たちが用いる貝殻は…)として理解する。χρῶνται は与格支配の動詞であるため、関係代名詞は与格 ᾧ となっている。

この箇所を引用する

アリストテレス, 動物誌 §5.15#2. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:5.15%232

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。