Humanitext Reader

亚里士多德 · 动物志 §5.16

海葵与海绵的产生分类及其生态

第 79 段,共 189 段 · 希腊语

内容简介

本章介绍了无壳贝类(如海葵和海绵)的产生,阐述了海绵的三种分类(稀疏、紧密和阿喀琉斯海绵)及其感觉、生态,以及被称为“洗不净”的另一品种。

§5.16Τὸν αὐτὸν δὲ τρόπον γίνονται τοῖς ὀστρακοδέρμοις καὶ τὰ μὴ ἔχοντα ὄστρακα, οἷον αἵ τε κνῖδαι καὶ οἱ σπόγγοι ἐν ταῖς σήραγξι τῶν πετρῶν.
以同样的方式,正如壳皮类那样,那些 ¦p.156 没有壳的生物,例如海葵和海绵,也在岩石的空洞中产生。
Ἔστι δὲ τῶν κνιδῶν δύο γένη· αἱ μὲν οὖν ἐν τοῖς κοίλοις οὐκ ἀπολύονται τῶν πετρῶν, αἱ δ’ ἐπὶ τοῖς λείοις καὶ πλαταμώδεσιν ἀπολυόμεναι μεταχωροῦσιν.
海葵有两种:一种在凹陷处不脱离岩石,另一种在光滑和平坦的岩石上脱离并移动。
Καὶ αἱ λεπάδες δὲ ἀπολύονται καὶ μεταχωροῦσιν.
帽贝也会脱离并移动。
Τῶν δὲ σπόγγων ἐν ταῖς θαλάμαις γίνονται πιννοφύλακες.
在海绵的空腔中会产生宾娜守护者。
Ἔπεστι δ’ οἷον ἀράχνιον ἐπὶ τῶν θαλαμῶν, ὃ διοίγοντες καὶ συνάγοντες θηρεύουσι τὰ ἰχθύδια τὰ μικρά, πρὸς μὲν τὸ εἰσελθεῖν διοίγοντες αὐτά, ὅταν δ’ εἰσέλθῃ, συνάγοντες.
在这些空腔上有一层类似蜘蛛网的结构,它们通过开合来捕食小鱼,为了让它们进入而张开,一旦进入就闭合。
Ἔστι δὲ τῶν σπόγγων τρία γένη, ὁ μὲν μανός, ὁ δὲ πυκνός, τρίτος δ’ ὃν καλοῦσιν Ἀχίλλειον λεπτότατος καὶ πυκνότατος καὶ ἰσχυρότατος· ὃν ὑπὸ τὰ κράνη καὶ τὰς κνημῖδας ὑποτιθέασι καὶ ἧττον ἡ πληγὴ ψοφεῖ.
海绵有三种:稀疏的、紧密的,以及第三种被称为“阿喀琉斯”的,它最细密、最紧、最结实;人们将它垫在头盔和护胫下面,使打击的声音变小。
Σπανιώτατος δὲ γίνεται οὗτος.
这种海绵最罕见。
Τῶν δὲ πυκνῶν οἱ σκληροὶ σφόδρα καὶ τραχεῖς τράγοι καλοῦνται.
在紧密的海绵中,那些非常坚硬和粗糙的被称为“山羊”。
Φύονται δ’ ἢ πρὸς πέτρᾳ πάντες ἢ ἐν ταῖς θισί, τρέφονται δ’ ἐν τῇ ἰλύϊ.
它们全都生长在岩石上或沙滩上,并在泥中获取养分。
Σημεῖον δέ· ὅταν γὰρ ληφθῶσι, φαίνονται μεστοὶ ἰλύος· ὅπερ συμβαίνει καὶ τοῖς ἄλλοις τοῖς φυομένοις ἀπὸ τῆς προσφύσεως οὖσα ἡ τροφή.
证据是:当它们被捕获时,里面装满了泥土;这也同样发生在其他靠附着生长的生物身上,因为它们的养分来自附着处。
Ἀσθενέστεροι δ’ εἰσὶν οἱ πυκνοὶ τῶν μανῶν διὰ τὸ τὴν πρόσφυσιν εἶναι κατ’ ἔλαττον.
紧密的海绵比稀疏的要脆弱,因为它们的附着面较小。
Ἔχει δὲ καὶ αἴσθησιν, ὡς φασίν.
正如人们所说,它们也有感觉。
Σημεῖον δέ· ἐὰν γὰρ μέλλοντος ἀποσπᾶν αἴσθηται, συνάγει ἑαυτὸν καὶ χαλεπὸν ἀφελεῖν ἐστίν.
证据是:如果它感觉到有人要拔除它,它就会收缩自身,使其难以被取下。
Ταὐτὸ δὲ τοῦτο ποιεῖ καὶ ὅταν ᾖ πνεῦμα πολὺ καὶ κλύδων, πρὸς τὸ μὴ ἀποπίπτειν.
在有大风和风浪时,它也会做同样的事,以免脱落。
Εἰσὶ δέ τινες οἳ περὶ τούτου ἀμφισβητοῦσιν, ὥσπερ οἱ ἐν Τορώνῃ.
但也有人对此持怀疑态度,比如托罗内的居民。
Τρέφει δ’ ἐν ἑαυτῷ ζῷα, ἕλμινθάς τε καὶ ἕτερ’ ἄττα, ἃ ὅταν ἀποσπασθῇ, τὰ ἰχθύδια τὰ πετραῖα κατεσθίει, καὶ τὰς ῥίζας τὰς ὑπολοίπους· ἐὰν δ’ ἀπορραγῇ, φύεται πάλιν ἐκ τοῦ καταλοίπου καὶ ἀναπληροῦται.
海绵内部养育着动物,包括蠕虫和其他一些东西,当海绵被拔掉时,岩礁上的小鱼会把它们吃掉,并连同残留的根部一起吞食;如果它被扯断,它会从残留的部分重新生长并恢复原状。
Μέγιστοι μὲν οὖν γίγνονται οἱ μανοί, καὶ πλεῖστοι περὶ τὴν Λυκίαν, μαλακώτατοι δ’ οἱ πυκνοί· οἱ γὰρ Ἀχίλλειοι στιφρότεροι τούτων εἰσίν.
稀疏的海绵长得最大,在吕基亚周围最多,而紧密的海绵最柔软,因为阿喀琉斯海绵比它们更紧实。
Ὅλως δ’ οἱ ἐν τοῖς βαθέσι καὶ εὐδιεινοῖς μαλακώτατοί εἰσιν· τὸ γὰρ πνεῦμα καὶ ὁ χειμὼν σκληρύνει, καθάπερ καὶ τἆλλα τὰ φυόμενα, καὶ ἀφαιρεῖται τὴν αὔξησιν· διὸ καὶ οἱ ἐν Ἐλλησπόντῳ τραχεῖς εἰσὶ καὶ πυκνοί, καὶ ὅλως οἵ τ’ ἐπέκεινα Μαλέας καὶ οἱ ἐντὸς διαφέρουσι μαλακότητι καὶ σκληρότητι.
总的来说,深海和风平浪静处的海绵最柔软;因为风和冬天的寒冷会使它们变硬,就像其他生长的生物一样,并夺走其生长空间;因此在赫勒斯滂的海绵粗糙而紧密,总之,马利亚岬角以外和以内的人,在柔软度和硬度上有所不同。
Δεῖ δὲ μηδ’ ἀλέαν εἶναι σφόδρα· σήπεται γάρ, ὥσπερ τὰ φυόμενα.
而且也不能太热;因为它们会像植物一样腐烂。
Διὸ οἱ πρὸς ταῖς ἀκταῖς εἰσὶ κάλλιστοι, ἂν ὦσιν ἀγχιβαθεῖς· εὖ γὰρ κέκρανται πρὸς ἄμφω διὰ τὸ βάθος.
因此,如果沿岸的水很深,那么那里的海绵是最好的;因为由于深度,它们在两方面都得到了很好的调和。
Ἄπλυτοι δ’ ὄντες καὶ ζῶντες ἰδεῖν μέν εἰσι μέλανες.
在没有清洗且活着的时候,它们看起来是黑色的。
Ἡ δὲ πρόσφυσίς ἐστιν οὔτε καθ’ ἓν οὔτε κατὰ πᾶν· μεταξὺ γάρ εἰσι πόροι κενοί.
它们的附着既不是单点也不是全面;因为其间有空置的通道。
Περιτέταται δ’ ὥσπερ ὑμὴν περὶ τὰ κάτω· κατὰ πλείω δ’ ἐστὶν ἡ πρόσφυσις.
底部周围延伸着一层膜;附着是在多个点上。
Ἄνωθεν δ’ οἱ μὲν ἄλλοι πόροι συγκεκλεισμένοι, φανεροὶ δ’ εἰσὶ τέτταρες ἢ πέντε· διό φασιν ἔνιοι τούτους εἶναι καθ’ οὓς δέχεται τὴν τροφήν.
从上面看,其他通道是关闭的,但有四个或五个是明显的;因此有些人说,海绵就是通过这些通道接受养分的。
Ἔστι δ’ ἄλλο γένος ὃ καλοῦσιν ἀπλυσίας διὰ τὸ μὴ δύνασθαι πλύνεσθαι· τοῦτο δὲ τοὺς μὲν μεγάλους πόρους ἔχει, τὸ δ’ ἄλλο πυκνόν ἐστι πᾶν· διατμηθὲν δὲ πυκνότερόν ἐστι καὶ γλισχρότερον τοῦ σπόγγου, καὶ τὸ σύνολον πλευμονῶδες.
还有另一类被称为“洗不净”的,因为它们无法洗干净;这种具有巨大的通道,而其他部分全部是紧密的;切开来看,它比海绵更紧密、更粘稠,总体上呈肺状。
Ὁμολογεῖται δὲ μάλιστα παρὰ πάντων τοῦτο τὸ γένος αἴσθησιν ἔχειν καὶ πολυχρόνιον εἶναι.
大家最一致公认的是,这一类具有感觉并且长寿。
Διάδηλοι δ’ εἰσὶν ἐν τῇ θαλάττῃ πρὸς τοὺς σπόγγους τῷ τοὺς σπόγγους μὲν εἶναι λευκοὺς ἐφιζούσης τῆς ἰλύος, τούτους δ’ ἀεὶ μέλανας.
它们在海中与海绵有明显的区别,因为海绵在泥土沉积时会变白,而这些总是黑色的。
Τὰ μὲν οὖν περὶ τοὺς σπόγγους καὶ τὴν τῶν ὀστρακοδέρμων γένεσιν τοῦτον ἔχει τὸν τρόπον.
关于海绵以及壳皮类的产生,情况就是这样。

词汇与语法注释

  1. ¦p.156¦μέλλοντος ἀποσπᾶν — 省略了作不定式动作发出者(τινός)的属格独立结构,指有人企图将海绵拔起。
  2. ¦p.157¦τῷ τοὺς σπόγγους μὲν εἶναι λευκοὺς... τούτους δ’ ἀεὶ μέλανας — 冠词定语化不定式(τῷ εἶναι)用作表示原因的与格,其中并列对比了带有两个宾格主语(τοὺς σπόγγους 和 τούτους)的“宾格加不定式”结构。

引用这一段

亚里士多德, 动物志 §5.16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:5.16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。