§4.8#2εἰσὶ δέ τινες οἵ φασι καὶ μάλιστα ὀξυηκόους εἶναι τῶν ζῴων τοὺς ἰχθῦς, ἐκ τοῦ διατρίβοντας περὶ τὴν θάλατταν ἐντυγχάνειν τοιούτοις πολλοῖς.
しかし、魚類はすべての動物の中で最も聴覚が鋭いと主張する人々もおり、それは海で多くの時間を過ごすうちに、そのような事例に多く遭遇するからである。
Μάλιστα δ’ εἰσὶ τῶν ἰχθύων ὀξυήκοοι κεστρεύς, χρέμψ, λάβραξ, σάλπη, χρομίς, καὶ ὅσοι ἄλλοι τοιοῦτοι τῶν ἰχθύων· οἱ δ’ ἄλλοι τούτων ἧττον, διὸ μᾶλλον πρὸς τῷ ἐδάφει τῆς θαλάττης ποιοῦνται τὰς διαγωγάς.
魚類の中で特に耳が良いのは、ボラ、クレンプス、スズキ、サルペ、クロミス、およびこれらに類する他のすべての魚であり、他の魚はこれらよりも聴覚が劣るため、海盆に近いところで生活を送ることが多い。
Ὁμοίως δὲ καὶ περὶ ὀσφρήσεως ἔχει.
嗅覚についても同様である。
Τοῦ τε γὰρ μὴ προσφάτου δελέατος οὐκ ἐθέλουσιν ἅπτεσθαι οἱ πλεῖστοι τῶν ἰχθύων, τοῖς τε δελέασιν οὐ τοῖς αὐτοῖς ἁλίσκονται πάντες ἀλλὰ ἰδίοις, διαγινώσκοντες τῷ ὀσφραίνεσθαι·
というのも、大部分の魚は新鮮でない餌には食いつこうとせず、またすべての魚が同じ餌で捕らえられるのではなく、それぞれ独自の餌で捕らえられるのであり、それは嗅ぐことによって識別しているからである。
ἔνια γὰρ δελεάζεται τοῖς δυσώδεσιν, ὥσπερ ἡ σάλπη τῇ κόπρῳ.
なぜなら、あるものは悪臭のあるものでおびき寄せられ、たとえばサルペは糞でおびき寄せられるからである。
Ἔτι δὲ πολλοὶ τῶν ἰχθύων διατρίβουσιν ἐν σπηλαίοις, οὓς ἐπειδὰν βούλωνται προκαλέσασθαι πρὸς τὴν θήραν οἱ ἁλιεῖς, τὸ στόμα τοῦ σπηλαίου περιαλείφουσι ταριχηραῖς ὀσμαῖς, πρὸς ἃς ἐξέρχονται ταχέως.
さらに、多くの魚が洞窟の中に生息しているが、漁師たちが彼らを捕獲のためにおびき出そうとするときには、洞窟の入り口に塩蔵品の匂いを塗りつけ、魚たちはその匂いに惹かれて素早く出てくる。
Ἁλίσκεται δὲ καὶ ἡ ἔγχελυς τοῦτον τὸν τρόπον·
ウナギもこの方法で捕らえられる。
τιθέασι γὰρ τῶν ταριχηρῶν τι κεραμίων, ἐνθέντες εἰς τὸ στόμα τοῦ κεραμίου τὸν καλούμενον ἠθμόν.
すなわち、漁師たちは塩蔵品の入った壺を置き、その壺の口にいわゆる漏斗を差し込んでおくのである。
Καὶ ὅλως δὲ πρὸς τὰ κνισώδη πάντες φέρονται μᾶλλον.
そして一般に、すべての魚は焦げた脂の匂いの方へと、より引き寄せられる。
Καὶ τῶν σηπιῶν δὲ τὰ σαρκία σταθεύσαντες ἕνεκα τῆς ὀσμῆς δελεάζουσι τούτοις·
また、コウイカについても、その身を匂いを立たせるために軽くあぶり、これらを餌とする。
προσέρχονται γὰρ μᾶλλον.
彼らはその方がより近づいてくるからである。
Τοὺς δὲ πολύπους φασὶν ὀπτήσαντες εἰς τοὺς κύρτους ἐντιθέναι οὐδενὸς ἄλλου χάριν ἢ τῆς κνίσης.
また、タコについては、漁師たちはそれを焼いて、焦げた脂の匂い以外の目的ではなく、筌の中に入れると言われている。
Ἔτι δ’ οἱ ῥυάδες ἰχθύες, ὅταν ἐκχυθῇ τὸ πλύμα τῶν ἰχθύων, ἢ τῆς ἀντλίας ἐκχυθείσης, φεύγουσιν ὡς ὀσφραινόμενοι τῆς ὀσμῆς αὐτῶν.
さらに、群泳する魚は、魚の洗い汁が流されたときや、閼伽水が排出されたとき、それらの匂いを嗅ぎ取ったかのように逃げ去る。
Καὶ τοῦ αὑτῶν δὲ αἵματος ταχὺ ὀσφραίνεσθαί φασιν αὐτούς·
また、彼らは自分たちの血の匂いを素早く嗅ぎ取ると言われている。
δῆλον δὲ ποιοῦσι φεύγοντες καὶ ἐκτοπίζοντες μακράν, ὅταν γένηται αἷμα ἰχθύων.
魚の血が流れると、彼らが逃げ去り、遠くへ避難することからそれは明らかである。
Καὶ ὅλως δὲ ἐὰν μὲν σαπρῷ τις δελέατι δελεάσῃ τὸν κύρτον, οὐκ ἐθέλουσιν εἰσδύνειν οὐδὲ πλησιάζειν, ἐὰν δὲ νεαρῷ δελέατι καὶ κεκνισωμένῳ, εὐθὺς φερόμενοι πόρρωθεν εἰσδύνουσιν.
そして全般的に、腐った餌で筌をおびき寄せようとしても、彼らは入り込もうとも近づこうともしないが、新鮮で焦げた脂の匂いのする餌であれば、遠くからでもすぐに引き寄せられて入り込む。
Μάλιστα δὲ φανερόν ἐστι περὶ τῶν εἰρημένων ἐπὶ τῶν δελφίνων·
言及された事柄の中で最も明白なのは、イルカについてである。
οὗτοι γὰρ τῆς ἀκοῆς αἰσθητήριον μὲν οὐδὲν ἔχουσι φανερόν, ἁλίσκονται δὲ διὰ τὸ καρηβαρεῖν ὑπὸ τοῦ ψόφου, καθάπερ εἴρηται πρότερον.
というのも、彼らは聴覚の明確な感覚器官を何も持たないが、以前に述べられたように、音によって頭が朦朧となることで捕らえられるからである。
Οὐδὲ δὴ τῆς ὀσφρήσεως αἰσθητήριον οὐδὲν ἔχει φανερόν, ὀσφραίνεται δ’ ὀξέως.
また、嗅覚の感覚器官も明確なものは何も持たないが、鋭く匂いを嗅ぎ取る。
Ὅτι μὲν οὖν πάσας τὰς αἰσθήσεις ταῦτα ἔχει τὰ ζῷα, φανερόν·
したがって、これらの動物がすべての感覚を持っていることは明白である。
τὰ δὲ λοιπὰ γένη τῶν ζῴων ἔστι μὲν τέτταρα διῃρημένα εἰς γένη, ἃ περιέχει τὸ πλῆθος τῶν λοιπῶν ζῴων, τά τε μαλάκια καὶ τὰ μαλακόστρακα καὶ τὰ ὀστρακόδερμα καὶ ἔτι τὰ ἔντομα, τούτων δὲ τὰ μὲν μαλάκια καὶ τὰ μαλακόστρακα καὶ τὰ ἔντομα ἔχει πάσας τὰς αἰσθήσεις·
さて、残りの動物の類は4つの類に区分され、それらが残りの大半の動物を包括している。 すなわち、軟体類、軟甲類、殻皮類、さらに昆虫類である。 これらのうち、軟体類、軟甲類、昆虫類はすべての感覚を持っている。
καὶ γὰρ ὄψιν ἔχει καὶ ὄσφρησιν καὶ γεῦσιν.
というのも、視覚、嗅覚、味覚を持っているからである。
Τά τε γὰρ ἔντομα ὄντα πόρρω συναισθάνεται, καὶ τὰ πτερωτὰ καὶ τὰ ἄπτερα, οἷον αἱ μέλιτται καὶ οἱ κνῖπες τοῦ μέλιτος·
なぜなら、昆虫類は遠くにいても、有翼のものも無翼のものも、たとえばミツバチやブヨが蜂蜜を感知するからである。
ἐκ πολλοῦ γὰρ αἰσθάνονται ὡς τῇ ὀσμῇ γινώσκοντα.
彼らは遠くからでも、あたかも匂いによって知るかのように感知するのである。
Καὶ ὑπὸ τῆς τοῦ θείου ὀσμῆς πολλὰ ἀπόλλυται.
また、硫黄の匂いによって多くが死滅する。
Ἔτι δ’ οἱ μύρμηκες ὑπ’ ὀριγάνου καὶ θείου περιπαττομένων λείων ἐκλείπουσι τὰς μυρμηκίας, καὶ ἐλαφείου κέρατος θυμιωμένου τὰ πλεῖστα φεύγει τῶν τοιούτων·
さらに、アリはオレガノや硫黄を細かくすり潰して散布されると巣を捨てるし、鹿の角を燻すと、こうした類のものの大部分は逃げ去る。
μάλιστα δὲ φεύγουσι θυμιωμένου τοῦ στύρακος.
特に、エゴノキの樹脂を燻したときに彼らは最も逃げ去る。
Αἵ τε σηπίαι καὶ οἱ πολύποδες καὶ οἱ κάραβοι τοῖς δελέασιν ἁλίσκονται·
また、コウイカやタコ、およびイセエビは餌によって捕らえられる。
καὶ οἵ γε πολύποδες οὕτω μὲν προσέχονται ὥστε μὴ ἀποσπᾶσθαι ἀλλ’ ὑπομένειν τεμνόμενοι, ἐὰν δέ τις κόνυζαν προσενέγκῃ, ἀφιᾶσιν εὐθέως ὀσμώμενοι.
そして、タコなどは餌に非常に執着し、引き剥がされずに身を切られても耐えるほどであるが、もし誰かがコニュザを近づけると、その匂いを嗅ぐやいなや、すぐに餌を離す。
Ὁμοίως δὲ καὶ περὶ γεύσεως·
味覚についても同様である。
τήν τε γὰρ τροφὴν ἑτέραν διώκουσι, καὶ οὐ τοῖς αὐτοῖς πάντα χαίρει χυμοῖς, οἷον ἡ μέλιττα πρὸς οὐδὲν προσιζάνει σαπρὸν ἀλλὰ πρὸς τὰ γλυκέα, ὁ δὲ κώνωψ πρὸς οὐδὲν γλυκὺ ἀλλὰ πρὸς τὰ ὀξέα.
というのも、彼らは異なる食物を求め、すべてのものが同じ味を好むわけではないからである。 たとえば、ミツバチは腐ったものには一切とまらず、甘いものにとまるが、蚊は甘いものにはとまらず、酸っぱいものにとまる。
Τὸ δὲ τῇ ἁφῇ αἰσθάνεσθαι, ὅπερ καὶ πρότερον εἴρηται, πᾶσιν ὑπάρχει τοῖς ζῴοις.
また、触覚によって感知することは、以前にも述べられたように、すべての動物に存在している。
Τὰ δ’ ὀστρακόδερμα ὄσφρησιν μὲν καὶ γεῦσιν ἔχει, φανερὸν δ’ ἐκ τῶν δελεασμῶν, οἷον ἐπὶ τῆς πορφύρας·
殻皮類は嗅覚と味覚を持っており、それは餌によるおびき寄せから明らかであり、たとえばプルプラにおいてそうである。
αὕτη γὰρ δελεάζεται τοῖς σαπροῖς, καὶ προσέρχεται πρὸς τὸ τοιοῦτον δέλεαρ ὡς αἴσθησιν ἔχουσα πόρρωθεν.
なぜなら、これは腐った餌でおびき寄せられ、そのような餌に対して、遠くからでも感知しているかのように近づいてくるからである。
Καὶ τῶν χυμῶν δὲ ὅτι αἴσθησιν ἔχει, φανερὸν ἐκ τῶν αὐτῶν·
また、彼らが味を感知していることも、同じことから明らかである。
πρὸς ἃ γὰρ διὰ τὰς ὀσμὰς προσέρχεται κρίνοντα, τούτων χαίρει καὶ τοῖς χυμοῖς ἕκαστα.
というのも、匂いによって識別して近づいてくるものについて、それぞれのものがその味をも好むからである。
Ἔτι δὲ ὅσα ἔχει στόμα, χαίρει καὶ λυπεῖται τῇ τῶν χυμῶν ἅψει.
さらに、口を持つすべてのものは、味の接触によって快および不快を感じる。
Περὶ δ’ ὄψεως καὶ ἀκοῆς βέβαιον μὲν οὐθέν ἐστιν οὐδὲ λίαν φανερόν, δοκοῦσι δ’ οἵ τε σωλῆνες, ἄν τις ψοφήσῃ, καταδύεσθαι, καὶ φεύγειν κατωτέρω, ὅταν αἴσθωνται τὸ σιδήριον προσιόν (ὑπερέχει γὰρ αὐτῶν μικρόν, τὸ δ’ ἄλλο ὥσπερ ἐν θαλάμῃ ἐστίν), καὶ οἱ κτένες, ἐάν τις προσφέρῃ τὸν δάκτυλον, χάσκουσι καὶ συμμύουσιν ὡς ὁρῶντες.
しかし、視覚と聴覚については確実なものは何もなくなおかつ極めて明白というわけでもないが、マテガイは誰かが音を立てると潜り込み、鉄の道具が近づいてくるのを感知すると、さらに深く逃げるようである(彼らは少しだけ外に突き出ており、残りの部分は巣穴の中にあるような状態だからである)。 またイタヤガイは、誰かが指を近づけると、あたかも見ているかのように殻を開けたり閉じたりする。
Καὶ τοὺς νηρείτας δ’ οἱ θηρεύοντες οὐ κατὰ πνεῦμα προσιόντες θηρεύουσιν, ὅταν θηρεύσωσιν αὐτοὺς εἰς τὸ δέλεαρ, οὐδὲ φθεγγόμενοι ἀλλὰ σιωπῶντες ὡς ὀσφραινομένων καὶ ἀκουόντων·
また、ネレイテスを捕らえる人々は、彼らを餌でおびき寄せて捕獲するとき、風上から近づかずに捕獲し、声を出すこともなく沈黙して近づく。 それは彼らが匂いを嗅ぎ、音を聞くからである。
ἐὰν δὲ φθέγγωνται, φασὶν ὑποφεύγειν αὐτούς.
もし声を出せば、彼らは逃げ去ると言われている。
Ἥκιστα δὲ τὴν ὄσφρησιν τῶν ὀστρακοδέρμων φαίνεται ἔχειν τῶν μὲν πορευτικῶν ἐχῖνος, τῶν δ’ ἀκινήτων τήθυα καὶ βάλανοι.
なお、殻皮類の中で、移動するものとしてはウニが、移動しないものとしてはホヤやフジツボが、最も嗅覚を持たないように思われる。
Περὶ μὲν οὖν τῶν αἰσθητηρίων τοῦτον ἔχει τὸν τρόπον τοῖς ζῴοις πᾶσιν, περὶ δὲ φωνῆς τῶν ζῴων ὧδ’ ἔχει.
さて、すべての動物における感覚器官についてはこのようになっているが、動物の音声については以下のようである。