Humanitext Reader

アリストテレス · 動物誌 §4.8#1

動物の五感とモグラや魚類の感覚器官

62 / 189 箇所 · ギリシア語

要旨

本節では動物の五感の有無について論じられ、モグラの不完全な眼の構造や、魚類が特定の感覚器官を欠きながらも味覚や聴覚、嗅覚を有していることが、具体的な生態や漁法の観察から説明される。

§4.8#1Περὶ δὲ τῶν αἰσθήσεων νῦν λεκτέον·
感覚については、今や語らねばならない。
οὐ γὰρ ὁμοίως πᾶσιν ὑπάρχουσιν, ἀλλὰ τοῖς μὲν πᾶσαι τοῖς δ’ ἐλάττους.
なぜなら、すべての動物に同様に存在するわけではなく、あるものにはすべての感覚が、またあるものにはより少数の感覚が存在するからである。
Εἰσὶ δ’ αἱ πλεῖσται, καὶ παρ’ ἃς οὐδεμία φαίνεται ἴδιος ἑτέρα, πέντε τὸν ἀριθμόν, ὄψις, ἀκοή, ὄσφρησις, γεῦσις, ἁφή.
その最も多いものは数にして5つであり、これら以外には独自の他の感覚は現れない。 すなわち、視覚、聴覚、嗅覚、味覚、触覚である。
Ἄνθρωπος μὲν οὖν καὶ τὰ ζῳοτόκα καὶ πεζά, πρὸς δὲ τούτοις καὶ ὅσα ἔναιμα καὶ ζῳοτόκα, πάντα φαίνεται ἔχοντα ταύτας πάσας, πλὴν εἴ τι πεπήρωται γένος ἕν, οἷον τὸ τῶν ἀσπαλάκων.
さて、人間、および胎生で陸生の動物、さらにこれらに加えて有血で胎生のものはすべて、これらすべてを持っているように見える。 ただし、ある一つの類、たとえばモグラの類が不具になっている場合は例外である。
Τοῦτο γὰρ ὄψιν οὐκ ἔχει·
なぜなら、これは視覚を持たないからである。
ὀφθαλμοὺς γὰρ ἐν μὲν τῷ φανερῷ οὐκ ἔχει, ἀφαιρεθέντος δὲ τοῦ δέρματος ὄντος παχέος ἀπὸ τῆς κεφαλῆς κατὰ τὴν χώραν τὴν ἔξω τῶν ὀμμάτων ἔσωθέν εἰσιν οἱ ὀφθαλμοὶ διεφθαρμένοι, πάντ’ ἔχοντες ταὐτὰ τὰ μέρη τοῖς ἀληθινοῖς·
すなわち、目に見えるところには眼を持たないが、頭部から厚い皮膚が取り除かれると、眼の外部の位置に相当する領域の内側に、不完全な眼が存在し、それは本物の眼と同じ部分をすべて持っている。
ἔχουσι γὰρ τό τε μέλαν καὶ τὸ ἐντὸς τοῦ μέλανος, τὴν καλουμένην κόρην, καὶ τὸ κυκλώπιον, ἐλάττω μέντοι ταῦτα πάντα τῶν φανερῶν ὀφθαλμῶν.
すなわち、黒い部分と、その黒い部分の内側にあるいわゆる瞳孔、および眼球の周辺部を持っているが、ただしこれらすべては目に見える眼よりも小さい。
Εἰς δὲ τὸ ἔξω οὐδὲν σημαίνει τούτων διὰ τὸ τοῦ δέρματος πάχος, ὡς ἐν τῇ γενέσει πηρουμένης τῆς φύσεως·
しかし、皮膚の厚さのために、これらのものは外部に対してはいかなる兆候も示さず、それはあたかも発生において自然が不具にされたかのようである。
εἰσὶ γὰρ ἀπὸ τοῦ ἐγκεφάλου, ᾗ συνάπτει τῷ μυελῷ, δύο πόροι νευρώδεις καὶ ἰσχυροὶ παρ’ αὐτὰς τείνοντες τὰς ἕδρας τῶν ὀφθαλμῶν, τελευτῶντες δ’ εἰς τοὺς ἄνω χαυλιόδοντας.
なぜなら、脳が脊髄と結合する部分から、2つの神経質で強力な管が、眼窩のすぐ脇を通って伸びており、上の犬歯のところで終わっているからである。
Τὰ δ’ ἄλλα καὶ τῶν χρωμάτων αἴσθησιν ἔχει καὶ τῶν ψόφων, ἔτι δ’ ὀσμῆς καὶ χυμῶν.
他の動物は色の感覚も音の感覚も持ち、さらに臭いや味の感覚も持っている。
Τὴν δὲ πέμπτην αἴσθησιν τὴν ἁφὴν καλουμένην καὶ τἆλλα πάντ’ ἔχει ζῷα.
また、5番目の感覚であるいわゆる触覚は、他のすべての動物も持っている。
Ἐν μὲν οὖν ἐνίοις καὶ τὰ αἰσθητήρια φανερώτατα ἐστί, τὰ μὲν τῶν ὀμμάτων καὶ μᾶλλον.
さて、ある動物においては、感覚器官もきわめて明白であり、特に目の器官はなおさらである。
Διωρισμένον γὰρ ἔχει τὸν τόπον τῶν ὀφθαλμῶν καὶ τὸν τῆς ἀκοῆς· ἔνια μὲν γὰρ ὦτα ἔχει, ἔνια δὲ τοὺς πόρους φανερούς.
というのも、目の場所と聴覚の場所は区切られているからであり、あるものは耳を持ち、あるものは明確な孔を持っているからである。
Ὁμοίως δὲ καὶ περὶ ὀσφρήσεως· τὰ μὲν γὰρ ἔχει μυκτῆρας, τὰ δὲ τοὺς πόρους τοὺς τῆς ὀσφρήσεως, οἷον τὸ τῶν ὀρνίθων γένος.
嗅覚についても同様であり、あるものは鼻孔を持ち、あるものは嗅覚の孔を持っている。 例えば鳥の類がそうである。
Ὁμοίως δὲ καὶ τὸ τῶν χυμῶν αἰσθητήριον τὴν γλῶτταν.
味の感覚器官である舌についても同様である。
Ἐν δὲ τοῖς ἐνύδροις, καλουμένοις δὲ ἰχθύσι, τὸ μὲν τῶν χυμῶν αἰσθητήριον, τὴν γλῶτταν, ἔχουσι μέν, ἔχουσι δ’ ἀμυδρῶς·
しかし、水生動物で魚と呼ばれるものでは、味の感覚器官である舌を持ってはいるものの、それはかすかに持っているにすぎない。
ὀστώδη γὰρ καὶ οὐκ ἀπολελυμένην ἔχουσιν.
彼らの舌は骨のようであり、遊離していないからである。
Ἀλλ’ ἐνίοις τῶν ἰχθύων ὁ οὐρανός ἐστι σαρκώδης, οἷον τῶν ποταμίων ἐν τοῖς κυπρίνοις, ὥστε τοῖς μὴ σκοπουμένοις ἀκριβῶς δοκεῖν ταύτην εἶναι γλῶτταν.
しかし、いくつかの魚では口蓋が肉質であり、たとえば川のコイ科の魚においてそうであり、そのため注意深く観察しない者には、これが舌であるように思われる。
Ὅτι δ’ αἰσθάνονται γευόμενα, φανερόν·
しかし、彼らが味わうことで感知していることは明白である。
ἰδίοις τε γὰρ πολλὰ χαίρει χυμοῖς, καὶ τὸ τῆς ἀμίας λαμβάνουσι μάλιστα δέλεαρ καὶ τὸ τῶν πιόνων ἰχθύων, ὡς χαίροντες ἐν τῇ γεύσει καὶ ἐδωδῇ τοῖς τοιούτοις δελέασιν.
なぜなら、多くの魚が特定の味を好み、アミアの餌や、脂ののった魚の餌を最も好んで取るが、これはそのような餌を味わい食べることを喜んでいるからである。
Τῆς δ’ ἀκοῆς καὶ τῆς ὀσφρήσεως οὐδὲν ἔχουσι φανερὸν αἰσθητήριον·
聴覚と嗅覚については、彼らは明確な感覚器官を持っていない。
ὃ γὰρ ἄν τισιν εἶναι δόξειε κατὰ τοὺς τόπους τῶν μυκτήρων, οὐδὲν περαίνει πρὸς τὸν ἐγκέφαλον, ἀλλὰ τὰ μὲν τυφλά, τὰ δὲ φέρει μέχρι τῶν βραγχίων.
鼻孔の場所にあたるところに、ある人には感覚器官があるように思われるかもしれないものは、脳へと全く通じておらず、あるものは行き止まりであり、あるものは鰓にまで至っている。
Ὅτι δὲ καὶ ἀκούουσι καὶ ὀσφραίνονται, φανερόν·
しかし、彼らが聞き、かつ嗅ぐということは明白である。
τούς τε γὰρ ψόφους φεύγοντα φαίνεται τοὺς μεγάλους, οἷον τὰς εἰρεσίας τῶν τριήρων, ὥστε λαμβάνεσθαι ῥᾳδίως ἐν ταῖς θαλάμαις·
実際、大きな音、たとえば三段櫂船の漕ぎ手の音から逃げるのが見られ、そのためその巣穴において容易に捕らえられるからである。
καὶ γὰρ ἂν μικρὸς ᾖ ὁ ἔξω ψόφος, ὅμως τοῖς ἐν τῷ ὑγρῷ τὴν ἀκοὴν ἔχουσι χαλεπὸς καὶ μέγας καὶ βαρὺς φαίνεται πᾶσιν.
というのも、外部の音が小さくても、水中に聴覚を持つすべてのものにとって、その音は不快で、大きく、かつ重く聞こえるからである。
Ὃ συμβαίνει καὶ ἐπὶ τῆς τῶν δελφίνων θήρας·
このことはイルカの捕獲においても起こることである。
ὅταν γὰρ ἀθρόως περικυκλώσωσι τοῖς μονοξύλοις, ψοφοῦντες ἐξ αὐτῶν ἐν τῇ θαλάττῃ ἀθρόους ποιοῦσιν ἐξοκέλλειν φεύγοντας εἰς τὴν γῆν, καὶ λαμβάνουσιν ὑπὸ τοῦ ψόφου καρηβαροῦντας.
すなわち、一本の丸木舟で一斉に取り囲み、それらから海中で音を立てると、イルカたちを一斉に逃げ惑わせて陸へと乗り上げさせ、その音によって頭を朦朧とさせている彼らを捕らえるのである。
Καίτοι οὐδ’ οἱ δελφῖνες τῆς ἀκοῆς οὐδὲν φανερὸν ἔχουσιν αἰσθητήριον.
しかも、イルカでさえも、聴覚の明確な感覚器官を持っていない。
Ἔτι δ’ ἐν ταῖς θήραις τῶν ἰχθύων ὅτι μάλιστα εὐλαβοῦνται ψόφον ποιεῖν ἢ κώπης ἢ δικτύων οἱ περὶ τὴν θήραν ταύτην ὄντες·
さらに、魚の捕獲において、この捕獲に従事する人々は、櫂や網の音を立てることを極力避ける。
ἀλλ’ ὅταν κατανοήσωσιν ἔν τινι τόπῳ πολλοὺς ἀθρόους ὄντας, ἐκ τοσούτου τόπου τεκμαιρόμενοι καθιᾶσι τὰ δίκτυα, ὅπως μήτε κώπης μήτε τῆς ῥύμης τῆς ἁλιάδος ἀφίκηται πρὸς τὸν τόπον ἐκεῖνον ὁ ψόφος·
しかし、ある場所に多くの魚が群がっているのを認めると、その場所から十分離れたところから見当をつけて網を降ろし、櫂の音や漁船の進む音がその場所に届かないようにする。
παραγγέλλουσί τε πᾶσι τοῖς ναύταις ὅτι μάλιστα σιγῇ πλεῖν, μέχρι περ ἂν συγκυκλώσωνται.
そして、すべての船員に、網で取り囲むまでは極力静かに進むよう命じる。
Ἐνίοτε δ’ ὅταν βούλωνται συνδραμεῖν, ταὐτὸν ποιοῦσιν ὅπερ ἐπὶ τῆς τῶν δελφίνων θήρας·
ときに、彼らが魚を一か所に集めたいときには、イルカの捕獲におけるのと同様のことを行う。
ψοφοῦσι γὰρ λίθοις, ἵνα φοβηθέντες συνθέωσιν εἰς ταὐτὸ καὶ τοῖς δικτύοις οὕτω περιβάλλωνται.
すなわち、石で音を立て、魚が恐れて一か所に集まり、そうして網に包み込まれるようにするのである。
Καὶ πρὶν μὲν συγκλεῖσαι, καθάπερ εἴρηται, κωλύουσι ψοφεῖν, ὅταν δὲ κυκλώσωσι, κελεύουσιν ἤδη βοᾶν καὶ ψοφεῖν·
そして、網を閉じる前は、言われたように音を立てるのを禁じるが、取り囲んだ後は、すでに叫び、音を立てるよう命じる。
τὸν γὰρ ψόφον καὶ τὸν θόρυβον ἀκούοντες ἐμπίπτουσι διὰ τὸν φόβον.
なぜなら、彼らはその音と騒ぎを聞いて、恐ろしさのあまり網に飛び込むからである。
Ἔτι δ’ ὅταν ἴδωσιν οἱ ἁλιεῖς ἐκ πάνυ πολλοῦ νεμομένους ἀθρόους πολλοὺς ἐν ταῖς γαλήναις καὶ εὐδίαις ἐπιπολάζοντας, καὶ βουληθῶσιν ἰδεῖν τὰ μεγέθη καὶ τί τὸ γένος αὐτῶν, ἂν μὲν ἀψοφητὶ προσπλεύσωσι, λανθάνουσι καὶ καταλαμβάνουσιν ἐπιπολάζοντας ἔτι, ἐὰν δέ τις τύχῃ ψοφήσας πρότερον, φανεροί εἰσι φεύγοντες.
さらに、漁師たちがきわめて遠くから、穏やかで晴れた日に、水面に群がって餌を食べている多くの魚を見つけ、それらの大きさと種類を見極めようとするとき、もし音を立てずに近づけば、気づかれずに依然として水面にいる魚を捕らえることができるが、もし誰かが事前に音を立ててしまえば、彼らが逃げ去るのがはっきりと見える。
Ἔτι δ’ ἐν τοῖς ποταμοῖς εἰσὶν ἰχθύδια ἄττα ἃ καλοῦσί τινες κόττους·
さらに、川には、ある人々がコットスと呼ぶ小さな魚がいる。
ταῦτα θηρεύουσί τινες διὰ τὸ ὑπὸ ταῖς πέτραις ὑποδεδυκέναι κόπτοντες τὰς πέτρας λίθοις·
これらを捕まえるのに、彼らは石の下に潜り込んでいるのに対し、石を他の石で叩くことによって捕獲する。
τὰ δ’ ἐκπίπτει παραφερόμενα ὡς ἀκούοντα καὶ καρηβαροῦντα ὑπὸ τοῦ ψόφου.
すると、それらは音によって聞き、頭を朦朧とさせて浮き上がって流されてくる。
Ὅτι μὲν οὖν ἀκούουσιν, ἐκ τῶν τοιούτων ἐστὶ φανερόν·
彼らが聞くということは、このようなことから明白である。

語釈・文法注

  1. p.118ἀφαιρεθέντος δὲ τοῦ δέρματος — 属格独立構文(絶対属格)で、受動過去分詞 ἀφαιρεθέντος と名詞 τοῦ δέρματος からなり、「皮膚が取り除かれると」という条件・時の副詞節を形成する。
  2. p.119ὃ γὰρ ἄν τισιν εἶναι δόξειε — 関係代名詞 ὅ に潜在(可能性)を示す ἄν と希求法 δόξειε が組み合わさっており、「ある人々には〜と思われるかもしれないもの」という譲歩ないし仮定的なニュアンスを含む主語を形成している。
  3. p.119τοῖς ἐν τῷ ὑγρῷ τὴν ἀκοὴν ἔχουσι — 冠詞 τοῖς を伴う現在分詞 ἔχουσι の名詞的用法であり、ἐν τῷ ὑγρῷ (液体・水の中に)という副詞句が分詞またはその目的語である τὴν ἀκοήν (聴覚)に係る。「水の中に聴覚を持つ者たちにとって」と解するのが最も自然である。
  4. p.120ὡς ἀκούοντα καὶ καρηβαροῦντα — 接続詞 ὡς と対格分詞 ἀκούοντα および καρηβαροῦντα(先行する中性複数名詞 ἰχθύδια を修飾)の組み合わせ。客観的事実ではなく、観察者から見た「あたかも〜しているかのように」という主観的な理由や状態を表す。

この箇所を引用する

アリストテレス, 動物誌 §4.8#1. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:4.8%231

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。