Humanitext Reader

亚里士多德 · 动物志 §4.8#1

动物的五种感觉以及鼹鼠与鱼类的感官

第 62 段,共 189 段 · 希腊语

内容简介

本节讨论了动物五种感觉的存在情况,阐述了鼹鼠退化眼睛的内部结构,并结合具体的生态和捕鱼方法的观察,说明了鱼类虽然缺乏明显的外部器官,但依然具有味觉、听觉和嗅觉。

§4.8#1Περὶ δὲ τῶν αἰσθήσεων νῦν λεκτέον· οὐ γὰρ ὁμοίως πᾶσιν ὑπάρχουσιν, ἀλλὰ τοῖς μὲν πᾶσαι τοῖς δ’ ἐλάττους.
关于感觉,现在必须加以论述;因为它们并不是同样存在于所有动物中,而是有些具有全部感觉,有些则具有较少的感觉。
Εἰσὶ δ’ αἱ πλεῖσται, καὶ παρ’ ἃς οὐδεμία φαίνεται ἴδιος ἑτέρα, πέντε τὸν ἀριθμόν, ὄψις, ἀκοή, ὄσφρησις, γεῦσις, ἁφή.
感觉的最大数目为五种,除此之外似乎没有其他独特的器官:视觉、听觉、嗅觉、味觉和触觉。
Ἄνθρωπος μὲν οὖν καὶ τὰ ζῳοτόκα καὶ πεζά, πρὸς δὲ τούτοις καὶ ὅσα ἔναιμα καὶ ζῳοτόκα, πάντα φαίνεται ἔχοντα ταύτας πάσας, πλὴν εἴ τι πεπήρωται γένος ἕν, οἷον τὸ τῶν ἀσπαλάκων.
那么,人类以及胎生且陆生的动物,此外还有所有有血且胎生的动物,似乎都具有所有这些感觉,除非某一类群生来残缺,例如鼹鼠。
Τοῦτο γὰρ ὄψιν οὐκ ἔχει· ὀφθαλμοὺς γὰρ ἐν μὲν τῷ φανερῷ οὐκ ἔχει, ἀφαιρεθέντος δὲ τοῦ δέρματος ὄντος παχέος ἀπὸ τῆς κεφαλῆς κατὰ τὴν χώραν τὴν ἔξω τῶν ὀμμάτων ἔσωθέν εἰσιν οἱ ὀφθαλμοὶ διεφθαρμένοι, πάντ’ ἔχοντες ταὐτὰ τὰ μέρη τοῖς ἀληθινοῖς·
因为这种动物没有视觉;它在显露处没有眼睛,但是当从头部剥去那层厚皮时,在对应于眼睛外部的位置,内部有退化了的眼睛,它们具有与真正的眼睛完全相同的各个部位。
ἔχουσι γὰρ τό τε μέλαν καὶ τὸ ἐντὸς τοῦ μέλανος, τὴν καλουμένην κόρην, καὶ τὸ κυκλώπιον, ἐλάττω μέντοι ταῦτα πάντα τῶν φανερῶν ὀφθαλμῶν.
因为它们既有黑色部分,也有黑色部分内部被称为瞳孔的部分,以及眼球周边的部分,不过所有这些都比显露在外的眼睛要小。
Εἰς δὲ τὸ ἔξω οὐδὲν σημαίνει τούτων διὰ τὸ τοῦ δέρματος πάχος, ὡς ἐν τῇ γενέσει πηρουμένης τῆς φύσεως·
但由于皮肤的厚度,这些器官在外部没有任何表现,仿佛在发育过程中自然本身就变残缺了。
εἰσὶ γὰρ ἀπὸ τοῦ ἐγκεφάλου, ᾗ συνάπτει τῷ μυελῷ, δύο πόροι νευρώδεις καὶ ἰσχυροὶ παρ’ αὐτὰς τείνοντες τὰς ἕδρας τῶν ὀφθαλμῶν, τελευτῶντες δ’ εἰς τοὺς ἄνω χαυλιόδοντας.
因为从脑部与脊髓连接的地方,有两条强健的、呈神经状的通道,沿着眼窝延伸,并终结于上犬齿处。
Τὰ δ’ ἄλλα καὶ τῶν χρωμάτων αἴσθησιν ἔχει καὶ τῶν ψόφων, ἔτι δ’ ὀσμῆς καὶ χυμῶν.
其他动物则具有对颜色和声音的感觉,此外还有对气味和味道的感觉。
Τὴν δὲ πέμπτην αἴσθησιν τὴν ἁφὴν καλουμένην καὶ τἆλλα πάντ’ ἔχει ζῷα.
而第五种感觉,即所谓的触觉,其他所有的动物也都具有。
Ἐν μὲν οὖν ἐνίοις καὶ τὰ αἰσθητήρια φανερώτατα ἐστί, τὰ μὲν τῶν ὀμμάτων καὶ μᾶλλον.
那么,在某些动物中,感觉器官是非常明显的,尤其是眼睛的器官更为明显。
Διωρισμένον γὰρ ἔχει τὸν τόπον τῶν ὀφθαλμῶν καὶ τὸν τῆς ἀκοῆς· ἔνια μὲν γὰρ ὦτα ἔχει, ἔνια δὲ τοὺς πόρους φανερούς.
因为它们具有明确划分的眼睛区域和听觉区域;有些动物具有外耳,而有些则具有明显的听觉通道。
Ὁμοίως δὲ καὶ περὶ ὀσφρήσεως· τὰ μὲν γὰρ ἔχει μυκτῆρας, τὰ δὲ τοὺς πόρους τοὺς τῆς ὀσφρήσεως, οἷον τὸ τῶν ὀρνίθων γένος.
嗅觉的情况也类似;有些动物具有鼻孔,有些则具有嗅觉通道,例如鸟类。
Ὁμοίως δὲ καὶ τὸ τῶν χυμῶν αἰσθητήριον τὴν γλῶτταν.
味道的感觉器官——舌头——也是如此。
Ἐν δὲ τοῖς ἐνύδροις, καλουμένοις δὲ ἰχθύσι, τὸ μὲν τῶν χυμῶν αἰσθητήριον, τὴν γλῶτταν, ἔχουσι μέν, ἔχουσι δ’ ἀμυδρῶς· ὀστώδη γὰρ καὶ οὐκ ἀπολελυμένην ἔχουσιν.
但在水生、被称为鱼类的动物中,它们虽然具有味道的感觉器官——舌头,但它们具有得并不明显;因为它们的舌头呈骨质且不游离。
Ἀλλ’ ἐνίοις τῶν ἰχθύων ὁ οὐρανός ἐστι σαρκώδης, οἷον τῶν ποταμίων ἐν τοῖς κυπρίνοις, ὥστε τοῖς μὴ σκοπουμένοις ἀκριβῶς δοκεῖν ταύτην εἶναι γλῶτταν.
但是在某些鱼类中,口盖是多肉的,例如河流中的鲤鱼中就是如此,以致于对那些不仔细观察的人来说,这似乎就是舌头。
Ὅτι δ’ αἰσθάνονται γευόμενα, φανερόν· ἰδίοις τε γὰρ πολλὰ χαίρει χυμοῖς, καὶ τὸ τῆς ἀμίας λαμβάνουσι μάλιστα δέλεαρ καὶ τὸ τῶν πιόνων ἰχθύων, ὡς χαίροντες ἐν τῇ γεύσει καὶ ἐδωδῇ τοῖς τοιούτοις δελέασιν.
但它们通过尝味来进行感觉是显而易见的;因为许多鱼类喜爱特定的味道,最爱咬鲣鱼的饵料以及肥美鱼类的饵料,这表明它们在品尝和食用此类饵料中获得了乐趣。
Τῆς δ’ ἀκοῆς καὶ τῆς ὀσφρήσεως οὐδὲν ἔχουσι φανερὸν αἰσθητήριον· ὃ γὰρ ἄν τισιν εἶναι δόξειε κατὰ τοὺς τόπους τῶν μυκτήρων, οὐδὲν περαίνει πρὸς τὸν ἐγκέφαλον, ἀλλὰ τὰ μὲν τυφλά, τὰ δὲ φέρει μέχρι τῶν βραγχίων.
至于听觉和嗅觉,它们没有任何明显的器官;因为在鼻孔位置上某些人可能认为是的器官,根本不通往脑部,而是有些呈盲管状,有些则延伸到鳃部。
Ὅτι δὲ καὶ ἀκούουσι καὶ ὀσφραίνονται, φανερόν· τούς τε γὰρ ψόφους φεύγοντα φαίνεται τοὺς μεγάλους, οἷον τὰς εἰρεσίας τῶν τριήρων, ὥστε λαμβάνεσθαι ῥᾳδίως ἐν ταῖς θαλάμαις·
但它们既能听又能嗅是显而易见的;因为可以看到它们躲避巨大的声音,例如三列桨战船的划桨声,以至于很容易在它们藏身的洞穴中被捕获。
καὶ γὰρ ἂν μικρὸς ᾖ ὁ ἔξω ψόφος, ὅμως τοῖς ἐν τῷ ὑγρῷ τὴν ἀκοὴν ἔχουσι χαλεπὸς καὶ μέγας καὶ βαρὺς φαίνεται πᾶσιν.
因为即使外面的声音微弱,对于在液体中具有听觉的所有生物来说,那声音依然显得难以忍受、巨大且沉重。
Ὃ συμβαίνει καὶ ἐπὶ τῆς τῶν δελφίνων θήρας· ὅταν γὰρ ἀθρόως περικυκλώσωσι τοῖς μονοξύλοις, ψοφοῦντες ἐξ αὐτῶν ἐν τῇ θαλάττῃ ἀθρόους ποιοῦσιν ἐξοκέλλειν φεύγοντας εἰς τὴν γῆν, καὶ λαμβάνουσιν ὑπὸ τοῦ ψόφου καρηβαροῦντας.
这在捕猎海豚时也是如此;因为当人们用独木舟成群地包围它们,并在海中制造噪音时,会使它们在逃往陆地时成群地搁浅,并因噪音而头昏脑胀,从而被捕获。
Καίτοι οὐδ’ οἱ δελφῖνες τῆς ἀκοῆς οὐδὲν φανερὸν ἔχουσιν αἰσθητήριον.
然而,即使是海豚,也没有任何明显的听觉器官。
Ἔτι δ’ ἐν ταῖς θήραις τῶν ἰχθύων ὅτι μάλιστα εὐλαβοῦνται ψόφον ποιεῖν ἢ κώπης ἢ δικτύων οἱ περὶ τὴν θήραν ταύτην ὄντες· ἀλλ’ ὅταν κατανοήσωσιν ἔν τινι τόπῳ πολλοὺς ἀθρόους ὄντας, ἐκ τοσούτου τόπου τεκμαιρόμενοι καθιᾶσι τὰ δίκτυα, ὅπως μήτε κώπης μήτε τῆς ῥύμης τῆς ἁλιάδος ἀφίκηται πρὸς τὸν τόπον ἐκεῖνον ὁ ψόφος·
此外,在捕鱼时,从事这项工作的人非常小心,尽量不让桨或网发出声音;但当他们发现有许多鱼聚集在某个地方时,他们会从足够远的地方进行估算并撒下网,以防止桨声或渔船行驶的声音传到那个地方。
παραγγέλλουσί τε πᾶσι τοῖς ναύταις ὅτι μάλιστα σιγῇ πλεῖν, μέχρι περ ἂν συγκυκλώσωνται.
他们还命令所有的水手尽量安静地行驶,直到把鱼包围起来。
Ἐνίοτε δ’ ὅταν βούλωνται συνδραμεῖν, ταὐτὸν ποιοῦσιν ὅπερ ἐπὶ τῆς τῶν δελφίνων θήρας· ψοφοῦσι γὰρ λίθοις, ἵνα φοβηθέντες συνθέωσιν εἰς ταὐτὸ καὶ τοῖς δικτύοις οὕτω περιβάλλωνται.
有时,当他们想要让鱼群聚集到一处时,他们会采取与捕猎海豚完全相同的方法:用石头制造噪音,使鱼群因受惊而聚集到同一地点,从而被网包围。
Καὶ πρὶν μὲν συγκλεῖσαι, καθάπερ εἴρηται, κωλύουσι ψοφεῖν, ὅταν δὲ κυκλώσωσι, κελεύουσιν ἤδη βοᾶν καὶ ψοφεῖν· τὸν γὰρ ψόφον καὶ τὸν θόρυβον ἀκούοντες ἐμπίπτουσι διὰ τὸν φόβον.
如前所述,在收网之前,他们禁止发出声音,但一旦包围了鱼群,他们就会命令人们大喊大叫、制造噪音;因为鱼听到声音和嘈杂声,就会因恐惧而落入网中。
Ἔτι δ’ ὅταν ἴδωσιν οἱ ἁλιεῖς ἐκ πάνυ πολλοῦ νεμομένους ἀθρόους πολλοὺς ἐν ταῖς γαλήναις καὶ εὐδίαις ἐπιπολάζοντας, καὶ βουληθῶσιν ἰδεῖν τὰ μεγέθη καὶ τί τὸ γένος αὐτῶν, ἂν μὲν ἀψοφητὶ προσπλεύσωσι, λανθάνουσι καὶ καταλαμβάνουσιν ἐπιπολάζοντας ἔτι, ἐὰν δέ τις τύχῃ ψοφήσας πρότερον, φανεροί εἰσι φεύγοντες.
此外,当渔夫在风平浪静、晴朗的天气里,从极远的地方看见许多鱼成群地在水面觅食并浮出水面,并且想要看清它们的大小和种类时,如果他们不发出声音地驶近,就能在不被察觉的情况下捕获仍在水面浮着的鱼,但如果有人事先不小心发出了声音,它们就会明显地逃走。
Ἔτι δ’ ἐν τοῖς ποταμοῖς εἰσὶν ἰχθύδια ἄττα ἃ καλοῦσί τινες κόττους· ταῦτα θηρεύουσί τινες διὰ τὸ ὑπὸ ταῖς πέτραις ὑποδεδυκέναι κόπτοντες τὰς πέτρας λίθοις· τὰ δ’ ἐκπίπτει παραφερόμενα ὡς ἀκούοντα καὶ καρηβαροῦντα ὑπὸ τοῦ ψόφου.
此外,在河流中有些小鱼,有人称之为杜父鱼;有些人捕猎这些鱼——因为它们躲在石头下面——的方法是用石头敲击那些石头,而它们就会由于听到噪音并感到头昏脑胀而跑出来,随波漂流。
Ὅτι μὲν οὖν ἀκούουσιν, ἐκ τῶν τοιούτων ἐστὶ φανερόν·
因此,从这些事实中可以清楚地看出,它们是具有听觉的。

词汇与语法注释

  1. p.118ἀφαιρεθέντος δὲ τοῦ δέρματος — 独立属格结构,由被动过去分词 ἀφαιρεθέντος 和名词 τοῦ δέρματος 构成,形成表示时间或条件的状语从句(“当皮被除去时”)。
  2. p.119ὃ γὰρ ἄν τισιν εἶναι δόξειε — 关系代词 ὅ 与表示潜在可能性的 ἄν 及希求法动词 δόξειε 结合,构成一个带有潜在语气的主语从句,意为“在某些人看来似乎是……的东西”。
  3. p.119τοῖς ἐν τῷ ὑγρῷ τὴν ἀκοὴν ἔχουσι — 带有冠词 τοῖς 的现在分词 ἔχουσι 的名词性用法。介词短语 ἐν τῷ ὑγρῷ(在液体/水中)修饰分词或其宾语 τὴν ἀκοήν(听觉),最自然的理解是“对于在水中具有听觉的生物”。
  4. p.120ὡς ἀκούοντα καὶ καρηβαροῦντα — 连词 ὡς 与宾格分词 ἀκούοντα 和 καρηβαροῦντα(修饰前面的中性复数名词 ἰχθύδια)结合,表示观察者主观认知的理由或状态,意为“仿佛听到了并感到头昏脑胀”。

引用这一段

亚里士多德, 动物志 §4.8#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:4.8%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。