§4.7#2ἀνορροπύγιος δὲ ἡ πτῆσις αὐτῶν πάντων ἐστί, καὶ τὸ πτερὸν οὐκ ἔχει καυλὸν οὐδὲ σχίσιν.
それらすべての飛行は尾端を上げないものであり、羽は羽軸も切れ込みも持たない。
Ἔτι κεραίας πρὸ τῶν ὀμμάτων ἔχει ἔνια, οἷον αἵ τε ψυχαὶ καὶ οἱ κάραβοι.
さらに、チョウやカブトムシのように、目の前に触角を持っているものもある。
Ὅσα δὲ πηδητικὰ αὐτῶν ἐστί, τούτων τὰ μὲν ἔχει τὰ ὄπισθεν σκέλη μείζω, τὰ δὲ πηδάλια καμπτόμενα εἰς τοὔπισθεν ὥσπερ τὰ τῶν τετραπόδων σκέλη.
それらのうち跳躍するものは、あるものは後ろ脚がより大きく、またあるものは、四肢動物の脚のように後ろに曲がる跳躍脚を持っている。
Πάντα δ’ ἔχει τὰ πρανῆ πρὸς τὰ ὕπτια διάφορα, ὥσπερ καὶ τἆλλα ζῷα.
また、他の動物たちと同様に、すべてが背側と腹側とで異なっている。
Ἡ δὲ τοῦ σώματος σὰρξ οὔτε ὀστρακώδης ἐστὶν οὔθ’ οἷον τὸ ἐντὸς τῶν ὀστρακωδῶν, οὕτω σαρκώδης, ἀλλὰ μεταξύ.
また、その体の肉は殻のようでもなく、被殻類の内部のようにそれほど肉質でもなく、その中間である。
Διὸ καὶ οὔτ’ ἄκανθαν ἔχουσιν οὔτ’ ὀστοῦν οὔθ’ οἷον σήπιον οὔτε κύκλῳ ὄστρακον·
それゆえ、彼らは背骨も骨も、コウイカの甲のようなものも、周囲を囲む殻も持たない。
αὐτὸ γὰρ αὑτὸ τὸ σῶμα διὰ τὴν σκληρότητα σώζει, καὶ οὐ προσδεῖται ἑτέρου ἐρείσματος.
なぜなら、体自体がその硬さによって自身を維持しており、他の支持物を必要としないからである。
Δέρμα δ’ ἔχουσι μέν, πάμπαν δὲ τοῦτο λεπτόν.
皮膚は持ってはいるものの、それはきわめて薄い。
Τὰ μὲν οὖν ἔξωθεν αὐτῶν μόρια ταῦτα καὶ τοιαῦτ’ ἐστίν, ἐντὸς δὲ εὐθὺς μετὰ τὸ στόμα ἔντερον τοῖς μὲν πλείστοις εὐθὺ καὶ ἁπλοῦν μέχρι τῆς ἐξόδου ἐστίν, ὀλίγοις δ’ ἑλιγμὸν ἔχει.
さて、彼らの外部の部位はこれらおよびこのようなものであるが、内部においては、口のすぐ後に、大半のものにおいて腸が排出孔までまっすぐで単純であり、ごくわずかのものにおいてねじれを持っている。
Σπλάγχον δ’ οὐδὲν ἔχει τῶν τοιούτων οὐδὲ πιμελήν, ὥσπερ οὐδ’ ἄλλο τῶν ἀναίμων οὐδέν.
このようなものは内臓を一切持たず、脂肪も持たない。 それは、無血動物の他のどれもが持たないのと同様である。
Ἔνια δ’ ἔχει καὶ κοιλίαν, καὶ ἀπὸ ταύτης τὸ λοιπὸν ἔντερον ἢ ἁπλοῦν ἢ εἱλιγμένον, ὥσπερ αἱ ἀκρίδες.
また、いくつかのものは胃をも持っており、これに続いて残りの腸が、バッタ類のように、単純であるか、またはねじれている。
Ὁ δὲ τέττιξ μόνον τῶν τοιούτων καὶ τῶν ἄλλων ζῴων στόμα οὐκ ἔχει, ἀλλ’ οἷον τοῖς ὀπισθοκέντροις τὸ γλωττοειδές, τοῦτο μακρὸν καὶ συμφυὲς καὶ ἀδιάσχιστον, δι’ οὗ τῇ δρόσῳ τρέφεται μόνον·
しかしセミは、このような昆虫の中でも、また他の動物の中でも唯一、口を持たない。 そうではなく、後ろに針を持つものにおける舌状の器官のような、長く、一続きで、裂け目のないものを持っており、これを通じて露だけで栄養をとる。
ἐν δὲ τῇ κοιλίᾳ οὐκ ἴσχει περίττωμα.
そして胃の中に排出物を生じさせない。
Ἔστι δ’ αὐτῶν πλείω εἴδη, καὶ διαφέρουσι μεγέθει καὶ μικρότητι καὶ τῷ τοὺς μὲν καλουμένους ἀχέτας ὑπὸ τὸ διάζωμα διῃρῆσθαι καὶ ἔχειν ὑμένα φανερόν, τὰ δὲ τεττιγόνια μὴ ἔχειν.
これらにはいくつかの種があり、大きさや小ささにおいて異なるほか、いわゆるアケテスと呼ばれるものは横隔膜の下で分割されていて目に見える膜を持つのに対し、テッティゴニアと呼ばれる小ゼミはそれを持たないことにおいて異なっている。
Ἔστι δ’ ἔνια ζῷα περιττὰ καὶ ἐν τῇ θαλάττῃ, ἃ διὰ τὸ σπάνια εἶναι οὐκ ἔστι θεῖναι εἰς γένος.
また、海の中にもいくつかの奇妙な動物が存在するが、それらは稀であるために、特定の類に分類することができない。
Ἤδη γάρ φασί τινες τῶν ἐμπειρικῶν ἁλιέων οἱ μὲν ἑωρακέναι ἐν τῇ θαλάττῃ ὅμοια δοκίοις, μέλανα, στρογγύλα τε καὶ ἰσοπαχῆ· ἕτερα δὲ καὶ ἀσπίσιν ὅμοια, τὸ μὲν χρῶμα ἐρυθρά, πτερύγια δ’ ἔχοντα πυκνά· καὶ ἄλλα ὅμοια αἰδοίῳ ἀνδρὸς τό τε εἶδος καὶ τὸ μέγεθος, πλὴν ἀντὶ τῶν ὄρχεων πτερύγια ἔχειν δύο, καὶ λαβέσθαι ποτὲ τοιοῦτον τοῦ πολυαγκίστρου τῷ ἄκρῳ.
実際、経験豊かな漁師たちの中には、海の中で梁に似た、黒く、丸く、一様な太さのものを見たことがあると言う者もいれば、また別のものは盾に似て、色は赤く、密集したひれを持っていると言い、さらに別のものは、形も大きさも男の陰茎に似ているが、精巣の代わりに二つのひれを持っており、かつてそのようなものが延縄の先にかかったことがあると言う。
Τὰ μὲν οὖν μέρη τῶν ζῴων πάντων τά τ’ ἐντὸς καὶ τὰ ἐκτὸς περὶ ἕκαστον γένος καὶ ἰδίᾳ καὶ κοινῇ τοῦτον ἔχει τὸν τρόπον.
さて、すべての動物の内部および外部の部位は、それぞれの類に関して、個別的にも共通的にも、このようになっている。