Humanitext Reader

亚里士多德 · 动物志 §4.7#2

有节动物的身体构造与未分类的海洋生物

第 61 段,共 189 段 · 希腊语

内容简介

阐述了有节动物的外部构造(翅、触角、足、表皮特性)与内部构造(消化道、无内脏与脂肪,特别是蝉特有的吸食与发音器官),随后介绍了海中难以归类的奇异稀有生物,并以此总结对所有动物各部位的讨论。

§4.7#2ἀνορροπύγιος δὲ ἡ πτῆσις αὐτῶν πάντων ἐστί, καὶ τὸ πτερὸν οὐκ ἔχει καυλὸν οὐδὲ σχίσιν.
它们所有的飞行都是尾部不向上翘的,且翅膀既没有羽轴也没有分裂。
Ἔτι κεραίας πρὸ τῶν ὀμμάτων ἔχει ἔνια, οἷον αἵ τε ψυχαὶ καὶ οἱ κάραβοι.
此外,有些在眼睛前面具有触角,例如蝴蝶和甲虫。
Ὅσα δὲ πηδητικὰ αὐτῶν ἐστί, τούτων τὰ μὲν ἔχει τὰ ὄπισθεν σκέλη μείζω, τὰ δὲ πηδάλια καμπτόμενα εἰς τοὔπισθεν ὥσπερ τὰ τῶν τετραπόδων σκέλη.
在它们中那些善于跳跃的,有些其后足较大,有些则具有像四足动物的腿一样向后弯曲的跳跃足。
Πάντα δ’ ἔχει τὰ πρανῆ πρὸς τὰ ὕπτια διάφορα, ὥσπερ καὶ τἆλλα ζῷα.
而且,正如其他动物一样,它们所有的背面与腹面都是不同的。
Ἡ δὲ τοῦ σώματος σὰρξ οὔτε ὀστρακώδης ἐστὶν οὔθ’ οἷον τὸ ἐντὸς τῶν ὀστρακωδῶν, οὕτω σαρκώδης, ἀλλὰ μεταξύ.
它们身体的肉既不像壳那样硬,也不像贝壳类内部的肉那样多肉,而是介于两者之间。
Διὸ καὶ οὔτ’ ἄκανθαν ἔχουσιν οὔτ’ ὀστοῦν οὔθ’ οἷον σήπιον οὔτε κύκλῳ ὄστρακον· αὐτὸ γὰρ αὑτὸ τὸ σῶμα διὰ τὴν σκληρότητα σώζει, καὶ οὐ προσδεῖται ἑτέρου ἐρείσματος.
因此,它们既没有脊椎,也没有骨头,既没有像乌贼骨那样的东西,也没有外包的壳;因为身体本身凭借其硬度来维持自身,不需要其他的支撑物。
Δέρμα δ’ ἔχουσι μέν, πάμπαν δὲ τοῦτο λεπτόν.
虽然它们有皮,但它极其薄。
Τὰ μὲν οὖν ἔξωθεν αὐτῶν μόρια ταῦτα καὶ τοιαῦτ’ ἐστίν, ἐντὸς δὲ εὐθὺς μετὰ τὸ στόμα ἔντερον τοῖς μὲν πλείστοις εὐθὺ καὶ ἁπλοῦν μέχρι τῆς ἐξόδου ἐστίν, ὀλίγοις δ’ ἑλιγμὸν ἔχει.
那么,它们外部的部位就是这些和此类样子;而在内部,紧接在口之后,大多数动物的肠子直到排泄口都是直而简单的,只有少数具有弯曲。
Σπλάγχον δ’ οὐδὲν ἔχει τῶν τοιούτων οὐδὲ πιμελήν, ὥσπερ οὐδ’ ἄλλο τῶν ἀναίμων οὐδέν.
此类动物没有任何内脏,也没有脂肪,正如其他无血动物一样,也全都没有。
Ἔνια δ’ ἔχει καὶ κοιλίαν, καὶ ἀπὸ ταύτης τὸ λοιπὸν ἔντερον ἢ ἁπλοῦν ἢ εἱλιγμένον, ὥσπερ αἱ ἀκρίδες.
然而有些也具有胃,由此延伸的其余肠管或者是简单的或者是弯曲的,例如蝗虫。
Ὁ δὲ τέττιξ μόνον τῶν τοιούτων καὶ τῶν ἄλλων ζῴων στόμα οὐκ ἔχει, ἀλλ’ οἷον τοῖς ὀπισθοκέντροις τὸ γλωττοειδές, τοῦτο μακρὸν καὶ συμφυὲς καὶ ἀδιάσχιστον, δι’ οὗ τῇ δρόσῳ τρέφεται μόνον· ἐν δὲ τῇ κοιλίᾳ οὐκ ἴσχει περίττωμα.
但在这些动物以及其他动物中,唯独蝉没有嘴,而是具有一种像尾部有刺动物那样的舌状器官,它既长、合生且不分裂,蝉仅通过此器官以露水为食;在其胃中则不产生排泄物。
Ἔστι δ’ αὐτῶν πλείω εἴδη, καὶ διαφέρουσι μεγέθει καὶ μικρότητι καὶ τῷ τοὺς μὲν καλουμένους ἀχέτας ὑπὸ τὸ διάζωμα διῃρῆσθαι καὶ ἔχειν ὑμένα φανερόν, τὰ δὲ τεττιγόνια μὴ ἔχειν.
它们有数个物种,其差异在于大小,以及被称为“鸣蝉”的种类在横隔膜下方是分隔开的且具有明显的膜,而“小蝉”则不具有此膜。
Ἔστι δ’ ἔνια ζῷα περιττὰ καὶ ἐν τῇ θαλάττῃ, ἃ διὰ τὸ σπάνια εἶναι οὐκ ἔστι θεῖναι εἰς γένος.
海中也有一些奇异的动物,由于它们稀有,无法将它们归入任何一类。
Ἤδη γάρ φασί τινες τῶν ἐμπειρικῶν ἁλιέων οἱ μὲν ἑωρακέναι ἐν τῇ θαλάττῃ ὅμοια δοκίοις, μέλανα, στρογγύλα τε καὶ ἰσοπαχῆ· ἕτερα δὲ καὶ ἀσπίσιν ὅμοια, τὸ μὲν χρῶμα ἐρυθρά, πτερύγια δ’ ἔχοντα πυκνά· καὶ ἄλλα ὅμοια αἰδοίῳ ἀνδρὸς τό τε εἶδος καὶ τὸ μέγεθος, πλὴν ἀντὶ τῶν ὄρχεων πτερύγια ἔχειν δύο, καὶ λαβέσθαι ποτὲ τοιοῦτον τοῦ πολυαγκίστρου τῷ ἄκρῳ.
因为确实,有些经验丰富的渔夫中,有人说曾在海中看见过类似于梁木的东西,呈黑色、圆形且粗细均匀;另一些人则说看见过类似于盾牌的东西,颜色呈红色,具有密集的鳍;还有一些人在外观和大小上都类似于男子的阴茎,只是代替睾丸的是两个鳍,并且曾有这样的一只被多钩钓鱼线的末端钩住。
Τὰ μὲν οὖν μέρη τῶν ζῴων πάντων τά τ’ ἐντὸς καὶ τὰ ἐκτὸς περὶ ἕκαστον γένος καὶ ἰδίᾳ καὶ κοινῇ τοῦτον ἔχει τὸν τρόπον.
因此,所有动物的内部和外部部位,就每个类别而言,无论是特有的还是共有的,情况就是这样。

词汇与语法注释

  1. §4.7#2τὰ δὲ πηδάλια καμπτόμενα — 在指示代词的对比结构(τούτων τὰ μὲν ... τὰ δὲ ...)中,后者的 `τὰ δὲ` 具有名词性,表示“(在跳跃的动物中)其他的一些”。`πηδάλια` 字面意思是“舵”,在此作为宾格宾语,指代跳跃昆虫的“跳跃足”,受省略的主动词 `ἔχει` 支配,`καμπτόμενα` 为其宾语补足语分词。
  2. §4.7#2ἀλλ’ οἷον τοῖς ὀπισθοκέντροις τὸ γλωττοειδές, τοῦτο — 在否定句 `οὐκ ἔχει` 之后的强转折词 `ἀλλ’` 引导的结构中,省略了动词 `ἔχει`。`οἷον` 引入“类似于……的东西”,与格 `τοῖς ὀπισθοκέντροις`(在尾部有刺的动物中)作为领属与格或关联与格修饰 `τὸ γλωττοειδές`(舌状器官)。`τοῦτο` 作为同位语指示代词,承接这一器官并作为后续形容词的主语。
  3. §4.7#2καὶ τῷ τοὺς μὲν καλουμένους ἀχέτας ὑπὸ τὸ διάζωμα διῃρῆσθαι καὶ ἔχειν ὑμένα φανερόν, τὰ δὲ τεττιγόνια μὴ ἔχειν — 与格冠词 `τῷ` 使两个对比性的宾格不定式从句(`τοὺς μὲν ... διῃρῆσθαι καὶ ἔχειν` 与 `τὰ δὲ ... μὴ ἔχειν`)名词化,作为表示原因或方面的与格,受动词 `διαφέρουσι`(在……方面不同)支配。`τοὺς μὲν καλουμένους ἀχέτας` 和 `τὰ δὲ τεττιγόνια` 分别是其对应不定式的主语宾格。
  4. §4.7#2οἱ μὲν ἑωρακέναι ἐν τῇ θαλάττῃ ὅμοια δοκίοις — 作为主句主语 `τινες τῶν ἐμπειρικῶν ἁλιέων`(经验丰富的渔夫中的一些人)的同位语,主格阳性复数 `οἱ μὲν` 明确了一个子群体,并支配间接引语不定式 `ἑωρακέναι`。随后的 `ἕτερα δὲ` 并非人称主语的切换,而是引入了另一个被目击的客体(中性复数),作为省略的看见动词的宾格宾语(或嵌套不定式的主语)。

引用这一段

亚里士多德, 动物志 §4.7#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:4.7%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。