§4.5Οἱ δ’ ἐχῖνοι τὸ μὲν σαρκῶδες οὐκ ἔχουσιν, ἀλλ’ ἴδιον αὐτῶν τοῦτ’ ἐστίν·
ウニ類は、肉質の部分を持っておらず、これが彼ら独自の(特徴)である。
ἐστέρηνται γὰρ πάντες, καὶ οὐκ ἔχουσι σάρκα ἐντὸς οὐδεμίαν·
というのも、彼らはみな肉を欠いており、内部にいかなる肉も持っていないからである。
τὰ δὲ μέλανα πάντες.
しかし、黒い部分はみな持っている。
Ἔστι δὲ γένη πλείω τῶν ἐχίνων, ἓν μὲν τὸ ἐσθιόμενον·
ウニにはいくつかの類があり、一つは食用にされるものである。
τοῦτο δ’ ἐστὶν ἐν ᾧ τὰ καλούμενα ᾠὰ μεγάλα ἐγγίνεται καὶ ἐδώδιμα, ὁμοίως ἐν μείζοσι καὶ ἐλάττοσιν·
これはいわゆる卵が大きく食用に適する形でおこるものであり、より大きいものにもより小さいものにも同様に見られる。
καὶ γὰρ εὐθὺς ἔτι μικροὶ ὄντες ἔχουσι ταῦτα.
というのも、彼らはまだ小さいときからすでにこれらを持っているからである。
Ἄλλα δὲ δύο γένη τό τε τῶν σπατάγγων καὶ τὸ τῶν καλουμένων βρύσσων·
他の二つの類は、スパタンゲースの類と、いわゆるブリュッソスの類である。
γίνονται δ’ οὗτοι πελάγιοι καὶ σπάνιοι.
これらは遠洋性で、稀にしか現れない。
Ἔτι αἱ ἐχινομῆτραι καλούμεναι, μεγέθει πάντων μέγισται.
さらに、いわゆるエキノーメートラーがあり、大きさにおいてすべての中で最大である。
Πρὸς δὲ τούτοῖς ἄλλο γένος μεγέθει μὲν μικρόν, ἀκάνθας δὲ μεγάλας ἔχει καὶ σκληράς, γίνεται δ’ ἐκ τῆς θαλάττης ἐν πολλαῖς ὀργυιαῖς, ᾧ χρῶνται πρὸς τὰς στραγγουρίας τινές.
これらに加えて、大きさは小さいが、大きく硬い棘を持つ別の類があり、海の多くのオルギュイアの深さに生息しており、ある人々はこれを排尿困難に対して用いる。
Περὶ δὲ Τορώνην εἰσὶν ἐχῖνοι λευκοὶ θαλάττιοι καὶ τὰ ὄστρακα καὶ τὰς ἀκάνθας καὶ τὰ ᾠά, μείζους δὲ τῶν ἄλλων εἰς μῆκος·
トローネーの周辺には、殻も棘も卵も白いウニがおり、他のものよりも縦に長い。
ἡ δ’ ἄκανθα οὐ μεγάλη οὐδὲ ἰσχυρὰ ἀλλὰ μαλακωτέρα, τὰ δε μέλανα τὰ ἀπὸ τοῦ στόματος πλείω, καὶ πρὸς μὲν τὸν ἔξω πόρον συνάπτοντα πρὸς ἑαυτὰ δὲ ἀσύναπτα·
その棘は大きくも強くもなく、むしろ柔らかいが、口から伸びる黒い部分はより多く、外への通路とは合流しているが、互いには合流していない。
τούτοις δ’ ὥσπερ διειλημμένος ἐστίν.
そして、これらによってあたかも区切られているかのようである。
Κινοῦνται δὲ μάλιστα καὶ πλειστάκις οἱ ἐδώδιμοι αὐτῶν·
彼らのうち食用にされるものが最もよく、また最も頻繁に移動する。
καὶ σημεῖον δέ τι ἔχουσιν ἐπὶ ταῖς ἀκάνθαις.
そして、彼らは棘の上にある種の特徴を持っている。
Ἔχουσι μὲν οὖν ἅπαντες ᾠά, ἀλλ’ ἔνιοι πάμπαν μικρὰ καὶ οὐκ ἐδώδιμα.
さて、すべてが卵を持っているが、あるものは極めて小さく、食用にならない。
Συμβαίνει δὲ τὴν μὲν λεγομένην κεφαλὴν καὶ τὸ στόμα τὸν ἐχῖνον κάτω ἔχειν, ᾗ δ’ ἀφίησι τὸ περίττωμα, ἄνω.
ところで、ウニはいわゆる頭部と口を下側に持ち、排泄物を出すところを上側に持っている。
Ταὐτὸν δὲ τοῦτο συμβέβηκε τοῖς τε στρομβώδεσι πᾶσι καὶ ταῖς λεπάσιν·
これと同じことが、すべての螺旋状の貝やカサガイ類にも起こっている。
ἡ γὰρ νομὴ ἐκ τῶν κάτωθεν, ὥστε τὸ μὲν στόμα πρὸς τῇ νομῇ, τὸ δὲ περίττωμα ἄνω πρὸς τοῖς πρανέσι τοῦ ὀστράκου.
というのも、餌をとることは下側から行われるため、口は餌をとる場所にあり、排泄物は上側の、殻の傾斜した部分の方にあるからである。
Ἔχει δ’ ὁ ἐχῖνος ὀδόντας πέντε κοίλους ἔνδοθεν, ἐν μέσῳ δὲ τούτων σῶμα σαρκῶδες ἀντὶ γλώττης.
また、ウニは内部が空洞である五本の歯を持っており、それらの真ん中には舌の代わりに肉質の体がある。
Τούτου δ’ ἔχεται ὁ στόμαχος, εἶτα ἡ κοιλία εἰς πέντε μέρη διῃρημένη, πλήρης περιττώματος·
これに続いて食道があり、その次に五つの部分に分かれた、排泄物で満ちた胃がある。
συνέχουσι δὲ πάντες οἱ κόλποι αὐτῆς εἰς ἓν πρὸς τὴν ἔξοδον τῆς περιττώσεως, ᾗ τετρύπηται τὸ ὄστρακον.
そのすべての凹部は、殻に穴が開いている排泄物の出口に向かって、一つに合流している。
Ὑπὸ δὲ τὴν κοιλίαν ἐν ἄλλῳ ὑμένι τὰ καλούμενα ᾠά ἐστιν, ἴσα τὸν ἀριθμὸν ὄντα ἐν πᾶσιν·
そして胃の下、別の膜の中にいわゆる卵があり、すべてにおいて数が等しい。
πέντε γάρ ἐστι τὸ πλῆθος καὶ περιττά.
というのも、その数は五つであり、奇数だからである。
Ἄνω δὲ τὰ μέλανα ἀπὸ τῆς ἀρχῆς τῶν ὀδόντων ἤρτηται, ἅ ἐστι πικρὰ καὶ οὐκ ἐδώδιμα.
また、上側では、歯の起点から黒い部分が垂れ下がっており、これらは苦く、食用にはならない。
Ἐν πολλοῖς δὲ τῶν ζῴων τὸ τοιοῦτόν ἐστιν ἢ τὸ ἀνάλογον·
多くの動物において、このようなもの、あるいはそれに対応するものが存在している。
καὶ γὰρ ἐν ταῖς χελώναις καὶ ἐν φρύναις καὶ ἐν βατράχοις καὶ ἐν τοῖς στρομβώδεσι καὶ τοῖς μαλακίοις·
というのも、カメ類や、ヒキガエル類や、カエル類や、螺旋状の貝、および軟体類においてもそうだからである。
ἀλλὰ τῷ χρώματι διαφέρει, καὶ ἄβρωτά ἐστιν ἐν πᾶσι τὰ τοιαῦτα ἢ πάμπαν ἢ μᾶλλον.
しかし色において異なっており、このようなものはすべてにおいて、全く、あるいはかなり食べられない。
Κατὰ μὲν οὖν τὴν ἀρχὴν καὶ τελευτὴν συνεχὲς τὸ σῶμα τοῦ ἐχίνου ἐστί, κατὰ δὲ τὴν ἐπιφάνειαν οὐ συνεχὲς ἀλλ’ ὅμοιον λαμπτῆρι μὴ ἔχοντι τὸ κύκλῳ δέρμα.
さて、起点と終点においては、ウニの体は連続しているが、表面においては連続しておらず、周囲の皮膜を持たないランタンに似ている。
Ταῖς δ’ ἀκάνθαις ὁ ἐχῖνος χρῆται ὡς ποσίν·
ウニは棘を足として用いる。
ταύταις γὰρ ἀπερειδόμενος καὶ κινούμενος μεταβάλλει τὸν τόπον.
というのも、これらに身を支え、また動かすことによって、場所を変えるからである。