§3.8ἔστι δὲ καὶ ὁ χόνδρος τῆς αὐτῆς φύσεως τοῖς ὀστοῖς, ἀλλὰ τῷ μᾶλλον διαφέρει καὶ ἧττον.
軟骨も骨と同じ性質を持つが、程度の差(より多いか少ないか)がある。
Καὶ ὥσπερ οὐδ’ ὀστοῦν οὐδ’ ὁ χόνδρος αὐξάνεται, ἂν ἀποκοπῇ.
また、骨と同様に、軟骨も切り取られると成長しない。
Εἰσὶ δ’ ἐν μὲν τοῖς χερσαίοις καὶ ζῳοτόκοις τῶν ἐναίμων ἄτρητοι οἱ χόνδροι, καὶ οὐ γίνεται ἐν αὐτοῖς ὥσπερ ἐν τοῖς ὀστοῖς μυελός·
有血動物の陸生で胎生のものにおいては、軟骨には穴がなく、骨におけるようにその中に骨髄が生じることはない。
ἐν δὲ τοῖς σελάχεσιν (ταῦτα γάρ ἐστι χονδράκανθα) ἔνεστιν αὐτῶν ἐν τοῖς πλατέσι τὸ κατὰ τὴν ῥάχιν ἀνάλογον τοῖς ὀστοῖς χονδρῶδες, ἐν οἷς ὑπάρχει ὑγρότης μυελώδης.
しかし、軟骨魚類(これらは軟骨性の骨を持つ)においては、それらの扁平な部位、すなわち背骨に沿った骨に相当する軟骨部分の中に、骨髄に似た流動体が存在する。
Τῶν ζῳοτοκούντων δὲ πεζῶν περί τε τὰ ὦτα χόνδροι εἰσὶ καὶ τοὺς μυκτῆρας καὶ περὶ ἔνια ἀκρωτήρια τῶν ὀστῶν.
陸生・胎生の動物においては、耳のまわりや鼻孔、およびいくつかの骨の末端部に軟骨がある。
§3.9Ἔτι δ’ ἐστὶν ἄλλα γένη μορίων, οὔτε τὴν αὐτὴν ἔχοντα φύσιν τούτοις οὔτε πόρρω τούτων, οἷον ὄνυχές τε καὶ ὁπλαὶ καὶ χηλαὶ καὶ κέρατα, καὶ ἔτι παρὰ ταῦτα ῥύγχος, οἷον ἔχουσιν οἱ ὄρνιθες, ἐν οἷς ὑπάρχει ταῦτα τὰ μόρια τῶν ζῴων.
さらに、これらと同じ性質を持たないが、これらから遠くもない他の部分の類がある。 たとえば、爪、蹄(単一の蹄、割れた蹄)、角、そしてこれらに加えて、鳥類が持っているようなくちばしであり、これらは動物のうちでそれらの部位を持つものに存在する。
Ταῦτα μὲν γὰρ καὶ καμπτὰ καὶ σχιστά, ὀστοῦν δ’ οὐδὲν καμπτὸν οὐδὲ σχιστόν, ἀλλὰ θραυστόν.
なぜなら、これらは曲げることも裂くこともできるが、骨は曲げることも裂くこともできず、砕けやすいからである。
Καὶ τὰ χρώματα τῶν κεράτων καὶ τῶν ὀνύχων καὶ χηλῆς καὶ ὁπλῆς κατὰ τὴν τοῦ δέρματος καὶ τῶν τριχῶν ἀκολουθεῖ χρόαν.
また、角、爪、割れた蹄、単一の蹄の色は、皮膚や毛の色に従う。
Τῶν τε γὰρ μελανοδερμάτων μέλανα τὰ κέρατα καὶ αἱ χηλαὶ καὶ αἱ ὁπλαί, ὅσα χηλὰς ἔχει, καὶ τῶν λευκῶν λευκά, μεταξὺ δὲ τὰ τῶν ἀνὰ μέσον.
黒い皮膚を持つものにおいては、角や割れた蹄や単一の蹄(割れた蹄を持つものであれば)は黒く、白い皮膚を持つものにおいては白く、中間の皮膚を持つものにおいては中間の色である。
Ἔχει δὲ καὶ περὶ τοὺς ὄνυχας τὸν αὐτὸν τρόπον.
爪に関しても同様である。
Οἱ δὲ ὀδόντες κατὰ τὴν τῶν ὀστῶν εἰσὶ φύσιν.
一方、歯は骨の性質に従っている。
Διόπερ τῶν μελάνων ἀνθρώπων, ὥσπερ Αἰθιόπων καὶ τῶν τοιούτων, οἱ μὲν ὀδόντες λευκοὶ καὶ τὰ ὀστᾶ, οἱ δ’ ὄνυχες μέλανες, ὥσ περ καὶ τὸ πᾶν δέρμα.
それゆえ、エチオピア人などの黒人の場合、歯と骨は白いが、爪は皮膚全体と同じように黒い。
Τῶν δὲ κεράτων τὰ μὲν πλεῖστα κοῖλά ἐστιν ἀπὸ τῆς προσφύσεως περὶ τὸ ἐντὸς ἐκπεφυκὸς ἐκ τῆς κεφαλῆς ὀστοῦν, ἐπ’ ἄκρου δ’ ἔχει τὸ στερεόν, καὶ ἔστιν ἁπλᾶ·
角の大部分は、頭部から内部に向かって生え出た骨の周囲の接合部から空洞になっており、先端部だけが中まで詰まっており、枝分かれしていない。
τὰ δὲ τῶν ἐλάφων μόνα δι’ ὅλου στερεὰ καὶ πολυσχιδῆ.
しかし、鹿の角だけは、全体が中まで詰まっており、多くの枝に分かれている。
Καὶ τῶν μὲν ἄλλων τῶν ἐχόντων κέρας οὐδὲν ἀποβάλλει τὰ κέρατα, ἔλαφος δὲ μόνον καθ’ ἕκαστον ἔτος, ἐὰν μὴ ἐκτμηθῇ·
そして、角を持つ他の動物はいずれも角を落とさないが、鹿だけは毎年(去勢されない限り)角を落とす。
περὶ δὲ τῶν ἐκτετμημένων ἐν τοῖς ὕστερον λεχθήσεται.
去勢されたものについては、後に述べられる。
Τὰ δὲ κέρατα προσπέφυκε μᾶλλον τῷ δέρματι ἢ τῷ ὀστῷ·
角は骨よりもむしろ皮膚に強く結合している。
διὸ καὶ ἐν Φρυγίᾳ εἰσὶ βόες καὶ ἄλλοθι κινοῦσαι τὰ κέρατα ὥσπερ τὰ ὦτα.
そのため、フリュギアや他の場所には、耳のように角を動かす牛が存在する。
Τῶν δ’ ἐχόντων ὄνυχας (ἔχει δ’ ὄνυχας ἅπαντα ὅσαπερ δακτύλους, δακτύλους δ’ ὅσα πόδας, πλὴν ἐλέφας·
爪を持つもの(指を持つものはすべて爪を持ち、足を持つものはすべて指を持つ。
οὗτος δὲ καὶ δακτύλους ἀσχίστους καὶ ἠρέμα διηρθρωμένους καὶ ὄνυχας ὅλως οὐκ ἔχει) τῶν δ’ ἐχόντων τὰ μέν ἐστιν εὐθυώνυχα, ὥσπερ ἄνθρωπος, τὰ δὲ γαμψώνυχα, ὥσπερ καὶ τῶν πεζῶν λέων καὶ τῶν πτηνῶν ἀετός.
ただし象は除く。 象は割れておらず、かすかに関節があるだけの指を持ち、爪は全く持たない)のうち、あるものは人間のように真っ直ぐな爪を持ち、他のものは陸生動物のライオンや鳥類のワシのように、かぎ爪を持つ。
§3.10Περὶ δὲ τριχῶν καὶ τῶν ἀνάλογον καὶ δέρματος τόνδ’ ἔχει τὸν τρόπον.
毛とそれに相当するもの、および皮膚については、次のようになっている。
Τρίχας μὲν ἔχει τῶν ζῴων ὅσα πεζὰ καὶ ζῳοτόκα, φολίδας δ’ ὅσα πεζὰ καὶ ᾠοτόκα, λεπίδας δ’ ἰχθύες μόνοι, ὅσοι ᾠοτοκοῦσι τὸ ψαθυρὸν ᾠόν·
動物のうち、陸生で胎生のものは毛を持ち、陸生で卵生のものは角質鱗を持ち、魚類だけが、脆い卵を産むものに限り鱗を持つ。
τῶν γὰρ μακρῶν γόγγρος μὲν οὐ τοιοῦτον ἔχει ᾠόν, οὐδ’ ἡ μύραινα, ἐγχέλυς δ’ ὅλως οὐκ ἔχει.
なぜなら、細長い魚類のうち、アナゴはそのような卵を持たず、ウツボもそうであり、ウナギは卵を全く持たないからである。
Τὰ δὲ πάχη τῶν τριχῶν καὶ αἱ λεπτότητες καὶ τὰ μεγέθη διαφέρουσι κατὰ τοὺς τόπους, ἐν οἷς ἂν ὦσι τῶν μερῶν, καὶ ὁποῖον ἂν ᾖ τὸ δέρμα·
毛の太さや細さ、および大きさは、それが存在する部位の場所や、皮膚がどのようであるかによって異なる。
ὡς γὰρ ἐπὶ τὸ πολὺ ἐν τοῖς παχυτέροις δέρμασι σκληρότεραι αἱ τρίχες καὶ παχύτεραι, πλείους δὲ καὶ μακρότεραι ἐν τοῖς κοιλοτέροις καὶ ὑγροτέροις, ἄνπερ ὁ τόπος ᾖ τοιοῦτος οἷος ἔχειν τρίχας.
なぜなら、概して、より厚い皮膚においては毛はより硬く、より太く、より窪んで湿った部位においては、もしそこが毛の生えるような場所であれば、より数が多く、より長いからである。
Ὁμοίως δὲ καὶ περὶ τῶν λεπιδωτῶν ἔχει καὶ τῶν φολιδωτῶν.
鱗を持つものや、角質鱗を持つものについても同様である。
Ὅσα μὲν οὖν μαλακὰς ἔχει τὰς τρίχας, εὐβοσίᾳ χρώμενα σκληροτέρας ἴσχει, ὅσα δὲ σκληράς, μαλακωτέρας καὶ ἐλάττους.
さて、柔らかい毛を持つものは、十分な栄養を得ると、より硬い毛を持つようになり、硬い毛を持つものは、より柔らかく、より少ない毛を持つようになる。
Διαφέρουσι δὲ καὶ κατὰ τοὺς τόπους τοὺς θερμοτέρους καὶ ψυχροτέρους, οἷον αἱ τῶν ἀνθρώπων τρίχες ἐν μὲν τοῖς θερμοῖς σκληραί, ἐν δὲ τοῖς ψυχροῖς μαλακαί.
また、温暖な地域と寒冷な地域によっても異なり、たとえば人間の髪の毛は、温暖な地域では硬く、寒冷な地域では柔らかい。
Εἰσὶ δ’ αὖ αἱ μὲν εὐθεῖαι μαλακαί, αἱ δὲ κεκαμμέναι σκληραί.
さらに、直毛は柔らかく、縮れ毛は硬い。