§3.8ἔστι δὲ καὶ ὁ χόνδρος τῆς αὐτῆς φύσεως τοῖς ὀστοῖς, ἀλλὰ τῷ μᾶλλον διαφέρει καὶ ἧττον.
软骨也与骨骼具有相同的性质,但存在着程度上的差异(多或少)。
Καὶ ὥσπερ οὐδ’ ὀστοῦν οὐδ’ ὁ χόνδρος αὐξάνεται, ἂν ἀποκοπῇ.
而且正如骨骼一样,软骨如果被切除也不会再生长。
Εἰσὶ δ’ ἐν μὲν τοῖς χερσαίοις καὶ ζῳοτόκοις τῶν ἐναίμων ἄτρητοι οἱ χόνδροι, καὶ οὐ γίνεται ἐν αὐτοῖς ὥσπερ ἐν τοῖς ὀστοῖς μυελός· ἐν δὲ τοῖς σελάχεσιν (ταῦτα γάρ ἐστι χονδράκανθα) ἔνεστιν αὐτῶν ἐν τοῖς πλατέσι τὸ κατὰ τὴν ῥάχιν ἀνάλογον τοῖς ὀστοῖς χονδρῶδες, ἐν οἷς ὑπάρχει ὑγρότης μυελώδης.
在有血、陆生且胎生的动物中,软骨是无孔的,并且在它们之中不会像在骨骼中那样产生骨髓;但在软骨鱼类中(因为这些动物具有软骨质的刺),在它们扁平的部位中,存在着在脊椎处与骨骼相当的软骨物质,其中含有像骨髓一样的液体。
Τῶν ζῳοτοκούντων δὲ πεζῶν περί τε τὰ ὦτα χόνδροι εἰσὶ καὶ τοὺς μυκτῆρας καὶ περὶ ἔνια ἀκρωτήρια τῶν ὀστῶν.
在胎生、陆生的动物中,在耳朵、鼻孔周围以及某些骨骼的末端存在着软骨。
§3.9Ἔτι δ’ ἐστὶν ἄλλα γένη μορίων, οὔτε τὴν αὐτὴν ἔχοντα φύσιν τούτοις οὔτε πόρρω τούτων, οἷον ὄνυχές τε καὶ ὁπλαὶ καὶ χηλαὶ καὶ κέρατα, καὶ ἔτι παρὰ ταῦτα ῥύγχος, οἷον ἔχουσιν οἱ ὄρνιθες, ἐν οἷς ὑπάρχει ταῦτα τὰ μόρια τῶν ζῴων.
此外,还有其他类别的部分,它们既不具有与这些相同的性质,也不远离它们,例如爪、蹄(单蹄和裂蹄)以及角,此外还有像鸟类所拥有的喙,存在于拥有这些部位的动物中。
Ταῦτα μὲν γὰρ καὶ καμπτὰ καὶ σχιστά, ὀστοῦν δ’ οὐδὲν καμπτὸν οὐδὲ σχιστόν, ἀλλὰ θραυστόν.
因为这些既可以弯曲也可以劈开,而骨骼没有可以弯曲或劈开的,而是易碎的。
Καὶ τὰ χρώματα τῶν κεράτων καὶ τῶν ὀνύχων καὶ χηλῆς καὶ ὁπλῆς κατὰ τὴν τοῦ δέρματος καὶ τῶν τριχῶν ἀκολουθεῖ χρόαν.
角、爪、裂蹄和单蹄的颜色,遵循皮肤和毛发的颜色。
Τῶν τε γὰρ μελανοδερμάτων μέλανα τὰ κέρατα καὶ αἱ χηλαὶ καὶ αἱ ὁπλαί, ὅσα χηλὰς ἔχει, καὶ τῶν λευκῶν λευκά, μεταξὺ δὲ τὰ τῶν ἀνὰ μέσον.
因为在黑皮肤的动物中,角、裂蹄和单蹄(对于拥有裂蹄的动物)是黑色的,在白皮肤的动物中是白色的,而在中间皮肤的动物中则是中间色。
Ἔχει δὲ καὶ περὶ τοὺς ὄνυχας τὸν αὐτὸν τρόπον.
关于爪也是同样的情况。
Οἱ δὲ ὀδόντες κατὰ τὴν τῶν ὀστῶν εἰσὶ φύσιν.
而牙齿则属于骨骼的性质。
Διόπερ τῶν μελάνων ἀνθρώπων, ὥσπερ Αἰθιόπων καὶ τῶν τοιούτων, οἱ μὲν ὀδόντες λευκοὶ καὶ τὰ ὀστᾶ, οἱ δ’ ὄνυχες μέλανες, ὥσ περ καὶ τὸ πᾶν δέρμα.
因此,对于黑人,如埃塞俄比亚人及类似的人,牙齿和骨骼是白色的,而指甲则是黑色的,正如整块皮肤一样。
Τῶν δὲ κεράτων τὰ μὲν πλεῖστα κοῖλά ἐστιν ἀπὸ τῆς προσφύσεως περὶ τὸ ἐντὸς ἐκπεφυκὸς ἐκ τῆς κεφαλῆς ὀστοῦν, ἐπ’ ἄκρου δ’ ἔχει τὸ στερεόν, καὶ ἔστιν ἁπλᾶ· τὰ δὲ τῶν ἐλάφων μόνα δι’ ὅλου στερεὰ καὶ πολυσχιδῆ.
大多数角从围绕着自头部内部生长出来的骨骼的结合处开始是空心的,而在末端则是实心的,并且是单支的;但唯独鹿的角是通体实心且多叉的。
Καὶ τῶν μὲν ἄλλων τῶν ἐχόντων κέρας οὐδὲν ἀποβάλλει τὰ κέρατα, ἔλαφος δὲ μόνον καθ’ ἕκαστον ἔτος, ἐὰν μὴ ἐκτμηθῇ· περὶ δὲ τῶν ἐκτετμημένων ἐν τοῖς ὕστερον λεχθήσεται.
在其他拥有角的动物中,没有一种会脱落角,唯独鹿每年都会脱落,除非被阉割;关于被阉割的鹿,将在后面进行论述。
Τὰ δὲ κέρατα προσπέφυκε μᾶλλον τῷ δέρματι ἢ τῷ ὀστῷ· διὸ καὶ ἐν Φρυγίᾳ εἰσὶ βόες καὶ ἄλλοθι κινοῦσαι τὰ κέρατα ὥσπερ τὰ ὦτα.
角与皮肤的结合比与骨骼的结合更紧密;因此在弗里吉亚和其他地方,有一些牛可以像动耳朵一样活动它们的角。
Τῶν δ’ ἐχόντων ὄνυχας (ἔχει δ’ ὄνυχας ἅπαντα ὅσαπερ δακτύλους, δακτύλους δ’ ὅσα πόδας, πλὴν ἐλέφας· οὗτος δὲ καὶ δακτύλους ἀσχίστους καὶ ἠρέμα διηρθρωμένους καὶ ὄνυχας ὅλως οὐκ ἔχει) τῶν δ’ ἐχόντων τὰ μέν ἐστιν εὐθυώνυχα, ὥσπερ ἄνθρωπος, τὰ δὲ γαμψώνυχα, ὥσπερ καὶ τῶν πεζῶν λέων καὶ τῶν πτηνῶν ἀετός.
在拥有爪的动物中(所有有趾的动物都有爪,所有有足的动物都有趾,除了大象;大象拥有未分裂且仅有微弱关节的趾,并且完全没有爪)——在拥有它们的动物中,有些拥有直爪,如人类,有些则拥有钩爪,如陆生动物中的狮子和飞禽中的鹰。
§3.10Περὶ δὲ τριχῶν καὶ τῶν ἀνάλογον καὶ δέρματος τόνδ’ ἔχει τὸν τρόπον.
关于毛发、类似结构以及皮肤,情况如下。
Τρίχας μὲν ἔχει τῶν ζῴων ὅσα πεζὰ καὶ ζῳοτόκα, φολίδας δ’ ὅσα πεζὰ καὶ ᾠοτόκα, λεπίδας δ’ ἰχθύες μόνοι, ὅσοι ᾠοτοκοῦσι τὸ ψαθυρὸν ᾠόν· τῶν γὰρ μακρῶν γόγγρος μὲν οὐ τοιοῦτον ἔχει ᾠόν, οὐδ’ ἡ μύραινα, ἐγχέλυς δ’ ὅλως οὐκ ἔχει.
在动物中,凡是陆生且胎生的都有毛发,陆生且卵生的都有角质鳞,唯独鱼类有鳞,凡是产易碎卵的鱼类都是如此;因为在长形鱼类中,康吉鳗没有这样的卵,海鳝也没有,鳗鲡则完全没有。
Τὰ δὲ πάχη τῶν τριχῶν καὶ αἱ λεπτότητες καὶ τὰ μεγέθη διαφέρουσι κατὰ τοὺς τόπους, ἐν οἷς ἂν ὦσι τῶν μερῶν, καὶ ὁποῖον ἂν ᾖ τὸ δέρμα· ὡς γὰρ ἐπὶ τὸ πολὺ ἐν τοῖς παχυτέροις δέρμασι σκληρότεραι αἱ τρίχες καὶ παχύτεραι, πλείους δὲ καὶ μακρότεραι ἐν τοῖς κοιλοτέροις καὶ ὑγροτέροις, ἄνπερ ὁ τόπος ᾖ τοιοῦτος οἷος ἔχειν τρίχας.
毛发的粗细和大小因其所在的身体部位以及皮肤的类型而异;因为通常情况下,在较厚的皮肤上毛发更硬且更粗,而在较凹陷且较湿润的部位上,如果是适宜长出毛发的地方,则毛发更多且更长。
Ὁμοίως δὲ καὶ περὶ τῶν λεπιδωτῶν ἔχει καὶ τῶν φολιδωτῶν.
关于有鳞和有角质鳞的结构也是同样的情况。
Ὅσα μὲν οὖν μαλακὰς ἔχει τὰς τρίχας, εὐβοσίᾳ χρώμενα σκληροτέρας ἴσχει, ὅσα δὲ σκληράς, μαλακωτέρας καὶ ἐλάττους.
那么,那些拥有柔软毛发的动物,在营养充足时会获得更硬的毛发,而那些拥有硬毛发的则会获得更软且更少的毛发。
Διαφέρουσι δὲ καὶ κατὰ τοὺς τόπους τοὺς θερμοτέρους καὶ ψυχροτέρους, οἷον αἱ τῶν ἀνθρώπων τρίχες ἐν μὲν τοῖς θερμοῖς σκληραί, ἐν δὲ τοῖς ψυχροῖς μαλακαί.
它们还因炎热和寒冷的地方而异,例如,人类的头发在炎热地区是硬的,而在寒冷地区是软的。
Εἰσὶ δ’ αὖ αἱ μὲν εὐθεῖαι μαλακαί, αἱ δὲ κεκαμμέναι σκληραί.
此外,直发是软的,而卷发是硬的。