§3.7Τὰ δ’ ὀστᾶ τοῖς ζῴοις ἀφ’ ἑνὸς πάντα συνηρτημένα ἐστὶ καὶ συνεχῆ ἀλλήλοις ὥσπερ αἱ φλέβες·
動物における骨はすべて、血管のように、一つの起点から互いに連結し、連続している。
αὐτὸ δὲ καθ’ αὐτὸ οὐδέν ἐστιν ὀστοῦν.
それ自体で独立した骨は存在しない。
Ἀρχὴ δὲ ἡ ῥάχις ἐστὶν ἐν πᾶσι τοῖς ἔχουσιν ὀστᾶ.
骨を持つすべてのものにおいて、背骨が起点である。
Σύγκειται δ’ ἡ ῥάχις ἐκ σφονδύλων, τείνει δ’ ἀπὸ τῆς κεφαλῆς μέχρι πρὸς τὰ ἰσχία.
背骨は椎骨から構成され、頭部から腰部まで伸びている。
Οἱ μὲν οὖν σφόνδυλοι πάντες τετρημένοι εἰσίν, ἄνω δὲ τὸ τῆς κεφαλῆς ὀστοῦν συνεχές ἐστι τοῖς ἐσχάτοις σφονδύλοις, ὃ καλεῖται κρανίον.
さて、椎骨はすべて穴が空いており、上部では、頭部の骨が最後の椎骨と連続しており、これは頭蓋骨と呼ばれる。
Τούτου δὲ τὸ πριονωτὸν μέρος ῥαφή.
これの鋸歯状の部分が縫合線である。
Ἔστι δὲ οὐ πᾶσιν ὁμοίως ἔχον τοῦτο τοῖς ζῴοις·
これはすべての動物で同様になっているわけではない。
τὰ μὲν γὰρ ἔχει μονόστεον τὸ κρανίον, ὥσπερ κύων, τὰ δὲ συγκείμενον, ὥσπερ ἄνθρωπος, καὶ τούτου τὸ μὲν θῆλυ κύκλῳ ἔχει τὴν ῥαφήν, τὸ δ’ ἄρρεν τρεῖς ῥαφὰς ἄνωθεν συναπτούσας, τριγωνοειδεῖς·
あるものは、犬のように、頭蓋骨が単一の骨からなり、別のものは、人間のように、組み合わさってできている。 そして人間のうち、女性は環状の縫合線を持ち、男性は上部から結合する3つの三角形の縫合線を持つ。
ἤδη δ’ ὤφθη καὶ ἀνδρὸς κεφαλὴ οὐκ ἔχουσα ῥαφάς.
かつて、縫合線を持たない男性の頭部も見られたことがある。
Σύγκειται δ’ ἡ κεφαλὴ οὐκ ἐκ τεττάρων ὀστῶν, ἀλλ’ ἐξ ἕξ·
頭部は4つではなく、6つの骨から構成されている。
ἔστι δὲ δύο τούτων περὶ τὰ ὦτα, μικρὰ πρὸς τὰ λοιπά.
これらのうち2つは耳のまわりにあり、残りのものに比べて小さい。
Ἀπὸ δὲ τῆς κεφαλῆς αἱ σιαγόνες τείνουσιν ὀστᾶ.
頭部から顎の骨が伸びている。
Κινεῖται δὲ τοῖς μὲν ἄλλοις ζῴοις ἅπασιν ἡ κάτωθεν σιαγών· ὁ δὲ κροκόδειλος ὁ ποτάμιος μόνος τῶν ζῴων κινεῖ τὴν σιαγόνα τὴν ἄνωθεν.
他のすべての動物においては下の顎が動くが、川のワニだけは、動物の中で唯一、上の顎を動かす。
Ἐν δὲ ταῖς σιαγόσιν ἔνεστι τὸ τῶν ὀδόντων γένος, ὀστοῦν τῇ μὲν ἄτρητον τῇ δὲ τρητόν, καὶ ἀδύνατον γλύφεσθαι τῶν ὀστῶν μόνον.
顎の中には歯の類があり、それはある部分では穴がなく、別の部分では穴があり、骨の中で唯一、彫刻することが不可能なものである。
Ἀπὸ δὲ τῆς ῥάχεως ἥ τε περόνη ἐστὶ καὶ αἱ κλεῖς καὶ αἱ πλευραί.
また、背骨からは腓骨と鎖骨と肋骨が伸びている。
Ἔστι δὲ καὶ τὸ στῆθος ἐπὶ πλευραῖς κείμενον·
また胸骨も肋骨の上に位置している。
ἀλλ’ αὗται μὲν συνάπτουσιν, αἱ δ’ ἄλλαι ἀσύναπτοι·
しかし、これらは結合しているが、他のものは結合していない。
οὐδὲν γὰρ ἔχει ζῷον ὀστοῦν περὶ τὴν κοιλίαν.
なぜなら、いかなる動物も腹部のまわりには骨を持たないからである。
Ἔτι δὲ τά τ’ ἐν τοῖς ὤμοις ὀστᾶ, καὶ αἱ καλούμεναι ὠμοπλάται, καὶ τὰ τῶν βραχιόνων ἐχόμενα, καὶ τούτων τὰ ἐν ταῖς χερσίν.
さらに、肩にある骨、およびいわゆる肩甲骨、そして上腕に連なるもの、およびこれらのうち手にあるものである。
Ὅσα δ’ ἔχει σκέλη πρόσθια, καὶ ἐν τούτοις τὸν αὐτὸν ἔχει τρόπον.
前脚を持つものにおいては、これらにおいても同様である。
Κάτω δ’ ᾗ περαίνει, μετὰ τὸ ἰσχίον ἡ κοτυληδών ἐστι καὶ τὰ τῶν σκελῶν ἤδη ὀστᾶ, τά τ’ ἐν τοῖς μηροῖς καὶ κνήμαις, οἳ καλοῦνται κωλῆνες, ὧν μέρος τὰ σφυρά, καὶ τούτων τὰ καλούμενα πλῆκτρα ἐν τοῖς ἔχουσι σφυρόν·
下部で終わる箇所には、腰部の後に寛骨臼があり、そこから既に脚の骨、すなわち大腿と脛(これらは肢と呼ばれる)の骨があり、その一部が足首であり、足首を持つものにおいてはこれらのいわゆる突起がある。
καὶ τούτοις συνεχῆ τὰ ἐν τοῖς ποσίν.
そして、これらに連続して足にある骨がある。
Ὅσα μὲν οὖν τῶν ἐναίμων καὶ πεζῶν ζῳοτόκα ἐστίν, οὐ πολὺ διαφέρει τὰ ὀστᾶ, ἀλλὰ κατ’ ἀναλογίαν μόνον σκληρότητι καὶ μαλακότητι καὶ μεγέθει.
さて、有血で陸生・胎生の動物においては、骨はそれほど違わず、ただ硬さ、柔らかさ、大きさにおいて比例的な違いがあるだけである。
Ἔτι δὲ τὰ μὲν ἔχει μυελὸν τὰ δ’ οὐκ ἔχει τῶν ἐν τῷ αὐτῷ ζῴῳ ὀστῶν.
さらに、同じ動物の中の骨であっても、あるものは骨髄を持ち、別のものは持たない。
Ἔνια δὲ ζῷα οὐδ’ ἂν ἔχειν δόξειεν ὅλως μυελὸν ἐν τοῖς ὀστοῖς, οἷον λέων, διὰ τὸ πάμπαν ἔχειν μικρὸν καὶ λεπτὸν καὶ ἐν ὀλίγοις·
また、ライオンのように、いくつかの動物は骨の中に骨髄をまったく持たないように見えるかもしれない。 それは非常に小さく、細く、わずかな骨にしか持たないからである。
ἔχει γὰρ ἐν τοῖς μηροῖς καὶ βραχίοσιν.
実際、大腿骨と上腕骨にそれを持っている。
Στερεὰ δὲ πάντων μάλιστα ὁ λέων ἔχει τὰ ὀστᾶ·
ライオンはすべてのうちで最も固い骨を持っている。
οὕτω γάρ ἐστι σκληρὰ ὥστε συντριβομένων ὥσπερ ἐκ λίθων ἐκλάμπειν πῦρ.
なぜなら、それらは非常に硬く、互いに打ち合わされると、石のように火花が散るほどだからである。
Ἔχει καὶ ὁ δελφὶς ὀστᾶ, ἀλλ’ οὐκ ἄκανθαν.
イルカも骨を持っているが、魚の骨(脊椎)ではない。
Τὰ δὲ τῶν ἄλλων ζῴων τῶν ἐναίμων τὰ μὲν μικρὸν παραλλάττει, οἷον τὰ τῶν ὀρνίθων, τὰ δὲ τῷ ἀνάλογόν ἐστι ταὐτά, οἷον ἐν τοῖς ἰχθύσι·
他の有血動物の骨は、あるものはわずかに異なるだけであり(鳥類の骨のように)、他のものは比率的に同じである(魚類におけるように)。
τούτων γὰρ τὰ μὲν ζῳοτοκοῦντα χονδράκανθά ἐστιν, οἷον τὰ καλούμενα σελάχη, τὰ δ’ ᾠοτοκοῦντα ἄκανθαν ἔχει, ἥ ἐστιν ὥσπερ τοῖς τετράποσιν ἡ ῥάχις.
なぜなら、魚類のうち胎生のものはいわゆる軟骨魚類のように軟骨性の骨を持ち、卵生のものは脊椎を持ち、これは四足動物における背骨にあたる。
Ἴδιον δὲ ἐν τοῖς ἰχθύσιν, ὅτι ἐν ἐνίοις εἰσὶ κατὰ τὴν σάρκα κεχωρισμένα ἀκάνθια λεπτά.
魚類に特有のことは、いくつかのものにおいては、肉の中に独立した細い小棘があることである。
Ὁμοίως δὲ καὶ ὁ ὄφις ἔχει τοῖς ἰχθύσιν·
蛇も魚と同様である。
ἀκανθώδης γὰρ ἡ ῥάχις αὐτοῦ ἐστίν.
なぜなら、その背骨は棘状だからである。
Τὰ δὲ τῶν τετραπόδων μὲν ᾠοτοκούντων δὲ τῶν μὲν μειζόνων ὀστωδέστερά ἐστι, τῶν δ’ ἐλαττόνων ἀκανθωδέστερα.
四足動物でありながら卵生のものにおいては、より大きなものの骨はより骨らしく、より小さなものの骨はより棘のようである。
Πάντα δὲ τὰ ζῷα ὅσα ἔναιμά ἐστιν, ἔχει ῥάχιν ἢ ὀστώδη ἢ ἀκανθώδη·
有血であるすべての動物は、骨質または棘状の背骨を持つ。
τὰ δ’ ἄλλα μόρια τῶν ὀστῶν ἐνίοις μέν ἐστιν, ἐνίοις δ’ οὐκ ἔστιν, ἀλλ’ ὡς ὑπάρχει τοῦ ἔχειν τὰ μόρια, οὕτω καὶ τοῦ ἔχειν τὰ ἐν τούτοις ὀστᾶ.
しかし、他の骨の部位は、あるものには存在し、あるものには存在しない。 むしろ、身体の部位を持っているかどうかに応じて、それらの部位における骨も存在するかどうかが決まる。
Ὅσα γὰρ μὴ ἔχει σκέλη καὶ βραχίονας, οὐδὲ κωλῆνας ἔχει, οὐδ’ ὅσα ταὐτὰ μὲν ἔχει μόρια, μὴ ὅμοια δέ·
なぜなら、脚や腕を持たないものは肢も持たないし、同じ部位を持ちながらも類似していないものも同様である。
καὶ γὰρ ἐν τούτοις ἢ τῷ μᾶλλον καὶ ἧττον διαφέρει ἢ τῷ ἀνάλογον.
というのも、これらにおいても、程度の差か、あるいは比率による差があるからである。
Τὰ μὲν οὖν περὶ τὴν τῶν ὀστῶν φύσιν τοῦτον ἔχει τὸν τρόπον τοῖς ζῴοις·
さて、動物における骨の性質についてはこのようになっている。