§3.7Τὰ δ’ ὀστᾶ τοῖς ζῴοις ἀφ’ ἑνὸς πάντα συνηρτημένα ἐστὶ καὶ συνεχῆ ἀλλήλοις ὥσπερ αἱ φλέβες· αὐτὸ δὲ καθ’ αὐτὸ οὐδέν ἐστιν ὀστοῦν.
动物的骨骼全部从一个起点互相连接并连续,就像血管一样;没有任何一块骨骼是独立存在的。
Ἀρχὴ δὲ ἡ ῥάχις ἐστὶν ἐν πᾶσι τοῖς ἔχουσιν ὀστᾶ.
在所有具有骨骼的动物中,脊椎是其起点。
Σύγκειται δ’ ἡ ῥάχις ἐκ σφονδύλων, τείνει δ’ ἀπὸ τῆς κεφαλῆς μέχρι πρὸς τὰ ἰσχία.
脊椎由椎骨组成,从头部一直延伸到臀部。
Οἱ μὲν οὖν σφόνδυλοι πάντες τετρημένοι εἰσίν, ἄνω δὲ τὸ τῆς κεφαλῆς ὀστοῦν συνεχές ἐστι τοῖς ἐσχάτοις σφονδύλοις, ὃ καλεῖται κρανίον.
那么,所有椎骨都是有孔的,而在上方,头部的骨骼与最末端的椎骨相连,这被称为颅骨。
Τούτου δὲ τὸ πριονωτὸν μέρος ῥαφή.
此处的锯齿状部分即是缝合线。
Ἔστι δὲ οὐ πᾶσιν ὁμοίως ἔχον τοῦτο τοῖς ζῴοις· τὰ μὲν γὰρ ἔχει μονόστεον τὸ κρανίον, ὥσπερ κύων, τὰ δὲ συγκείμενον, ὥσπερ ἄνθρωπος, καὶ τούτου τὸ μὲν θῆλυ κύκλῳ ἔχει τὴν ῥαφήν, τὸ δ’ ἄρρεν τρεῖς ῥαφὰς ἄνωθεν συναπτούσας, τριγωνοειδεῖς· ἤδη δ’ ὤφθη καὶ ἀνδρὸς κεφαλὴ οὐκ ἔχουσα ῥαφάς.
这在所有动物中并非都相同;因为有些动物的颅骨是单块骨骼,例如狗,而有些则是复合的,例如人;在人之中,女性的缝合线呈环状,而男性的则有三条缝合线从上方交汇,呈三角形;甚至曾有人见过完全没有缝合线的男子的头部。
Σύγκειται δ’ ἡ κεφαλὴ οὐκ ἐκ τεττάρων ὀστῶν, ἀλλ’ ἐξ ἕξ· ἔστι δὲ δύο τούτων περὶ τὰ ὦτα, μικρὰ πρὸς τὰ λοιπά.
头部并非由四块骨骼组成,而是由六块组成;其中两块在耳朵周围,与其他骨骼相比显得较小。
Ἀπὸ δὲ τῆς κεφαλῆς αἱ σιαγόνες τείνουσιν ὀστᾶ.
从头部延伸出颌骨。
Κινεῖται δὲ τοῖς μὲν ἄλλοις ζῴοις ἅπασιν ἡ κάτωθεν σιαγών· ὁ δὲ κροκόδειλος ὁ ποτάμιος μόνος τῶν ζῴων κινεῖ τὴν σιαγόνα τὴν ἄνωθεν.
在所有其他动物中,下颌是运动的;而河鳄是所有动物中唯一运动上颌的。
Ἐν δὲ ταῖς σιαγόσιν ἔνεστι τὸ τῶν ὀδόντων γένος, ὀστοῦν τῇ μὲν ἄτρητον τῇ δὲ τρητόν, καὶ ἀδύνατον γλύφεσθαι τῶν ὀστῶν μόνον.
在颌骨中生长着牙齿一类,这种骨骼在某些部分无孔,在另一些部分有孔,且是骨骼中唯一无法雕刻的。
Ἀπὸ δὲ τῆς ῥάχεως ἥ τε περόνη ἐστὶ καὶ αἱ κλεῖς καὶ αἱ πλευραί.
从脊椎延伸出腓骨、锁骨和肋骨。
Ἔστι δὲ καὶ τὸ στῆθος ἐπὶ πλευραῖς κείμενον· ἀλλ’ αὗται μὲν συνάπτουσιν, αἱ δ’ ἄλλαι ἀσύναπτοι· οὐδὲν γὰρ ἔχει ζῷον ὀστοῦν περὶ τὴν κοιλίαν.
胸骨也位于肋骨上;但这些肋骨中有些是相连的,而另一些则是不相连的;因为没有动物在腹部周围拥有骨骼。
Ἔτι δὲ τά τ’ ἐν τοῖς ὤμοις ὀστᾶ, καὶ αἱ καλούμεναι ὠμοπλάται, καὶ τὰ τῶν βραχιόνων ἐχόμενα, καὶ τούτων τὰ ἐν ταῖς χερσίν.
此外,还有肩部的骨骼、所谓的肩胛骨、与上臂相连的骨骼,以及其中位于手部的骨骼。
Ὅσα δ’ ἔχει σκέλη πρόσθια, καὶ ἐν τούτοις τὸν αὐτὸν ἔχει τρόπον.
而在有前肢的动物中,前肢的情况也是如此。
Κάτω δ’ ᾗ περαίνει, μετὰ τὸ ἰσχίον ἡ κοτυληδών ἐστι καὶ τὰ τῶν σκελῶν ἤδη ὀστᾶ, τά τ’ ἐν τοῖς μηροῖς καὶ κνήμαις, οἳ καλοῦνται κωλῆνες, ὧν μέρος τὰ σφυρά, καὶ τούτων τὰ καλούμενα πλῆκτρα ἐν τοῖς ἔχουσι σφυρόν· καὶ τούτοις συνεχῆ τὰ ἐν τοῖς ποσίν.
在下方终结处,臀部之后是髋臼,然后是腿部的骨骼,即大腿和静骨(它们被称为肢骨),踝骨是其一部分,而在有踝骨的动物中,则有这些踝骨中所谓的距;与这些相连的是足部的骨骼。
Ὅσα μὲν οὖν τῶν ἐναίμων καὶ πεζῶν ζῳοτόκα ἐστίν, οὐ πολὺ διαφέρει τὰ ὀστᾶ, ἀλλὰ κατ’ ἀναλογίαν μόνον σκληρότητι καὶ μαλακότητι καὶ μεγέθει.
因此,在有血、陆生且胎生的动物中,骨骼并没有太大的差异,只是在硬度、软度和大小上呈比例变化。
Ἔτι δὲ τὰ μὲν ἔχει μυελὸν τὰ δ’ οὐκ ἔχει τῶν ἐν τῷ αὐτῷ ζῴῳ ὀστῶν.
此外,在同一种动物的骨骼中,有些含有骨髓,而有些则不含。
Ἔνια δὲ ζῷα οὐδ’ ἂν ἔχειν δόξειεν ὅλως μυελὸν ἐν τοῖς ὀστοῖς, οἷον λέων, διὰ τὸ πάμπαν ἔχειν μικρὸν καὶ λεπτὸν καὶ ἐν ὀλίγοις· ἔχει γὰρ ἐν τοῖς μηροῖς καὶ βραχίοσιν.
某些动物甚至看起来在骨骼中完全没有骨髓,例如狮子,因为它们的骨髓极其微小、纤细,且仅存在于极少数骨骼中;实际上它只在大腿骨和臂骨中含有骨髓。
Στερεὰ δὲ πάντων μάλιστα ὁ λέων ἔχει τὰ ὀστᾶ· οὕτω γάρ ἐστι σκληρὰ ὥστε συντριβομένων ὥσπερ ἐκ λίθων ἐκλάμπειν πῦρ.
狮子拥有所有动物中最坚实的骨骼;因为它们如此坚硬,以至于互相撞击时,会像石头一样迸发出火花。
Ἔχει καὶ ὁ δελφὶς ὀστᾶ, ἀλλ’ οὐκ ἄκανθαν.
海豚也有骨骼,但不是鱼刺(鱼脊椎)。
Τὰ δὲ τῶν ἄλλων ζῴων τῶν ἐναίμων τὰ μὲν μικρὸν παραλλάττει, οἷον τὰ τῶν ὀρνίθων, τὰ δὲ τῷ ἀνάλογόν ἐστι ταὐτά, οἷον ἐν τοῖς ἰχθύσι· τούτων γὰρ τὰ μὲν ζῳοτοκοῦντα χονδράκανθά ἐστιν, οἷον τὰ καλούμενα σελάχη, τὰ δ’ ᾠοτοκοῦντα ἄκανθαν ἔχει, ἥ ἐστιν ὥσπερ τοῖς τετράποσιν ἡ ῥάχις.
至于其他有血动物的骨骼,有些仅有轻微差异,例如鸟类的骨骼,而另一些则在比例上是相同的,例如鱼类;因为在鱼类中,胎生的具有软骨质的刺(如所谓的软骨鱼类),而卵生的则具有鱼刺,这就像四足动物的脊椎一样。
Ἴδιον δὲ ἐν τοῖς ἰχθύσιν, ὅτι ἐν ἐνίοις εἰσὶ κατὰ τὴν σάρκα κεχωρισμένα ἀκάνθια λεπτά.
鱼类特有的是,在某些鱼体内,肉中分布着分离的细小鱼刺。
Ὁμοίως δὲ καὶ ὁ ὄφις ἔχει τοῖς ἰχθύσιν· ἀκανθώδης γὰρ ἡ ῥάχις αὐτοῦ ἐστίν.
同样,蛇的情况也与鱼类相似;因为它的脊椎是棘状的。
Τὰ δὲ τῶν τετραπόδων μὲν ᾠοτοκούντων δὲ τῶν μὲν μειζόνων ὀστωδέστερά ἐστι, τῶν δ’ ἐλαττόνων ἀκανθωδέστερα.
而在四足但卵生的动物中,体型较大者的骨骼更具骨质,而体型较小者的骨骼则更具刺状。
Πάντα δὲ τὰ ζῷα ὅσα ἔναιμά ἐστιν, ἔχει ῥάχιν ἢ ὀστώδη ἢ ἀκανθώδη· τὰ δ’ ἄλλα μόρια τῶν ὀστῶν ἐνίοις μέν ἐστιν, ἐνίοις δ’ οὐκ ἔστιν, ἀλλ’ ὡς ὑπάρχει τοῦ ἔχειν τὰ μόρια, οὕτω καὶ τοῦ ἔχειν τὰ ἐν τούτοις ὀστᾶ.
所有有血动物都具有骨质或棘状的脊椎;但骨骼的其他部分在某些动物中存在,在某些中则不存在,而是取决于它们是否拥有这些身体部位,也随之拥有其中的骨骼。
Ὅσα γὰρ μὴ ἔχει σκέλη καὶ βραχίονας, οὐδὲ κωλῆνας ἔχει, οὐδ’ ὅσα ταὐτὰ μὲν ἔχει μόρια, μὴ ὅμοια δέ· καὶ γὰρ ἐν τούτοις ἢ τῷ μᾶλλον καὶ ἧττον διαφέρει ἢ τῷ ἀνάλογον.
因为不具有腿和臂的动物,也不具有肢骨,那些虽然具有相同部位但不相似的动物也是如此;因为在这些部位中,它们要么因程度的不同而有差异,要么因比例的不同而有差异。
Τὰ μὲν οὖν περὶ τὴν τῶν ὀστῶν φύσιν τοῦτον ἔχει τὸν τρόπον τοῖς ζῴοις·
那么,关于动物骨骼的性质,情况就是如此;