Humanitext Reader

アリストテレス · 動物誌 §3.16-3.18

肉の特質と軟脂および硬脂の性質と分布

46 / 189 箇所 · ギリシア語

要旨

肉の特質と、軟脂(ピメレー)および硬脂(ステアル)という二種類の脂肪の物理的性質、体内における配置、各種の動物における分布や肥満・生殖能力への影響を説明する。

§3.16Σὰρξ δὲ καὶ τὸ παραπλησίαν ἔχον τὴν φύσιν τῇ σαρκὶ ἐν τοῖς ἐναίμοις πᾶσίν ἐστι μεταξὺ τοῦ δέρματος καὶ τοῦ ὀστοῦ καὶ τῶν ἀνάλογον τοῖς ὀστοῖς·
肉、および肉に類似した性質をもつものは、すべての有血動物において、皮膚と骨、あるいは骨に相当するものの間にある。
ὡς γὰρ ἡ ἄκανθα ἔχει πρὸς τὸ ὀστοῦν, οὕτω καὶ τὸ σαρκῶδες πρὸς τὰς σάρκας ἔχει τῶν ἐχόντων ὀστᾶ καὶ ἄκανθαν.
というのも、魚の骨が骨に対する関係は、骨や魚の骨をもつ動物たちにおける肉のような部分が肉に対する関係と同じだからである。
Ἔστι δὲ διαιρετὴ ἡ σὰρξ πάντῃ, καὶ οὐχ ὥσπερ τὰ νεῦρα καὶ αἱ φλέβες ἐπὶ μῆκος μόνον.
肉はあらゆる方向に分割可能であり、腱や血管のように長さの方向にのみ分割できるわけではない。
Λεπτυνομένων μὲν οὖν τῶν ζῴων ἀφανίζονται, καὶ γίγνονται φλέβια καὶ ἶνες·
したがって、動物たちが痩せると肉は消え去り、細い血管や繊維のようになる。
εὐβοσίᾳ δὲ πλείονι χρωμένων πιμελὴ ἀντὶ σαρκῶν.
これに対して、より良い栄養を取ると、肉の代わりに軟脂が生じる。
Εἰσὶ δὲ τοῖς μὲν ἔχουσι τὰς σάρκας πολλὰς αἱ φλέβες ἐλάττους καὶ τὸ αἷμα ἐρυθρότερον καὶ τὰ σπλάγχνα καὶ κοιλία μικρά·
肉を多くもつ動物においては、血管はより細く、血液はより赤く、内臓と胃は小さい。
τοῖς δὲ τὰς φλέβας ἔχουσι μεγάλας καὶ τὸ αἷμα μελάντερον καὶ σπλάγχνα μεγάλα καὶ κοιλία μεγάλη, αἱ δὲ σάρκες ἐλάττους.
これに対して、血管が大きく、血液がより黒く、内臓が大きく、胃が大きい動物においては、肉はより少ない。
Γίνονται δὲ κατὰ σάρκα πίονα τὰ τὰς κοιλίας ἔχοντα μικράς.
胃が小さい動物は、肉において肥えるようになる。
§3.17Πιμελὴ δὲ καὶ στέαρ διαφέρουσιν ἀλλήλων.
軟脂と硬脂は互いに異なる。
Τὸ μὲν γὰρ στέαρ ἐστὶ θραυστὸν πάντῃ καὶ πήγνυται ψυχόμενον, ἡ δὲ πιμελὴ χυτὸν καὶ ἄπηκτον·
すなわち、硬脂はあらゆる方向に砕けやすく、冷えると固まるが、軟脂は液状で固まらない。
καὶ οἱ μὲν ζωμοὶ οἱ τῶν πιόνων οὐ πήγνυνται, οἷον ἵππου καὶ ὑός, οἱ δὲ τῶν στέαρ ἐχόντων πήγνυνται, οἷον προβάτου καὶ αἰγός.
そして、軟脂を多くもつ動物(例えば馬や豚)の肉汁は固まらないが、硬脂をもつ動物(例えば羊や山羊)の肉汁は固まる。
Διαφέρουσι δὲ καὶ τοῖς τόποις·
これらはまた、存在する場所においても異なっている。
ἡ μὲν γὰρ πιμελὴ γίνεται μεταξὺ δέρματος καὶ σαρκός, στέαρ δ’ οὐ γίνεται ἀλλ’ ἢ ἐπὶ τέλει τῶν σαρκῶν.
すなわち、軟脂は皮膚と肉の間に生じるが、硬脂は肉の末端部にしか生じない。
Γίγνεται δὲ καὶ τὸ ἐπίπλοον τοῖς μὲν πιμελώδεσι πιμελῶδες, τοῖς δὲ στεατώδεσι στεατῶδες.
大網もまた、軟脂をもつ動物では軟脂質になり、硬脂をもつ動物では硬脂質になる。
Ἔχει δὲ τὰ μὲν ἀμφώδοντα πιμελήν, τὰ δὲ μὴ ἀμφώδοντα στέαρ.
また、両顎に歯のある動物は軟脂をもち、両顎に歯がない動物は硬脂をもつ。
Τῶν δὲ σπλάγχνων τὸ ἧπαρ ἐν ἐνίοις τῶν ζῴων γίνεται πιμελῶδες, οἷον τῶν ἰχθύων ἐν τοῖς σελάχεσιν·
内臓のうち、一部の動物では肝臓が軟脂質になる。 例えば、魚類のうちの軟骨魚類がそうである。
ποιοῦσι γὰρ ἔλαιον ἀπ’ αὐτῶν, ὃ γίνεται τηκομένων·
というのも、人々はそれを溶かすことによって、そこから油を作るからである。
αὐτὰ δὲ τὰ σελάχη ἐστὶν ἀπιμελώτατα καὶ κατὰ σάρκα καὶ κατὰ κοιλίαν κεχωρισμένῃ πιμελῇ.
しかし、これら軟骨魚類自体は、肉においても、また分離された軟脂をもつ胃の周囲においても、最も軟脂の少ないものである。
Ἔστι δὲ καὶ τὸ τῶν ἰχθύων στέαρ πιμελῶδες, καὶ οὐ πήγνυται.
また、魚類の「硬脂」も軟脂質であり、固まることはない。
Πάντα δὲ τὰ ζῷα τὰ μὲν κατὰ σάρκα ἐστὶ πίονα τὰ δὲ ἀφωρισμένως.
すべての動物において、あるものは肉において肥えており、別のものは区別された部分において肥えている。
Ὅσα δὲ μὴ ἔχει κεχωρισμένην τὴν πιότητα, ἧττόν ἐστι πίονα κατὰ κοιλίαν καὶ ἐπίπλοον, οἷον ἐγχέλυς·
独立した脂をもたないものは、胃や大網の周囲においてあまり肥えておらず、例えばウナギがそうである。
ὀλίγον γὰρ στέαρ ἔχουσι περὶ τὸ ἐπίπλοον.
ウナギは大網の周囲にわずかな硬脂をもつのみである。
Τὰ δὲ πλεῖστα γίνεται πίονα κατὰ τὴν γαστέρα, καὶ μάλιστα τὰ μὴ ἐν κινήσει ὄντα τῶν ζῴων.
動物の大半は腹部において肥えるが、特に運動しない動物においてそうである。
Οἱ δ’ ἐγκέφαλοι τῶν μὲν πιμελωδῶν λιπαροί, οἷον ὑός, τῶν δὲ στεατωδῶν αὐχμηροί.
また、軟脂をもつ動物(例えば豚)の脳は油っぽく、硬脂をもつ動物の脳は乾燥している。
Τῶν δὲ σπλάγχνων περὶ τοὺς νεφροὺς μάλιστα πίονα γίνεται τὰ ζῷα·
内臓のうちでは、動物は特に腎臓の周囲において肥える。
ἔστι δ’ ἀεὶ ὁ δεξιὸς ἀπιμελώτερος, κἂν σφόδρα πίονες ὦσιν, ἐλλείπει τι ἀεὶ κατὰ τὸ μέσον.
ただし、右の腎臓は常に脂が少なく、たとえ非常に肥えている場合でも、中央の部分には常に少し脂が欠けている。
Περίνεφρα δὲ γίνεται τὰ στεατώδη μᾶλλον, καὶ μάλιστα τῶν ζῴων πρόβατον·
腎臓の周囲に脂を蓄えるのは、むしろ硬脂をもつ動物であり、動物のうちでは特に羊がそうである。
τοῦτο γὰρ ἀποθνήσκει τῶν νεφρῶν πάντῃ καλυφθέντων.
というのも、羊は腎臓が完全に覆われると死んでしまうからである。
Γίνεται δὲ περίνεφρα δι’ εὐβοσίαν, οἷον τῆς Σικελίας περὶ Λεοντίνους·
腎臓の周囲が肥えるのは、良い牧草のためであり、例えばシキリアのレオンティノイ周辺がそうである。
διὸ καὶ ἐξελαύνουσιν ὀψὲ τὰ πρόβατα τῆς ἡμέρας, ὅπως ἐλάττω λάβωσι τὴν τροφήν.
それゆえ、羊たちが取る食物の量をより少なくするために、日中の遅い時間に彼らを放牧地に追い出すのである。
§3.18Πάντων δὲ τῶν ζῴων κοινόν ἐστι τὸ περὶ τὴν κόρην ἐν τοῖς ὀφθαλμοῖς·
すべての動物に共通しているのは、目における瞳孔の周囲のことである。
ἔχουσι γὰρ τοῦτο τὸ μόριον στεατῶδες πάντα ὅσα ἔχουσι τὸ τοιοῦτον μόριον ἐν τοῖς ὀφθαλμοῖς καὶ μή εἰσι σκληρόφθαλμα.
というのも、目にそのような部位をもち、かつ硬い目をもたない動物はすべて、この部位に硬脂をもっているからである。
Ἔστι δ’ ἀγονώτερα τὰ πιμελώδη καὶ ἄρρενα καὶ θήλεα.
また、肥えた動物は雄も雌も生殖能力がより低い。
Πιαίνεται δὲ πάντα πρεσβύτερα μᾶλλον ἢ νεώτερα ὄντα, μάλιστα δ’ ὅταν καὶ τὸ πλάτος καὶ τὸ μῆκος ἔχῃ τοῦ μεγέθους καὶ εἰς βάθος αὐξάνηται.
そして、すべての動物は若いときよりも年老いてからより肥え、特にその大きさが幅も長さも十分に達し、厚みの方向に成長するときに最も肥える。

語釈・文法注

  1. §3.16τῶν ἐχόντων ὀστᾶ καὶ ἄκανθαν — この属格句は、主句の τὸ σαρκῶδες および τὰς σάρκας を修飾する。骨をもつ動物における「肉」と、魚の骨(棘骨)をもつ動物における「肉のような部分」の類比関係を限定している。
  2. §3.17κεχωρισμένῃ πιμελῇ — 観点の与格。「(他から)分離された軟脂」という観点において、これらの動物が肉や胃において最も軟脂をもたないことを示す。
  3. §3.17τῆς ἡμέρας — 時間の属格。副詞 ὀψέ(遅く)を修飾し、「日中の(遅い時間に)」という意味を表す。
  4. §3.18στεατῶδες — 述語位置の形容詞。動詞 ἔχουσι とその目的語 τοῦτο τὸ μόριον と共に、「この部位を硬脂質のものとして持つ」という二重対格(述語的)構成をつくる。

この箇所を引用する

アリストテレス, 動物誌 §3.16-3.18. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:3.16-3.18

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。