§3.16Σὰρξ δὲ καὶ τὸ παραπλησίαν ἔχον τὴν φύσιν τῇ σαρκὶ ἐν τοῖς ἐναίμοις πᾶσίν ἐστι μεταξὺ τοῦ δέρματος καὶ τοῦ ὀστοῦ καὶ τῶν ἀνάλογον τοῖς ὀστοῖς· ὡς γὰρ ἡ ἄκανθα ἔχει πρὸς τὸ ὀστοῦν, οὕτω καὶ τὸ σαρκῶδες πρὸς τὰς σάρκας ἔχει τῶν ἐχόντων ὀστᾶ καὶ ἄκανθαν.
肉以及在所有有血动物中具有与肉相似性质的部分,都存在于皮肤与骨骼或相当于骨骼的结构之间;因为正如鱼刺之于骨骼,具有骨骼和鱼刺的动物中的肉状部分之于肉也是如此。
Ἔστι δὲ διαιρετὴ ἡ σὰρξ πάντῃ, καὶ οὐχ ὥσπερ τὰ νεῦρα καὶ αἱ φλέβες ἐπὶ μῆκος μόνον.
肉是在各个方向上都可以分割的,而不像腱和血管那样仅在长度方向上可以分割。
Λεπτυνομένων μὲν οὖν τῶν ζῴων ἀφανίζονται, καὶ γίγνονται φλέβια καὶ ἶνες· εὐβοσίᾳ δὲ πλείονι χρωμένων πιμελὴ ἀντὶ σαρκῶν.
因此,当动物消瘦时,肉会消失,变成微血管和纤维;而当它们获得更充足的营养时,软脂便代替了肉而产生。
Εἰσὶ δὲ τοῖς μὲν ἔχουσι τὰς σάρκας πολλὰς αἱ φλέβες ἐλάττους καὶ τὸ αἷμα ἐρυθρότερον καὶ τὰ σπλάγχνα καὶ κοιλία μικρά· τοῖς δὲ τὰς φλέβας ἔχουσι μεγάλας καὶ τὸ αἷμα μελάντερον καὶ σπλάγχνα μεγάλα καὶ κοιλία μεγάλη, αἱ δὲ σάρκες ἐλάττους.
拥有大量肌肉的动物,其血管较细,血液较红,内脏和胃也较小;而那些血管粗大、血液较黑、内脏和胃都较大的动物,其肌肉则较少。
Γίνονται δὲ κατὰ σάρκα πίονα τὰ τὰς κοιλίας ἔχοντα μικράς.
胃小的动物,其肌肉会变得肥厚。
§3.17Πιμελὴ δὲ καὶ στέαρ διαφέρουσιν ἀλλήλων.
软脂与硬脂彼此不同。
Τὸ μὲν γὰρ στέαρ ἐστὶ θραυστὸν πάντῃ καὶ πήγνυται ψυχόμενον, ἡ δὲ πιμελὴ χυτὸν καὶ ἄπηκτον· καὶ οἱ μὲν ζωμοὶ οἱ τῶν πιόνων οὐ πήγνυνται, οἷον ἵππου καὶ ὑός, οἱ δὲ τῶν στέαρ ἐχόντων πήγνυνται, οἷον προβάτου καὶ αἰγός.
因为硬脂在各个方向上都易碎,且遇冷凝固,而软脂则是液状且不凝固的;含有软脂的动物(如马和猪)的肉汁不凝固,而含有硬脂的动物(如绵羊和山羊)的肉汁则会凝固。
Διαφέρουσι δὲ καὶ τοῖς τόποις· ἡ μὲν γὰρ πιμελὴ γίνεται μεταξὺ δέρματος καὶ σαρκός, στέαρ δ’ οὐ γίνεται ἀλλ’ ἢ ἐπὶ τέλει τῶν σαρκῶν.
它们在存在部位上也有所不同;因为软脂产生于皮肤和肌肉之间,而硬脂只产生于肌肉的末端。
Γίγνεται δὲ καὶ τὸ ἐπίπλοον τοῖς μὲν πιμελώδεσι πιμελῶδες, τοῖς δὲ στεατώδεσι στεατῶδες.
大网也是如此,在具有软脂的动物中呈软脂状,在具有硬脂的动物中呈硬脂状。
Ἔχει δὲ τὰ μὲν ἀμφώδοντα πιμελήν, τὰ δὲ μὴ ἀμφώδοντα στέαρ.
双颌有齿的动物拥有软脂,而双颌无齿的动物拥有硬脂。
Τῶν δὲ σπλάγχνων τὸ ἧπαρ ἐν ἐνίοις τῶν ζῴων γίνεται πιμελῶδες, οἷον τῶν ἰχθύων ἐν τοῖς σελάχεσιν· ποιοῦσι γὰρ ἔλαιον ἀπ’ αὐτῶν, ὃ γίνεται τηκομένων·
在内脏中,某些动物的肝脏会变得富含软脂,例如鱼类中的软骨鱼类;因为人们通过熔化它们来制造油。
αὐτὰ δὲ τὰ σελάχη ἐστὶν ἀπιμελώτατα καὶ κατὰ σάρκα καὶ κατὰ κοιλίαν κεχωρισμένῃ πιμελῇ.
然而这些软骨鱼本身,无论是在肉中还是在拥有分离软脂的胃部周围,都是最不含软脂的。
Ἔστι δὲ καὶ τὸ τῶν ἰχθύων στέαρ πιμελῶδες, καὶ οὐ πήγνυται.
鱼类的“硬脂”也是软脂状的,并不凝固。
Πάντα δὲ τὰ ζῷα τὰ μὲν κατὰ σάρκα ἐστὶ πίονα τὰ δὲ ἀφωρισμένως.
在所有动物中,有些是在肌肉中肥胖,有些是在特定分隔的部位肥胖。
Ὅσα δὲ μὴ ἔχει κεχωρισμένην τὴν πιότητα, ἧττόν ἐστι πίονα κατὰ κοιλίαν καὶ ἐπίπλοον, οἷον ἐγχέλυς· ὀλίγον γὰρ στέαρ ἔχουσι περὶ τὸ ἐπίπλοον.
那些没有分离脂肪的动物,其胃和大网较少肥胖,例如鳗鱼;因为它们在大网周围只有很少的硬脂。
Τὰ δὲ πλεῖστα γίνεται πίονα κατὰ τὴν γαστέρα, καὶ μάλιστα τὰ μὴ ἐν κινήσει ὄντα τῶν ζῴων.
大多数动物在腹部肥胖,尤其是那些不活动的动物。
Οἱ δ’ ἐγκέφαλοι τῶν μὲν πιμελωδῶν λιπαροί, οἷον ὑός, τῶν δὲ στεατωδῶν αὐχμηροί.
拥有软脂的动物(如猪)的脑部是油润的,而拥有硬脂的动物的脑部则是干燥的。
Τῶν δὲ σπλάγχνων περὶ τοὺς νεφροὺς μάλιστα πίονα γίνεται τὰ ζῷα· ἔστι δ’ ἀεὶ ὁ δεξιὸς ἀπιμελώτερος, κἂν σφόδρα πίονες ὦσιν, ἐλλείπει τι ἀεὶ κατὰ τὸ μέσον.
在内脏中,动物在肾脏周围最为肥胖;但右侧的肾脏总是较少有脂,即使在极度肥胖的情况下,中间部分总会缺少一些脂肪。
Περίνεφρα δὲ γίνεται τὰ στεατώδη μᾶλλον, καὶ μάλιστα τῶν ζῴων πρόβατον· τοῦτο γὰρ ἀποθνήσκει τῶν νεφρῶν πάντῃ καλυφθέντων.
肾脏周围多脂的现象更容易发生在具有硬脂的动物身上,而在动物中尤其是绵羊;因为绵羊在肾脏完全被脂肪包裹时就会死亡。
Γίνεται δὲ περίνεφρα δι’ εὐβοσίαν, οἷον τῆς Σικελίας περὶ Λεοντίνους· διὸ καὶ ἐξελαύνουσιν ὀψὲ τὰ πρόβατα τῆς ἡμέρας, ὅπως ἐλάττω λάβωσι τὴν τροφήν.
肾脏周围过度肥胖是由于优良的牧草造成的,例如在西西里的莱翁蒂尼周围;因此,人们在一天中很晚的时候才把绵羊赶出放牧,以便它们摄入较少的食物。
§3.18Πάντων δὲ τῶν ζῴων κοινόν ἐστι τὸ περὶ τὴν κόρην ἐν τοῖς ὀφθαλμοῖς· ἔχουσι γὰρ τοῦτο τὸ μόριον στεατῶδες πάντα ὅσα ἔχουσι τὸ τοιοῦτον μόριον ἐν τοῖς ὀφθαλμοῖς καὶ μή εἰσι σκληρόφθαλμα.
所有动物的共同特征在于眼睛里瞳孔周围的部分;因为凡是在眼睛里拥有这一部分且不属于硬眼的动物,这一部分都是硬脂状的。
Ἔστι δ’ ἀγονώτερα τὰ πιμελώδη καὶ ἄρρενα καὶ θήλεα.
肥胖的动物,无论是雄性还是雌性,其繁殖力都较低。
Πιαίνεται δὲ πάντα πρεσβύτερα μᾶλλον ἢ νεώτερα ὄντα, μάλιστα δ’ ὅταν καὶ τὸ πλάτος καὶ τὸ μῆκος ἔχῃ τοῦ μεγέθους καὶ εἰς βάθος αὐξάνηται.
所有动物在年老时比年轻时更容易肥胖,尤其是当它们的身材在宽度和长度上都已达到,并在厚度方向上增长时。