§1.12Αὐχὴν δὲ τὸ μεταξὺ προσώπου καὶ θώρακος.
颈是面部与胸部之间的部分。
Καὶ τούτου τὸ μὲν πρόσθιον μέρος λάρυγξ, τὸ δ’ ὀπίσθιον στόμαχος.
而这之中的前部是喉头,后部是食道。
Τούτου δὲ τὸ μὲν χονδρῶδες καὶ πρόσθιον, δι’ οὗ ἡ φωνὴ καὶ ἡ ἀναπνοή, ἀρτηρία· τὸ δὲ σαρκῶδες στόμαχος, ἐντὸς πρὸ τῆς ῥάχεως.
在前部中,呈软骨质且位于前部、声音和呼吸通过的部分是气管;而肉质的部分是食道,位于内部、脊椎的前方。
Τὸ δ’ ὀπίσθιον αὐχένος μόριον ἐπωμίς.
颈部的后部是肩峰。
Ταῦτα μὲν οὖν τὰ μόρια μέχρι τοῦ θώρακος.
这些便是直到胸部为止的器官。
Θώρακος δὲ μέρη τὰ μὲν πρόσθια τὰ δ’ ὀπίσθια.
胸部的部分有前部和后部。
Πρῶτον μὲν μετὰ τὸν αὐχένα ἐν τοῖς προσθίοις στῆθος διφυὲς μαστοῖς.
首先,在颈部之后的前部是胸部,其具有双乳。
Τούτων ἡ θηλὴ διφυής, δι’ ἧς τοῖς θήλεσι τὸ γάλα διηθεῖται· ὁ δὲ μαστὸς μανός.
这些(乳房)的乳头是一对,女性通过它过滤出乳汁;而乳房是松软的。
Ἐγγίνεται δὲ καὶ τοῖς ἄρρεσι γάλα· ἀλλὰ πυκνὴ ἡ σὰρξ τοῖς ἄρρεσι, ταῖς δὲ γυναιξὶ σομφὴ καὶ πόρων μεστή.
在雄性中也会产生乳汁;但雄性的肌肉紧密,而女性的则呈海绵状且布满管道。
§1.13Μετὰ δὲ τὸν θώρακα ἐν τοῖς προσθίοις γαστήρ, καὶ ταύτης ῥίζα ὀμφαλός· ὑπόρριζον δὲ τὸ μὲν διφυὲς λαγών, τὸ δὲ μονοφυὲς τὸ μὲν ὑπὸ τὸν ὀμφαλὸν ἦτρον (τούτου δὲ τὸ ἔσχατον ἐπίσιον), τὸ δ’ ὑπὲρ τὸν ὀμφαλὸν ὑποχόνδριον, τὸ δὲ κοινὸν ὑποχονδρίου καὶ λαγόνος χολάς.
在胸部之后,前部是腹部,它的根部是肚脐;在其根部之下,成对的部分是胁腹,而单一的部分中,脐以下的是下腹部(其最末端是耻丘),脐以上的是季肋部,季肋部与胁腹之间共同的部分是腹腔。
Τῶν δ’ ὄπισθεν διάζωμα μὲν ἡ ὀσφύς, ὅθεν καὶ τοὔνομ’ ἔχει (δοκεῖ γὰρ εἶναι ἰσοφυές), τοῦ δὲ διεξοδικοῦ τὸ μὲν οἷον ἐφέδρανον γλουτός, τὸ δ’ ἐν ᾧ στρέφεται ὁ μηρός, κοτυληδών.
在后部的器官中,作为腰带的是腰部,这也是它得名(因为看起来两侧均等)的原因,而在排泄通道中,作为坐部的是臀部,大腿旋转于其中的部分是髋臼。
Τοῦ δὲ θήλεος ἴδιον μέρος ὑστέρα, καὶ τοῦ ἄρρενος αἰδοῖον, ἔξωθεν ἐπὶ τῷ τέλει τοῦ θώρακος, διμερές, τὸ μὲν ἄκρον σαρκῶδες καὶ λεῖον ὡς εἰπεῖν ἴσον, ὃ καλεῖται βάλανος, τὸ δὲ περὶ αὐτὴν ἀνώνυμον δέρμα, ὃ ἐὰν διακοπῇ, οὐ συμφύεται, οὐδὲ γνάθος οὐδὲ βλεφαρίς.
雌性特有的部分是子宫,而雄性特有的是阴部,位于体躯末端的外部,由两部分组成:其末端呈肉质且光滑,可以说各处均匀,被称为龟头;而环绕其周围的无名皮肤,如果被割断,则不会愈合,就像面颊和眼睑一样。
Κοινὸν δὲ τούτου καὶ τῆς βαλάνου ἀκροποσθία.
这层皮肤与龟头共同的部分是包皮。
Τὸ δὲ λοιπὸν μέρος χονδρῶδες, εὐαυξές, καὶ ἐξέρχεται καὶ εἰσέρχεται ἐναντίως ἢ τοῖς λοφούροις.
其余部分呈软骨质,易于勃起,其出入方式与蓬尾类动物相反。
Τοῦ δ’ αἰδοίου ὑποκάτω ὄρχεις δύο.
在阴部下方有两个睾丸。
Τὸ δὲ πέριξ δέρμα, ὃ καλεῖται ὄσχεος.
周围的皮肤被称为阴囊。
Οἱ δ’ ὄρχεις οὔτε ταὐτὸ σαρκὶ οὔτε πόρρω σαρκός· ὃν τρόπον δ’ ἔχουσιν, ὕστερον δι’ ἀκριβείας λεχθήσεται καθόλου περὶ πάντων τῶν τοιούτων μορίων.
睾丸既不等同于肌肉,也并非远离肌肉;关于它们的构造,之后将在整体讨论所有此类器官时进行详尽精确的阐述。
§1.14Τὸ δὲ τῆς γυναικὸς αἰδοῖον ἐξ ἐναντίας τῷ τῶν ἀρρένων· κοῖλον γὰρ τὸ ὑπὸ τὴν ἥβην καὶ οὐχ ὥσπερ τὸ τοῦ ἄρρενος ἐξεστηκός.
女子的阴部与男子的相反;因为阴毛下方的部位是凹陷的,不像男子那样突出。
Καὶ οὐρήθρα ἔξω τῶν ὑστερῶν, δίοδος τῷ σπέρματι τῷ τοῦ ἄρρενος, τοῦ δ’ ὑγροῦ περιττώματος ἀμφοῖν ἔξοδος.
且尿道位于子宫外部,是男子精液的通道,也是两者液体排泄物的出口。
Κοινὸν δὲ μέρος αὐχένος καὶ στήθους σφαγή, πλευρᾶς δὲ καὶ βραχίονος καὶ ὤμου μασχάλη, μηροῦ δὲ καὶ ἤτρου βουβών.
颈部与胸部的共同部分是颈窝;肋部、上臂与肩膀的共同部分是腋窝;大腿与下腹部的共同部分是腹股沟。
Μηροῦ δὲ καὶ γλουτοῦ τὸ ἐντὸς περίνεος, μηροῦ δὲ καὶ γλουτοῦ τὸ ἔξω ὑπογλουτίς.
大腿与臀部的内侧部分是会阴,而大腿与臀部的外侧部分是臀下皱襞。
Θώρακος δὲ περὶ μὲν τῶν ἔμπροσθεν εἴρηται, τοῦ δὲ στήθους τὸ ὄπισθεν νῶτον.
关于胸的前部已经做了解说,而胸部之后的部分是后背。