§2.22. Ἐπεὶ οὖν ζητοῦμεν αἰσθητοῦ σώματος ἀρχάς, τοῦτο δ᾿ ἐστὶν ἁπτοῦ, ἁπιὸν δ᾿ οὗ ἡ αἴσθησις ἁφή, φανερὸν ὅτι οὐ πᾶσαι αἱ ἐναντιώσεις σώματος εἴδη καὶ ἀρχὰς ποιοῦσιν, ἀλλὰ μόνον αἱ κατὰ τὴν ἁφήν·
2. したがって、我々は感覚的な物体の原理を求めており、これ(感覚的な物体)は触覚的なものであって、触覚的なものとはその感覚が触覚であるもののことであるから、物体の種や原理を作り出すのは、すべての対立性質ではなく、触覚に関わるものだけであることは明らかである。
κατ᾿ ἐναντίωσίν τε γὰρ διαφέρουσι, καὶ κατὰ ἁπτὴν ἐναντίωσιν.
なぜなら、それらは対立性質に従って異なっており、かつ触覚的な対立性質に従って異なっているからである。
διὸ οὔτε λευκότης καὶ μελανία οὔτε γλυκύτης καὶ πικρότης, ὁμοίως δ᾿ οὐδὲ τῶν ἄλλων τῶν αἰσθητῶν ἐναντιώσεων οὐδὲν ποιεῖ στοιχεῖον.
それゆえ、白さと黒さも、甘さと苦さも元素を作らないし、同様に他の感覚的な対立性質のどれも元素を作らない。
καίτοι πρότερον ὄψις ἁφῆς, ὥστε καὶ τὸ ὑποκείμενον πρότερον.
もっとも、視覚は触覚よりも先なるものであり、したがってその下底にあるものも先なるものである。
ἀλλ᾿ οὐκ ἔστι σώματος ἁπτοῦ πάθος ᾗ ἀπτόν, ἀλλὰ καθ᾿ ἕτερον, καὶ εἰ ἔτυχε τῇ φύσει πρότερον.
しかし、それらは触覚的な物体が触覚的である限りにおいて受ける状態ではなく、別のものに基づいて受ける状態である。 たとえそれが本性においてたまたま先なるものであるとしても。
Αὐτῶν δὲ πρῶτον τῶν ἁπτῶν διαιρετέον ποῖαι πρῶται διαφοραὶ καὶ ἐναντιώσεις.
そして、触覚的なものそれ自体の中で、まずいかなるものが第一の差異であり対立性質であるかを区分しなければならない。
εἰσὶ δ᾿ ἐναντιώσεις κατὰ τὴν ἁρὴν αἵδε, θερμὸν ψυχρόν, ξηρὸν ὑγρόν, βαρὺ κοῦφον, σκληρὸν μαλακόν, γλίσχρον κραῦρον, τραχὺ λεῖον, παχὺ λεπτόν.
触覚における対立性質とは、温と冷、乾と湿、重と軽、硬と軟、粘と脆、粗と滑、粗と微のこれらである。
τούτων δὲ βαρὺ μὲν καὶ κοῦφον οὐ ποιητικὰ οὐδὲ παθητικά·
これらのうち、重と軽は能動的でも受動的でもない。
οὐ γὰρ τῷ ποιεῖν τι ἕτερον ἢ πάσχειν ὑφ᾿ ἑτέρου λέγονται.
なぜなら、それらは他に対して何かを作用させたり、他から何かを受けたりすることによって言われるのではないからである。
δεῖ δὲ ποιητικὰ εἶναι ἀλλήλων καὶ παθητικὰ τὰ στοιχεῖα·
しかし、元素は互いに対して能動的であり受動的でなければならない。
μίγνυται γὰρ καὶ μεταβάλλει εἰς ἄλληλα.
なぜなら、それらは混合し、互いへと変化するからである。
θερμὸν δὲ καὶ ψυχρὸν καὶ ὑγρὸν καὶ ξηρὸν τὰ μὲν τῷ ποιητικὰ εἶνσι τὰ δὲ τῷ παθητικὰ λέγεται·
他方で、温と冷、湿と乾は、一方は能動的であることによって、他方は受動的であることによって言われる。
θερμὸν γάρ ἐστι τὸ συγκρῖνον τὰ ὁμογενῆ (τὸ γὰρ διακρίνειν, ὅπερ φασὶ ποιεῖν τὸ πῦρ, συγκρίνειν ἐστὶ τὰ ὁμόφυλα·
すなわち、温とは同種のものを結合させるものであり(というのも、人々が火のなすことと言う「分離すること」とは、同族のものを結合させることだからである。
συμβαίνει γὰρ ἐξαιρεῖν τὰ ἀλλότρια), ψυχρὸν δὲ τὸ συνάγον καὶ συγκρῖνον ὁμοίως τά τε συγγενῆ καὶ τὰ μὴ ὁμόφυλα, ὑγρὸν δὲ τὸ ἀόριστον οἰκείῳ ὅρῳ εὐόριστον ὄν, ξηρὸν δὲ τὸ εὐόριστον μὲν οἰκείῳ ὅρῳ, δυσόριστον δέ.
なぜなら、異質なものを排除することが起こるからである)、冷とは親縁なものも同族でないものも同様に引き寄せ結合させるものであり、湿とは自らの境界によっては規定されず容易に規定されるものであり、乾とは自らの境界によって容易に規定され、規定されにくいものである。
τὸ δὲ λεπτὸν καὶ παχὺ καὶ γλίσχρον καὶ κραῦρον καὶ σκληρὸν καὶ μαλακὸν καὶ αἱ ἄλλαι διαφοραὶ ἐκ τούτων·
また、微と粗、粘と脆、硬と軟、およびその他の差異はこれらから生じる。
ἐπεὶ γὰρ τὸ ἀναπληστικόν ἐστι τοῦ ὑγροῦ διὰ τὸ μὴ ὡρίσθαι μὲν εὐόριστον δ᾿ εἶναι καὶ ἀκολουθεῖν τῷ ἁπτομένῳ, τὸ δὲ λεπτὸν ἀναπληστικόν (λεπτομερές γάρ, καὶ τὸ μικρομερὲς ἀναπληστικόν· ὅλον γὰρ ὅλου ἅπτεται·
なぜなら、満たす性質は、規定されていないが容易に規定され、触れているものに従うという点で湿に属する性質であり、他方で微なるものは満たすものであるから(なぜなら、それは微小な部分から成るものであり、微小な部分から成るものは満たすものだからである。
τὸ δὲ λεπτὸν μάλιστα τοιοῦτοι), φανερὸν ὅτι τὸ μὲν λεπτὸν ἔσται τοῦ ὑγροῦ, τὸ δὲ παχὺ τοῦ ξηροῦ.
全体が全体に触れるのであり、微なるものは最もそのようなものである)、微なるものは湿に属し、粗なるものは乾に属することは明らかである。
πάλιν δὲ τὸ μὲν γλίσχρον τοῦ ὑγροῦ (τὸ γὰρ γλίσχρον ὑγρὸν πεπονθός τί ἐστιν, οἷον τὸ ἔλαιον), τὸ δὲ κραῦρον τοῦ ξηροῦ· κραῦρον γὰρ τὸ τελέως ξηρόν, ὥστε καὶ πεπηγέναι δι᾿ ἔλλειψιν ὑγρότητος.
また、粘なるものは湿に属し(なぜなら、粘なるものはある状態を経た湿、例えば油のようなものだからである)、脆なるものは乾に属する(なぜなら、脆なるものとは完全に乾燥したものであり、湿気の欠乏によって固まったものだからである)。
ἔτι τὸ μὲν μαλακὸν τοῦ ὑγροῦ (μαλακὸν γὰρ τὸ ὑπεῖκον εἰς ἑαυτὸ καὶ μὴ μεθιστάμενον, ὅπερ ποιεῖ τὸ ὑγρόν·
さらに、軟なるものは湿に属し(なぜなら、軟なるとはそれ自身の中へと退き、位置を変えないものであって、これこそが湿のなすことだからである。
διὸ καὶ οὐκ ἔστι τὸ ὑγρὸν μαλακόν, ἀλλὰ τὸ μαλακὸν τοῦ ὑγροῦ), τὸ δὲ σκληρὸν τοῦ ξηροῦ· σκληρὸν γάρ ἐστι τὸ πεπηγός, τὸ δὲ πεπηγὸς ξηρόν.
それゆえ、湿自体が軟なのではなく、軟なるものが湿に属するのである)、硬なるものは乾に属する(なぜなら、硬なるとは固まったものであり、固まったものは乾だからである)。
λέγεται δὲ ξηρὸν καὶ ὑγρὸν πλεοναχῶς·
なお、乾と湿は多義的に言われる。
ἀντίκειται γὰρ τῷ ξηρῷ καὶ τὸ ὑγρὸν καὶ τὸ διερόν, καὶ πάλιν τῷ ὑγρῷ καὶ τὸ ξηρὸν καὶ τὸ πεπηγός·
なぜなら、乾に対立するものとして湿と湿潤があり、逆に湿に対立するものとして乾と凝固があるからである。
ἅπαντα δὲ ταῦτ᾿ ἐστὶ τοῦ ξηροῦ καὶ τοῦ ὑγροῦ τῶν πρώτων λεχθέντων.
しかし、これらすべては最初に言われた乾と湿に属している。
ἐπεὶ γὰρ ἀντίκειται τῷ διερῷ τὸ ξηρόν, καὶ διερὸν μέν ἐστι τὸ ἔχον ἀλλοτρίαν ὑγρότητα ἐπιπολῆς, βεβρεγμένον δὲ τὸ εἰς βάθος, ξηρὸν δὲ τὸ ἐστερημένον ταύτης, φανερὸν ὅτι τὸ μὲν διερὸν ἔσται τοῦ ὑγροῦ, τὸ δ᾿ ἀντικείμενον ξηρὸν τοῦ πρώτου ξηροῦ.
なぜなら、湿潤に乾が対立しており、湿潤とは表面に他由来の湿気を持つものであり、濡れたものとは深部までそれを持つものであり、乾とはこれを奪われたものであるから、湿潤は湿に属し、これに対立する乾は最初の乾に属することは明らかだからである。
πάλιν δὲ τὸ ὑγρὸν καὶ τὸ πεπηγὸς ὡσαύτως·
また、湿と凝固についても同様である。
ὑγρὸν μὲν γάρ ἐστι τὸ ἔχον οἰκείαν ὑγρότητα, βεβρεγμένον δὲ τὸ ἔχον ἀλλοτρίαν ὑγρότητα ἐν τῷ βάθει, πεπηγὸς δὲ τὸ ἐστερημένον ταύτης.
なぜなら、湿とは本性の湿気を持つものであり、濡れたものとは深部に他由来の湿気を持つものであり、凝固したものとはこれを奪われたものだからである。
ὥστε καὶ τούτων ἔσται τὸ μὲν ξηροῦ τὸ δὲ ὑγροῦ.
したがって、これらについても一方は乾に、他方は湿に属することになる。
δῆλον τοίνυν ὅτι πᾶσαι αἱ ἄλλαι διαφοραὶ ἀνάγονται εἰς τὰς πρώτας τέτταρας.
それゆえ、他のすべての差異が、これら最初の四つの性質に帰せられることは明らかである。
αὗται δὲ οὐκέτι εἰς ἐλάττους·
そして、これら四つはもはやより少ないものへと帰せられない。
οὔτε γὰρ τὸ θερμὸν ὅπερ ὑγρὸν ἢ ὅπερ ξηρόν, οὔτε τὸ ὑγρὸν ὅπερ θερμὸν ἢ ὅπερ ψυχρόν, οὔτε τὸ ψυχρὸν καὶ τὸ ξηρὸν οὔθ᾿ ὑπ᾿ ἄλληλ᾿ οὔθ᾿ ὑπὸ τὸ θερμὸν καὶ τὸ ὑγρόν εἰσιν·
なぜなら、温は湿でも乾でもなく、湿は温でも冷でもなく、冷と乾は互いの下にあるわけでも、温と湿の下にあるわけでもないからである。
ὥστ᾿ ἀνάγκη τέτταρας εἶναι ταύτας.
したがって、これらは四つである必要がある。