§1.1#11. Περὶ δὲ γενέσεως καὶ φθορᾶς τῶν φύσει γινομένων καὶ φθειρομένων, ὁμοίως κατὰ πάντων, τάς τε αἰτίας διαιρετέον καὶ τοὺς λόγους αὐτῶν, ἔτι δὲ περὶ αὐξήσεως καὶ ἀλλοιώσεως, τί ἑκάτερον, καὶ πότερον τὴν αὐτὴν ὑποληπτέον φύσιν εἶναι ἀλλοιώσεως καὶ γενέσεως, ἢ χωρίς, ὥσπερ διώρισται καὶ τοῖς ὀνόμασιν.
1. 自然に生成し消滅するものどもの生成と消滅について、すべてに共通して、それらの原因と定義を規定しなければならない。 さらに、成長と質的変化について、それぞれが何であるか、また、質的変化と生成の本性は同じであると想定すべきか、それとも、名前によっても区別されているように、別個のものであるかを[規定しなければならない]。
Τῶν μὲν οὖν ἀρχαίων οἱ μὲν τὴν καλουμένην ἁπλῆν γένεσιν ἀλλοίωσιν εἶναί φασιν, οἱ δ᾿ ἕτερον ἀλλοίωσιν καὶ γένεσιν.
古代の人々のうち、ある者たちは、いわゆる単純な生成は質的変化であると言い、他の者たちは質的変化と生成は異なるものであると言う。
ὅσοι μὲν γὰρ ἕν τι τὸ πᾶν λέγουσιν εἶναι καὶ πάντα ἐξ ἑνὸς γεννῶσιν, τούτοις μὲν ἀνάγκη τὴν γένεσιν ἀλλοίωσιν φάναι καὶ τὸ κυρίως γινόμενον ἀλλοιοῦσθαι·
というのも、万物は一つであると主張し、一つのものからすべてを生成させる人々にとっては、生成を質的変化であると言い、本来の意味で生成するものは質的に変化しているのだと言うことが必然だからである。
ὅσοι δὲ πλείω τὴν ὅλην ἑνὸς τιθέασιν, οἷον Ἐμπεδοκλῆς καὶ Ἀναξαγόρας καὶ Λεύκιππος, τούτοις δὲ ἕτερον.
これに対して、エンペドクラレス、アナクサゴラス、レウキッポスのように、一よりも多くのものを全体の[原理]と仮定する人々にとっては、[生成と質的変化は]異なるものである。
καίτοι Ἀναξαγόρας γε τὴν οἰκείαν φωνὴν ἠγνόησεν·
しかしながら、アナクサゴラスは自らの言葉を理解していなかった。
λέγει γοῦν ὡς τὸ γίνεσθαι καὶ ἀπόλλυσθαι ταὐτὸν καθέστηκε τῷ ἀλλοιοῦσθαι.
少なくとも彼は、生成することと消滅することは、質的に変化することと同一であると主張しているからである。
πολλὰ δὲ λέγει τὰ στοιχεῖα, καθάπερ καὶ ἕτεροι.
だが、彼は他の者たちと同様に、元素は多数あると言っている。
Ἐμπεδοκλῆς μὲν γὰρ τὰ μὲν σωματικὰ τέτταρα, τὰ δὲ πάντα μετὰ τῶν κινούντων ἓξ τὸν ἀριθμόν, Ἀναξαγόρας δὲ ἄπειρα καὶ Λεύκιππος καὶ Δημόκριτος.
すなわち、エンペドクラレスは物体的なものを四つ、動かすものを含めた全体としては数を六つとし、アナクサゴラスは無限とし、レウキッポスとデモクリトスも同様に[無限と]している。
ὁ μὲν γὰρ τὰ ὁμοιομερῆ στοιχεῖα τίθησιν, οἷον ὀστοῦν καὶ σάρκα καὶ μυελόν, καὶ τῶν ἄλλων ὧν ἑκάστου συνώνυμον τὸ μέρος ἐστίν·
というのも、彼(アナクサゴラス)は、骨、肉、骨髄、およびその他のもののうち、その部分が全体と同じ名で呼ばれるような同質部分を元素と仮定するからである。
Δημόκριτος δὲ καὶ Λεύκιππος ἐκ σωμάτων ἀδιαιρέτων τἆλλα συγκεῖσθαί φασι, ταῦτα δ᾿ ἄπειρα καὶ τὸ πλῆθος εἶναι καὶ τὰς μορφάς, αὐτὰ δὲ πρὸς αὐτὰ διαφέρειν τούτοις ἐξ ὧν εἰσὶ καὶ θέσει καὶ τάξει τούτων.
デモクリトスとレウキッポスは、その他のものは不可分割の物体から構成されていると言い、これらは数においても形においても無限であり、それら自体が、それらを構成するもの[の形]、およびそれらの位置と配列によって、互いに異なっていると言う。
ἐναντίως δὲ φαίνονται λέγοντες οἱ περὶ Ἀναξαγόραν τοῖς περὶ Ἐμπεδοκλέα·
しかし、アナクサゴラスの一派とエンペドクラレスの一派は、相反することを言っているように見える。
ὁ μὲν γάρ φησι πῦρ καὶ ὕδωρ καὶ ἀέρα καὶ γῆν στοιχεῖα τέσσαρα καὶ ἁπλᾶ εἶναι μᾶλλον ἢ σάρκα καὶ ὀστοῦν καὶ τὰ τοιαῦτα τῶν ὁμοιομερῶν, οἱ δὲ ταῦτα μὲν ἁπλᾶ καὶ στοιχεῖα, γῆν δὲ καὶ πῦρ καὶ ὕδωρ καὶ ἀέρα σύνθετα·
なぜなら、後者(エンペドクラレス)は火、水、空気、土が、肉や骨、その他そのような同質部分よりも、元素であり単純なものであると主張するのに対し、前者はこれら[同質部分]こそが単純であり元素であって、土、火、水、空気は複合体であると主張するからである。
πανσπερμίαν γὰρ εἶναι τούτων.
というのも、これらはそれら[同質部分]のあらゆる種子の集まりだからである。
Τοῖς μὲν οὖν ἐξ ἑνὸς πάντα κατασκευάζουσιν ἀναγκαῖον λέγειν τὴν γένεσιν καὶ τὴν φθορὰν ἀλλοίωσιν·
それゆえ、一つのものから万物を構成する人々にとっては、生成と消滅を質的変化であると言うことが不可避である。
ἀεὶ γὰρ μένειν τὸ ὑποκείμενον ταὐτὸ καὶ ἕν (τὸ δὲ τοιοῦτον ἀλλοιοῦσθαί φαμεν)· τοῖς δὲ τὰ γένη πλείω ποιοῦσι διαφέρειν τὴν ἀλλοίωσιν τῆς γενέσεως·
なぜなら、基底にあるものは常に同一かつ一つであり続け(そして私たちは、そのようなものが変化することを質的に変化すると言うからである)、これに対して、[元素の]種類を多くする人々にとっては、質的変化は生成とは異なる。
συνιόντων γὰρ καὶ διαλυομένων ἡ γένεσις συμβαίνει καὶ ἡ φθορά.
なぜなら、それらが結合し分解することによって生成と消滅が起こるからである。
διὸ λέγει τοῦτον τὸν τρόπον καὶ Ἐμπεδοκλῆς, ὅτι “φύσις οὐδενός ἐστιν, ἀλλὰ μόνον μίξις τε διάλλαξίς τε μιγέντων.
それゆえ、エンペドクラレスもこのように言っている。 「いかなるものにも本性はなく、ただ混合と、混合されたものの分離があるのみである」と。
” ὅτι μὲν οὖν οἰκεῖος ὁ λόγος αὐτῶν τῇ ὑποθέσει οὕτω φάναι, δῆλον, καὶ ὅτι λέγουσι τὸν τρόπον τοῦτον·
したがって、彼らの主張が、このように言うという自らの仮設に適ったものであること、また彼らがこのように主張していることは明らかである。
ἀναγκαῖον δὲ καὶ τούτοις τὴν ἀλλοίωσιν εἶναι μέν τι φάναι παρὰ τὴν γένεσιν, ἀδύνατον μέντοι κατὰ τὰ ὑπ᾿ ἐκείνων λεγόμενα.
しかし、これらの人々にとっても、質的変化を生成とは別の何らかのものであると言うことは必要であるものの、彼らの主張に従えばそれは不可能である。
τοῦτο δ᾿ ὅτι λέγομεν ὀρθῶς, ῥᾴδιον συνιδεῖν.
私たちがこれを正しく言っていることは、容易に理解できる。
ὥσπερ γὰρ ὁρῶμεν ἠρεμούσης τῆς οὐσίας ἐν αὐτῇ μεταβολὴν κατὰ μέγεθος, τὴν καλουμένην αὔξησιν καὶ φθίσιν, οὕτω καὶ ἀλλοίωσιν.
なぜなら、実体が静止しているままで、それ自体のうちに大きさによる変化、すなわちいわゆる成長と減少が見られるのと同様に、質的変化も見られるからである。