Humanitext Reader

アリストテレス · 動物の発生について §5.7#2

加齢や去勢が声の高低に及ぼす影響と原因

92 / 93 箇所 · ギリシア語

要旨

去勢や加齢が声の高さに与える生理学的な影響を、器官の緊張と弛緩、および「始原」の変化の観点から説明し、さらに周囲の温度や器官の柔軟性が声質に及ぼす効果について論じている。

§5.7#2πολὺν δὲ κινοῦσι ταῦτα, τὰ δ᾽ ἄλλ᾽ ὀλίγον, διὰ τὸ τὸ ἀγγεῖον δι᾽ οὗ πρῶτον φέρεται τὸ πνεῦμα, τούτοις μὲν διάστημ᾽ ἔχειν μέγα καὶ πολὺν ἀναγκάζεσθαι ἀέρα κινεῖν, τοῖς δ᾽ ἄλλοις εὐταμίευτον εἶναι.
そして、これらが多くの空気を動かし、他の動物が少ししか動かさないのは、気息が最初に運ばれる管が、これらにおいては大きな間隔を持っていて、多量の空気を動かすことを余余儀なくされるのに対し、他の動物においては調整しやすいからである。
προϊούσης δὲ τῆς ἡλικίας ἰσχύει μᾶλλον τοῦτο τὸ μόριον τὸ κινοῦν ἐν ἑκάστοις, ὥστε μεταβάλλουσιν εἰς τοὐναντίον, καὶ τὰ μὲν ὀξύφωνα βαρυφωνότερα γίνεται αὐτὰ αὑτῶν, τὰ δὲ βαρύφωνα ὀξυφωνότερα·
年齢が進むと、各々においてこの動かす部分がより強くなるため、彼らは逆方向へと変化し、高い声のものは自分自身よりも低い声になり、低い声のものはより高い声になる。
διόπερ οἱ ταῦροι ὀξυφωνότεροι τῶν μόσχων καὶ τῶν θηλειῶν βοῶν.
それゆえ、雄牛は仔牛や雌牛よりも高い声である。
ἔστι μὲν οὖν πᾶσιν ἡ ἰσχὺς ἐν τοῖς νεύροις, διὸ καὶ τὰ ἀκμάζοντα ἰσχύει μᾶλλον.
実際、すべてにおいて力は腱にあるので、全盛期のものがより強いのである。
ἄναρθρα γὰρ τὰ νέα μᾶλλον καὶ ἄνευρα.
若いものはより関節が緩く、腱が弱いからである。
ἔτι δὲ τοῖς μὲν νέοις οὔπω ἐπιτέταται, τοῖς δὲ γηράσκουσιν ἤδη ἀνίεται ἡ συντονία·
さらに、若いものでは緊張がまだ張られておらず、老いていくものではすでに緩んでいる。
διὸ ἄμφω ἀσθενῆ καὶ ἀδύνατα πρὸς τὴν κίνησιν.
それゆえ、両者ともに弱く、運動をさせる力がない。
μάλιστα δ᾽ οἱ ταῦροι νευρώδεις, καὶ ἡ καρδίᾳ·
とりわけ雄牛は腱が多く、心臓もそうである。
διόπερ σύντονον ἔχουσι τοῦτο τὸ μόριον ᾧ κινοῦσι τὸ πνεῦμα, ὥσπερ χορδὴν τεταμένην νευρίνην.
それゆえ、彼らは気息を動かすこの部分を、まるで張られた腱の弦のように緊張させている。
δηλοῖ δὲ τοιαύτη τὴν φύσιν οὖσα ἡ καρδία τῶν βοῶν τῷ καὶ ὀστῦν ἐγγίνεσθαι ἐν ἐνίαις αὐτῶν·
牛の心臓がそのような本性であることは、それらの一部に骨が生じることによっても示されている。
τὰ δ᾽ ὀστᾶ ζητεῖ τὴν τοῦ νεύρου φύσιν.
骨は腱の本性を求めるからである。
ἐκτεμνόμενα δὲ πάντα εἰς τὸ θῆλυ μεταβάλλει, καὶ διὰ τὸ ἀνίεσθαι τὴν ἰσχὺν τὴν νευρώδη ἐν τῇ ἀρχῇ ὁμοίαν ἀφίησι φωνὴν τοῖς θήλεσιν.
去勢されたものはすべて雌へと変化するが、それは始原における腱の力が緩むためであり、雌に似た声を発する。
ἡ δ᾽ ἄνεσις παραπλησία γίνεται ὥσπερ ἂν εἴ τις χορδὴν κατατείνας σύντονον ποιήσειε τῷ ἐξάψαι τι βάρος, οἷον δὴ ποιοῦσιν αἱ τοὺς ἱστοὺς ὑφαίνουσαι·
この緩みは、あたかも誰かが張られた弦に何らかの重りを吊り下げることによって緊張させたときとよく似ている。
καὶ γὰρ αὗται τὸν στήμονα κατατείνουσι προσάπτουσαι τὰς καλουμένας λαιάς.
それはまさに、織機で織る女性たちがすることと同じである。 実際、彼女たちも「ライアイ」と呼ばれる重りを取り付けることによって縦糸をピンと張るからである。
οὕτω γὰρ καὶ ἡ τῶν ὄρχεων φύσις προσήρτηται πρὸς τοὺς σπερματικοὺς πόρους, οὗτοι δ᾽ ἐκ τῆς φλεβός, ἧς ἡ ἀρχὴ ἐκ τῆς καρδίας πρὸς αὐτῷ τῷ κινοῦντι τὴν φωνήν.
これと同じように、精巣の本性も精管に吊り下がっており、この管は静脈から出ており、その静脈の始原は心臓にあって、声を動かすその部分自体の近くにある。
διὸ καὶ τῶν σπερματικῶν πόρων μεταβαλλόντων πρὸς τὴν ἡλικίαν, ἐν ᾗ ἤδη δύνανται τὸ σπέρμα ἐκκρίνειν, συμμεταβάλλει καὶ τοῦτο τὸ μόριον.
それゆえ、精管が、すでに精液を分泌できる年齢へと変化するとき、この部分もともに変化する。
τούτου δὲ μεταβάλλοντος καὶ ἡ φωνὴ μεταβάλλει, μᾶλλον μὲν τοῖς ἄρρεσιν, συμβαίνει δὲ ταὐτὸ καὶ ἐπὶ τῶν θηλειῶν, ἀλλ᾽ ἀδηλότερον, καὶ γίνεται ὃ καλοῦσί τινες τραγίζειν, ὅταν ἀνώμαλος ᾖ ἡ φωνή.
そして、この部分が変化すると声も変化する。 それは雄においてより顕著であるが、雌においても同じことが起こり、ただしより目立たず、声が不均一になるとき、一部の人々が「トラギゼイン(声変わり)」と呼ぶ現象が生じる。
μετὰ δὲ ταῦτα καθίσταται εἰς τὴν τῆς ἐπιούσης ἡλικίας βαρύτητα ἢ ὀξυφωνίαν.
その後、それは次に訪れる年齢の低さや高さへと落ち着く。
ἀφαιρουμένων δὲ τῶν ὄρχεων ἀνίεται ἡ τάσις τῶν πόρων, ὥσπερ ἀπὸ τῆς χορδῆς καὶ τοῦ στήμονος ἀφαιρουμένου τοῦ βάρους.
しかし、精巣が取り除かれると、弦や縦糸から重りが取り除かれるように、管の緊張が緩む。
τούτου δ᾽ ἀνιεμένου καὶ ἡ ἀρχὴ ἡ κινοῦσα τὴν φωνὴν ἐκλύεται κατὰ τὸν αὐτὸν λόγον.
そして、これが緩むと、声を動かす始原も同じ理屈で弛緩する。
διὰ μὲν οὖν ταύτην τὴν αἰτίαν τὰ ἐκτεμνόμενα μεταβάλλει εἰς τὸ θῆλυ τήν τε φωνὴν καὶ τὴν ἄλλην μορφήν, διὰ τὸ συμβαίνειν ἀνίεσθαι τὴν ἀρχὴν ἐξ ἧς ὑπάρχει τῷ σώματι ἡ συντονία, ἀλλ᾽ οὐχ ὥσπερ τινὲς ὑπολαμβάνουσιν αὐτοὺς τοὺς ὄρχεις εἶναι σύναμμα πολλῶν ἀρχῶν·
したがって、この原因によって、去勢されたものは、身体に緊張を与える始原が緩むということが起こるために、声もその他の形態も雌へと変化するのであり、一部の人々が想定しているように、精巣自体が多くの始原の結び目であるからではない。
ἀλλὰ μικραὶ μεταστάσεις μεγάλων αἰτίαι γίνονται, οὐ δι᾽ αὑτάς, ἀλλ᾽ ὅταν συμβαίνῃ ἀρχὴν συμμεταβάλλειν.
しかし、小さな変化が大きな結果の原因となるのは、それ自体のためではなく、始原がともに変化する場合である。
αἱ γὰρ ἀρχαὶ μεγέθει οὖσαι μικραὶ τῇ δυνάμει μεγάλαι εἰσίν·
なぜなら、始原は大きさにおいては小さいが、力においては大きいからである。
τοῦτο γάρ ἐστι τὸ ἀρχὴν εἶναι, τὸ αὐτὴν μὲν αἰτίαν εἶναι πολλῶν, ταύτης δ᾽ ἄλλο ἄνωθεν μηθέν.
これが始原であるということであり、それ自体が多くのものの原因であり、その上にはそれ以上の他のものがないということである。
τοῦ δὲ φύσει τὰ μὲν τοιαῦτα συνίστασθαι τῶν ζῴων ὥστε βαρύφωνα εἶναι, τὰ δ᾽ ὀξύφωνα, συμβάλλεται καὶ ἡ θερμότης τοῦ τόπου καὶ ἡ ψυχρότης.
また、本性上、ある動物は低い声であり、あるものは高い声であるように構成されていることには、その場所の熱と冷も寄与している。
τὸ μὲν γὰρ θερμὸν πνεῦμα διὰ παχύτητα ποιεῖ βαρυφωνίαν, τὸ δὲ ψυχρὸν διὰ λεπτότητα τοὐναντίον.
というのも、温かい気息は太さによって低い声を作り出し、冷たい気息は細さによってその逆を作り出すからである。
δῆλον δὲ τοῦτο καὶ ἐπὶ τῶν αὐλῶν·
このことはオーロス管においても明らかである。
οἱ γὰρ θερμοτέρῳ τῷ πνεύματι χρώμενοι, καὶ τοιοῦτον προϊέμενοι οἷον οἱ αἰάζοντες, βαρύτερον αὐλοῦσιν.
より温かい気息を使い、哀悼する人々のような気息を送り出す者は、より低い音で吹くからである。
τῆς δὲ τραχυφωνίας αἴτιον, καὶ τοῦ λείαν εἶναι τὴν φωνήν, καὶ πάσης τῆς τοιαύτης ἀνωμαλίας, τὸ τὸ μόριον καὶ τὸ ὄργανον δι᾽ οὗ φέρεται ἡ φωνὴ ἢ τραχὺ ἢ λεῖον εἶναι ἢ ὅλως ὁμαλὸν ἢ ἀνώμαλον.
一方、声の粗さや、声が滑らかであること、およびそのようなすべての不均一さの原因は、声を運ぶ部分や器官が、粗いか滑らかか、あるいは全体として平坦か不均一かということである。
δῆλον δ᾽ ὅταν ὑγρότης τις ὑπάρχῃ περὶ τὴν ἀρτηρίαν ἢ τραχύτης γένηται ὑπό τινος πάθους·
気管の周りに何らかの湿気があるか、あるいは何らかの疾患によって粗くなるとき、それは明らかである。
τότε γὰρ καὶ ἡ φωνὴ γίνεται ἀνώμαλος.
そのときには声も不均一になるからである。
τῆς δ᾽ εὐκαμψίας, ἂν μαλακὸν ἢ σκληρὸν ᾖ τὸ ὄργανον.
また、柔軟さは器官が柔らかいか硬いかによる。
τὸ μὲν γὰρ μαλακὸν δύναται ταμιεύεσθαι καὶ παντοδαπὸν γίνεσθαι, τὸ δὲ σκληρὸν οὐ δύναται.
なぜなら、柔らかいものは調整可能であらゆる多様なものになりうるが、硬いものはそうできないからである。
καὶ τὸ μὲν μαλακὸν καὶ μικρὸν δύναται καὶ μέγα φθέγγεσθαι, διὸ καὶ ὀξὺ καὶ βαρύ·
そして、柔らかいものは小さくも大きくも発声でき、それゆえ高くも低くもできる。
ταμιεύεται γὰρ ῥᾳδίως τοῦ πνεύματος, καὶ αὐτὸ γινόμενον ῥᾳδίως μέγα καὶ μικρόν·
気息を容易に調整でき、それ自体が容易に大きくなったり小さくなったりするからである。
ἡ δὲ σκληρότης ἀταμίευτον.
しかし、硬さは調整不可能である。
περὶ μὲν οὖν φωνῆς
声については(これくらいにしよう)。

語釈・文法注

  1. 5.7#2ταῦτα — 前文の「仔牛と雌牛(οἱ δὲ μόσχοι καὶ αἱ βόες αἱ θήλειαι)」を指す指示代名詞(中性複数)。動物の種や個体を中性複数で受ける用法。
  2. 5.7#2διὰ τὸ τὸ ἀγγεῖον δι᾽ οὗ πρῶτον φέρεται τὸ πνεῦμα, τούτοις μὲν διάστημ᾽ ἔχειν μέγα — "διὰ τὸ ... ἔχειν" という対格不定詞句であり、名詞 τὸ ἀγγεῖον(管、気管)が不定詞 ἔχειν の意味上の主語となっている。
  3. 5.7#2ἀρχὴν συμμεταβάλλειν — "ὅταν συμβαίνῃ"(〜が起こるとき)に続く対格不定詞句において、"ἀρχήν"(始原、原則)は自動詞的不定詞 "συμμεταβάλλειν"(ともに変化する)の意味上の主語である。

この箇所を引用する

アリストテレス, 動物の発生について §5.7#2. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg012.humanitext-grc1:5.7%232

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。