§5.8Περὶ δὲ ὀδόντων, ὅτι μὲν οὐχ ἑνὸς χάριν, οὐδὲ πάντα τοῦ αὐτοῦ ἕνεκεν τὰ ζῷα ἔχουσιν, ἀλλὰ τὰ μὲν διὰ τὴν τροφήν, τὰ δὲ καὶ πρὸς ἀλκὴν καὶ πρὸς τὸν ἐν τῇ φωνῇ λόγον, εἴρηται πρότερον·
歯については、それらが単一の目的のためではなく、またすべての動物が同じ目的のために持っているのでもなく、あるものは食物のため、あるものは身を守るため、また声における言葉のためでもあることは、すでに前に述べた。
διότι δ᾽ οἱ μὲν πρόσθιοι γίνονται πρότερον οἱ δὲ γόμφιοι ὕστερον, καὶ οὗτοι μὲν οὐκ ἐκπίπτουσιν, ἐκεῖνοι δ᾽ ἐκπίπτουσι καὶ φύονται πάλιν, τοῖς περὶ γενέσεως λόγοις τὴν αἰτίαν συγγενῆ δεῖ νομίζειν.
しかし、なぜ前歯が先に生じ、臼歯が後に生じるのか、そして臼歯は抜け落ちないが、前歯は抜け落ちて再び生えるのかについては、その原因が発生に関する議論に深く関連するものと考えねばならない。
εἴρηκε μὲν οὖν περὶ αὐτῶν καὶ Δημόκριτος, οὐ καλῶς δ᾽ εἴρηκεν.
さて、デモクリトスもそれらについて述べているが、うまく述べてはいない。
οὐ γὰρ ἐπὶ πάντων σκεψάμενος καθόλου λέγει τὴν αἰτίαν.
というのも、彼はすべてのケースについて検討した上で普遍的な原因を述べているわけではないからである。
φησὶ γὰρ ἐκπίπτειν μὲν διὰ τὸ πρὸ ὥρας γίνεσθαι τοῖς ζῴοις·
すなわち、彼は、動物において歯が時期尚早に生じるために抜け落ちるのだと言う。
ἀκμαζόντων γὰρ ὡς εἰπεῖν φύεσθαι κατά γε φύσιν.
というのも、自然本来のあり方によれば、いわば全盛期に生じるはずだからである。
τοῦ δὲ πρὸ ὥρας γίνεσθαι τὸ θηλάζειν αἰτιᾶται.
そして彼は、時期尚早に生じる原因を授乳に求めている。
καίττοι θηλάζει γε καὶ ὗς, οὐκ ἐκβάλλει δὲ τοὺς ὀδόντας·
しかしながら、豚も授乳するが、歯を落とすことはない。
ἔτι δὲ τὰ καρχαρόδοντα θηλάζει μὲν πάντα, οὐκ ἐκβάλλει δ᾽ ἔνια αὐτῶν πλὴν τοὺς κυνόδοντας, οἷον οἱ λέοντες.
さらに、鋸歯状の歯を持つ動物はすべて授乳するが、ライオンのように犬歯以外の歯は抜け落ちないものもある。
τοῦτο μὲν οὖν ἥμαρτε καθόλου λέγων, οὐ σκεψάμενος τὸ συμβαῖνον ἐπὶ πάντων, δεῖ δὲ τοῦτο ποιεῖν·
したがって、彼は普遍的に語りながらも、すべてのケースで起こることを検討しなかったために誤ったのである。
ἀνάγκη γὰρ τὸν λέγοντα καθόλου τι λέγειν περὶ πάντων.
普遍的に語る者は、すべてについて語る必要があるから、そうせねばならない。
ἐπεὶ δὲ τὴν φύσιν ὑποτιθέμεθα, ἐξ ὧν ὁρῶμεν ὑποτιθέμενοι, οὔτ᾽ ἐλλείπουσαν οὔτε μάταιον οὐθὲν ποϊοῦσαν τῶν ἐνδεχομένων περὶ ἕκαστον, ἀνάγκη δὲ τοῖς μέλλουσι λαμβάνειν τροφὴν μετὰ τὴν τοῦ γάλακτος ἀπόλαυσιν ἔχειν ὄργανα πρὸς τὴν ἐργασίαν τῆς τροφῆς· εἰ οὖν συνέβαινεν, ὡς ἐκεῖνος λέγει, πρὸς ἤβην, ἐνέλειπεν ἂν ἡ φύσις τῶν ἐνδεχομένων αὐτῇ τι ποιεῖν, καὶ τὸ τῆς φύσεως ἔργον ἐγίγνετ’ ἂν παρὰ φύσιν.
ところで、我々が自然を措定するにあたり、我々が見るものから出発して、自然は各々において可能なことのうち欠けることもなく、無駄なことを何もしないものと措定するなら、また、乳の恩恵にあずかった後に食物を摂取しようとするものにとって、食物を処理するための器官を持つことは必然であるから、もしデモクリトスが言うように歯が生じるのが思春期の頃であるとすれば、自然は自らに可能なことを行うにあたって欠陥を残すことになり、自然の働きは自然に反するものになってしまうだろう。
τὸ γὰρ βία παρὰ φύσιν, βίᾳ δέ φησι συμβαίνειν τὴν γένεσιν τῶν ὀδόντων.
なぜなら、強制によるものは自然に反するものであり、彼は歯の発生が強制的に起こると言っているからである。
ὅτι μὲν οὖν τοῦτ᾽ οὐκ ἀληθές, φανερὸν ἐκ τούτων καὶ τοιούτων ἄλλων.
したがって、これが真実でないことは、これらのことや他の同様のことから明らかである。
γίνονονται δὲ πρότερον οὗτοι τῶν πλατέων πρῶτον μὲν ὅτι καὶ τὸ ἔργον τὸ τούτων πρότερον (πρότερον γάρ ἐστι τοῦ λεᾶναι τὸ διελεῖν, εἰσὶ δ᾽ ἐκεῖνοι μὲν ἐπὶ τῷ λεαίνειν, οὗτοι δ᾽ ἐπὶ τῷ διαιρεῖν), ἔπειθ᾽ ὅτι τὸ ἔλαττον, κἂν ἅμα ὁρμηθῇ, θᾶττον γίνεσθαι πέφυκε τοῦ μείζονος.
ところで、前歯が平らな歯よりも先に生じるのは、第一に、それらの働きも先だからである(細かく砕くことよりも切り分けることの方が先であり、平らな歯は細かく砕くためにあり、前歯は切り分けるためにある)。 第二に、小さなものは、たとえ同時に開始されたとしても、大きなものよりも速く生じる本性があるからである。
εἰσὶ δ᾽ ἐλάττους οὗτοι τῷ μεγέθει τῶν γομφίων, καὶ τὸ ὀστοῦν τῆς σιαγόνος ἐκεῖ μὲν πλατὺ εἶναι, πρὸς δὲ τῷ στόματι στενόν.
そして前歯は大きさにおいて臼歯よりも小さく、顎の骨は奥では平らで広いが、口の近くでは狭い。
ἐκ μὲν οὖν τοῦ μείζονος πλείω ἀναγκαῖον ἐπιρρεῖν τροφήν, ἐκ δὲ τοῦ ἐλάττονος στενωτέραν.
したがって、より大きい部分からはより多くの栄養が流れ込むのが必然であり、より小さい部分からはより狭く流れ込む。
τὸ δὲ θηλάζειν αὐτὸ μὲν οὐθὲν συμβάλλεται, ἡ δὲ τοῦ γάλακτος θερμότης ποιεῖ θᾶττον βλαστάνειν τοὺς ὀδόντας.
授乳それ自体は何の寄与もしないが、乳の温かさが歯をより速く芽生えさせる。
σημεῖον δ᾽ ὅτι καὶ αὐτῶν τῶν θηλαζόντων τὰ θερμοτέρῳ γάλακτι χρώμενα τῶν παιδίων ὀδοντοφυεῖ θᾶττον·
その証拠に、授乳している子供たちのうちでも、より温かい乳を飲んでいる乳児の方が早く歯が生える。
αὐξητικὸν γὰρ τὸ θερμόν.
温かさは成長を促すからである。
ἐκπίπτουσι δὲ γενόμενοι τοῦ μὲν βελτίονος χάριν, ὅτι ταχὺ ἀμβλύνεται τὸ ὀξύ·
歯が生えた後に抜け落ちるのは、より良きことのためであり、鋭いものはすぐに鈍くなるから、その働きを引き継ぐために他のものが交代せねばならないからである。
δεῖ οὖν ἑτέροῦς διαδέχεσθαι πρὸς τὸ ἔργον.
しかし平らな歯には鈍くなることはなく、時とともに摩耗して滑らかになるだけである。
τῶν δὲ πλατέων ἐκ ἔστιν ἀμβλύτης, ἀλλὰ τῷ χρόνῳ τριβόμενοι λεαίνονται μόνον.
また必然的に抜け落ちるのは、平らな歯の根は広く頑丈な顎の骨の中にあるのに対し、前歯の根は薄い骨の中にあるため、弱くて動きやすいからである。
ἐξ ἀνάγκης δ᾽ ἐκπίπτουσιν, ὅτι τῶν μὲν ἐν πλατείᾳ τῇ σιαγόνι καὶ ἰσχυρῷ ὀστῷ αἱ ῥίζαι εἰσί, τῶν δὲ προσθίων ἐν λεπτῷ, διὸ ἀσθενεῖς καὶ εὐκίνητοι.
また再び生えるのは、骨がまだ成長しているうちに抜け落ちが起こり、歯が生じる時期がまだ残っているからである。
φύονται δὲ πάλιν, ὅτι ἐν φυομένῳ ἔτι τῷ ὀστῷ ἡ ἐκβολὴ γίνεται καὶ ἔτι ὥρας οὔσης γίνεσθαι ὀδόντας.
この証拠に、平らな歯も長い時間をかけて生じる。
τούτου δὲ σημεῖον ὅτι καὶ οἱ πλατεῖς φύονται πολὺν χρόνον· οἱ γὰρ τελευταῖοι ἀνατέλλουσι περὶ τὰ εἴκοσιν ἔτη, ἐνίοις δ᾽ ἤδη καὶ γηράσκουσι γεγένηνται οἱ ἔσχατοι παντελῶς διὰ τὸ πολλὴν εἶναι τροφὴν ἐν τῇ εὐρυχχωρίᾳ τοῦ ὀστοῦ.
というのも、最後の歯は二十歳頃に萌出し、一部の人々では、骨の広い場所に多量の栄養があるために、かなり高齢になってからようやく最後の歯が生えることもあるからである。
τὸ δὲ πρόσθιον διὰ τὴν λεπτότητα ταχὺ λαμβάνει τέλος, καὶ οὐ γίνεται περίττωμα ἐν αὐτῷ, ἀλλ᾽ εἰς τὴν αὔξησιν ἀναλίσκεται ἡ τροφὴ τὴν οἰκείαν.
これに対して、前歯の部分はその薄さのためにすぐに完成に達し、その場所には余剰物が生じず、栄養はそれ自体の成長のために消費し尽くされる。
Δημόκριτος δὲ τὸ οὗ ἕνεκα ἀφεὶς λέγειν, πάντα ἀνάγει εἰς ἀνάγκην οἷς χρῆται ἡ φύσις, οὖσι μὲν τοιούτοις, οὐ μὴν ἀλλ᾽ ἕνεκά τινος οὖσι, καὶ τοῦ περὶ ἕκαστον βελτίονος χάριν.
しかしデモクリトスは、目的因(何のためのものか)について語ることを放棄し、自然が用いるすべてのものを必然性に帰している。 それらのものはそのような性質を有しているとはいえ、何らかの目的のために、また各々におけるより良きことのために存在しているのである。
ὥστε γίνεσθαι μὲν οὐθὲν κωλύει οὕτω καὶ ἐκπίπτειν, ἀλλ᾽ οὐ διὰ ταῦτα, ἀλλὰ διὰ τὸ τέλος·
したがって、それらがそのように発生し、また抜け落ちることを妨げるものは何もないが、しかしそのような原因によってではなく、目的のためにそうなるのである。
ταῦτα δ᾽ ὡς κινοῦντα καὶ ὄργανα καὶ ὡς ὕλη αἴτια, ἐπεὶ καὶ τὸ τῷ πνεύματι ἐργάζεσθαι τὰ πολλὰ εἰκὸς ὡς ὀργάνῳ·
そして、必然的な原因は、動かすもの、道具、素材としての原因である。
οἷον γὰρ ἔνια πολύχρηστά ἐστι τῶν περὶ τὰς τέχνας, ὥσπερ ἐν τῇ χαλκευτικῇ ἡ σφύρα καὶ ὁ ἄκμων, οὕτως καὶ τὸ πνεῦμα ἐν τοῖς φύσει συνεστῶσιν.
なぜなら、自然も多くのことを道具としての気息を用いて行うのが自然だからである。 たとえば、技術に関わる道具のうちに多くの用途を持つものがあるように(鍛冶技術におけるハンマーと金床のように)、自然によって構成されたものにおける気息も同様である。
ὅμοιον δ᾽ ἔοικε τὸ λέγειν τὰ αἴτια ἐξ ἀνάγκης κἂν εἴ τις διὰ τὸ μαχαίριον οἴοιτο τὸ ὕδωρ ἐξεληλυθέναι μόνον τοῖς ὑδρωπιῶσιν, ἀλλ᾽ οὐ διὰ τὸ ὑγιαίνειν οὗ ἕνεκα τὸ μαχαίριον ἔτεμεν Περὶ μὲν οὖν ὀδόντων, διότι οἱ μὲν ἐκπίπτουσι καὶ γίνονται πάλιν, οἱ δ᾽ ὄυ, καὶ ὅλως διὰ τίν᾽ αἰτίαν γίνονται, εἴρηται.
必然性による原因だけを語ることは、水腫患者において、健康のため(そのためにメスが切開したのであるが)ではなく、ただメスのせいで水が出てきたと考えるのと似ている。 したがって、歯について、なぜあるものは抜け落ちて再び生え、あるものはそうでないのか、そして一般にどのような原因で生じるのかについては述べられた。
εἴρηται δὲ καὶ περὶ τῶν ἄλλων τῶν κατὰ τὰ μόρια παθημάτων, ὅσα γίνεσθαι συμβαίνει μὴ ἕνεκά του ἀλλ᾽ ἐξ ἀνάγκης καὶ διὰ τὴν αἰτίαν τὴν κινητικήν.
また、器官に関するその他の状態についても、目的のためではなく、必然的に、かつ動因によって起こるあらゆるものについて述べられた。