§5.5Τοῖς δ᾽ ἄλλοις ζῴοις τοῦ μὴ γίνεσθαι διὰ τὴν ἡλικίαν ταύτην τὴν μεταβολὴν ἐπιδήλως τὸ αὐτὸ αἴτιον ὅπερ εἴρηταται καὶ ἐπὶ τῆς φαλακρότητος·
他の動物において、年齢のゆえにこの変化が顕著に起こらないことの原因は、ハゲの場合についてすでに述べられたのとまさに同じ原因である。
ὀλίγον γὰρ ἔχουσι καὶ ἧττον ὑγρὸν τὸν ἐγκέφαλον, ὥστε μὴ ἐξαδυνατεῖν τὸ θερμὸν πρὸς τὴν πέψιν.
なぜなら、彼らは脳の水分が少なく、かつより希薄であるため、熱が消化に対して全く無力になることがないからである。
τοῖς δ᾽ ἵπποις [αὐτῶν] ἐπισημαίνει μάλιστα ὧν ἴσμεν ζῴων, ὅτι λεπτότατον τὸ ὀστοῦν ὡς κατὰ μέγεθος ἔχουσι περὶ τὸν ἐγκέφαλον τῶν ἄλλων.
他方、馬においては、我々が知っている動物のうちでこれが最も顕著に現れる。 なぜなら、彼らは他の動物に比べて、身体の大きさに比して脳の周囲の骨が極めて薄いからである。
τεκμήριον δ᾽ ὅτι καίριος ἡ πληγὴ ἡ εἰς τὸν τόπον τοῦτον γίνεται αὐτοῖς·
そして、この場所への打撃が彼らにとって致命的であるということがその証拠である。
διὸ καὶ Ὅμηρος οὕτως ἐποίησεν "ἵνα τε πρῶται τρίχες ἵππων κρανίῳ ἐμπεφύασι, μάλιστα δὲ καίριόν ἐστιν.
それゆえホメロスもこのように詩に作った。 「馬の最初の毛が頭蓋に生えているところ、そこは最も致命的な箇所である。
"ῥᾳδίως οὖν ἐπιρρεούσης τῆς ὑγρότητος διὰ τὴν λεπτότητα τοῦ ὀστοῦ, τῆς δὲ θερμότητος ἐλλειπούσης διὰ τὴν ἡλικίαν, ἐπιπολιοῦνται αἱ τρίχες αὗται.
」したがって、骨の薄さゆえに水分が容易に流れ込み、他方で年齢のゆえに熱が不足するので、これらの毛が白髪になるのである。
καὶ αἱ πυρραὶ δὲ θᾶττον πολιοῦνται τρίχες τῶν μελαινῶν·
また、赤い毛は黒い毛よりも早く白髪になる。
ἔστι γὰρ καὶ ἡ πυρρότης ὥσπερ ἀρρωστία τριχός, τὰ δ᾽ ἀσθενῆ γηράσκει πάντα θᾶττον.
というのも、赤さもまた毛の病気のようなものであり、弱いものはすべてより早く老いるからである。
μελαντέρας δὲ γίνεσθαι γηρασκούσας λέγεται τὰς γεράνους.
しかし、鶴は老いるとより黒くなると言われている。
αἴτιον δ᾽ ἂν εἴη τοῦ πάθους τὸ φύσει λευκοτέραν αὐτῶν εἶναι τὴν τῶν πτερῶν φύσιν, πλέον τε γηρασκόντων εἶναι τὸ ὑγρὸν ἐν τοῖς πτεροῖς ἢ ὥστε εὐσηπτότερον εἶναι.
この状態の原因は、彼らの羽の本性が生まれつき比較的白いこと、そして老いるにつれて羽の中の水分が、腐敗しやすくなる限度を超えて多くなること(多すぎてかえって腐敗しにくくなること)だろう。
ὅτι δὲ γίγνεται ἡ πολιὰ σήψει τινί, καὶ ὅτι οὐκ ἔστιν, ὥσπερ οἴονταί τινες, αὔανσις, σημεῖον τοῦ προτέρου ῥηθέντος τὸ τὰς σκεπαζομένας τρίχας πίλοις ἢ καλύμμασι πολιοῦσθαι θᾶττον (τὰ γὰρ πνεύματα κωλύει τὴν σῆψιν, ἡ δὲ σκέπη ἄπνοιαν ποιεῖ), καὶ τὸ βοηθεῖν τὴν ἄλειψιν τὴν τοῦ ὕδατος καὶ τοῦ ἐλαίου μιγνυμένων.
他方、白髪がある種の腐敗によって生じるのであり、一部の人々が考えているような乾燥ではないことについて、前者の主張の証拠は、帽子や覆いで覆われている毛がより早く白髪になること(なぜなら、風は腐敗を防ぐが、覆いは無風状態を作り出すからである)、および、水と油を混ぜたものを塗ることが効果的であることである。
τὸ μὲν γὰρ ὕδωρ ψύχει, τὸ δ᾽ ἔλαιον μιγνύμενον κωλύει ξηραίνεσθαι ταχέως·
なぜなら、水は冷却し、混ぜられた油は急速に乾燥するのを防ぐからである。
τὸ γὰρ ὕδωρ εὐξήραντον.
水は乾燥しやすいからである。
ὅτι δ᾽ οὐκ ἔστιν αὔανσις, οὐδ᾽ ὥσπερ ἡ πόα αὐαινομένη λευκαίνεται, οὕτω καὶ ἡ θρίξ, σημεῖον ὅτι φύονται εὐθέως ἔνιοι πολιοί·
他方、それが乾燥ではなく、枯草が乾燥して白くなるように毛が白くなるのでもないことの証拠は、一部の毛が最初から白髪として生えてくることである。
αὖον δ᾽ οὐθὲν φύεται.
乾燥したものは何も生えてこないからである。
λευκαίνονται δὲ καὶ ἐπ᾽ ἄκρου πολλαί·
また、多くの毛が先端において白くなる。
ἐν γὰρ τοῖς ἐσχάτοις καὶ λεπτοτάτοις ἐλαχίστη θερμότης ἐγγίνεται.
なぜなら、末端の最も細い部分には、熱が最も少なくしか存在しないからである。
τοῖς δ᾽ ἄλλοις ζῴοις ὅσοις γίνονται λευκαὶ αἱ τρίχες, φύσει ἀλλ᾽ οὐ πάθει συμβαίνει γίνεσθαι τοῦτο.
他の動物で毛が白くなるものにおいては、これは病気によるのではなく、自然によって起こるのである。
αἴτιον δὲ τῶν χρωμάτων τὸ δέρμα τοῖς ἄλλοις·
他方、他の動物においては、皮膚が色の原因である。
τῶν μὲν γὰρ λευκῶν λευκὸν τὸ δέρμα, τῶν δὲ μελάνων μέλαν, τῶν δὲ ποικίλων καὶ γιγνομένων ἐκ συμμίζεως τῇ μὲν λευκὸν τῇ δὲ μέλαν φαίνεται ὅν.
というのも、白い動物は皮膚が白く、黒いものは黒く、まだらなものや混合から生じるものは、ある部分は白く、ある部分は黒い皮膚を持っているように見えるからである。
ἐπὶ δὲ τῶν ἀνθρώπων οὐθὲν αἴτιον τὸ δέρμα·
しかし、人間においては、皮膚は色の原因には全くならない。
καὶ γὰρ οἱ λευκοὶ σφόδρα μελαίνας ἔχουσιν.
実際、白い肌の人々が非常に黒い毛を持っているからである。
αἴτιον δ᾽ ὅτι λεπτότατον πάντων δέρμα ἄνθρωπος ἔχει ὡς κατὰ μέγεθος, διόπερ οὐθὲν ἰσχύει πρὸς τὴν τῶν τριχῶν μεταβολήν, ἀλλὰ διὰ τὴν ἀσθένειαν τὸ δέρμα καὶ μεταβάλλει αὐτὸ τὴν χρόαν, καὶ γίνεται ὑπὸ ἡλίων καὶ πνευμάτων μελάντερον·
原因は、人間が身体の大きさに比して、すべての動物の中で最も薄い皮膚を持っていることである。 それゆえ、皮膚は毛の変化に対して何の力も持たない。 むしろ、その弱さのゆえに皮膚自体がその色を変え、太陽や風によってより黒くなるのである。
αἱ δὲ τρίχες ὀθὲν συμμεταβάλλουσιν.
しかし、毛はこれに全く伴って変化しない。
ἐν δὲ τοῖς ἄλλοις τὸ δέρμα χώρας ἔχει δύναμιν διὰ τὸ πάχος·
他方、他の動物においては、皮膚はその厚さのゆえに土壌のような役割を持っている。
διὸ αἱ μὲν τρίχες κατὰ τὰ δέρματα μεταβάλλουσι, τὰ δὲ δέρματα οὐθὲν κατὰ τὰ πνεύματα καὶ τὸν ἥλιον.
それゆえ、毛は皮膚に従って変化するが、皮膚は風や太陽に従って変化することは全くない。