§5.5Τοῖς δ᾽ ἄλλοις ζῴοις τοῦ μὴ γίνεσθαι διὰ τὴν ἡλικίαν ταύτην τὴν μεταβολὴν ἐπιδήλως τὸ αὐτὸ αἴτιον ὅπερ εἴρηταται καὶ ἐπὶ τῆς φαλακρότητος· ὀλίγον γὰρ ἔχουσι καὶ ἧττον ὑγρὸν τὸν ἐγκέφαλον, ὥστε μὴ ἐξαδυνατεῖν τὸ θερμὸν πρὸς τὴν πέψιν.
在其他动物中,由于年龄而不显著发生这种变化的原因,正是前文在秃顶情况中所阐述的同一个原因;因为它们的脑部水分较少且不那么湿润,以至于其热量在消化时不会完全无能为力。
τοῖς δ᾽ ἵπποις [αὐτῶν] ἐπισημαίνει μάλιστα ὧν ἴσμεν ζῴων, ὅτι λεπτότατον τὸ ὀστοῦν ὡς κατὰ μέγεθος ἔχουσι περὶ τὸν ἐγκέφαλον τῶν ἄλλων.
另一方面,在马中,在我们所知道的动物里,这表现得最为明显,因为与其他动物相比,按身体比例来看,它们脑部周围的骨头最薄。
τεκμήριον δ᾽ ὅτι καίριος ἡ πληγὴ ἡ εἰς τὸν τόπον τοῦτον γίνεται αὐτοῖς· διὸ καὶ Ὅμηρος οὕτως ἐποίησεν "ἵνα τε πρῶται τρίχες ἵππων κρανίῳ ἐμπεφύασι, μάλιστα δὲ καίριόν ἐστιν.
而对这一部位的击打对它们来说是致命的,这就是证据;因此荷马也这样写道:“马的第一批毛发长在颅骨上的地方,此处最为致命。
"ῥᾳδίως οὖν ἐπιρρεούσης τῆς ὑγρότητος διὰ τὴν λεπτότητα τοῦ ὀστοῦ, τῆς δὲ θερμότητος ἐλλειπούσης διὰ τὴν ἡλικίαν, ἐπιπολιοῦνται αἱ τρίχες αὗται.
”因此,由于骨头的稀薄,水分极易流入,而热量又因年龄而匮乏,这些毛发便变白了。
καὶ αἱ πυρραὶ δὲ θᾶττον πολιοῦνται τρίχες τῶν μελαινῶν· ἔστι γὰρ καὶ ἡ πυρρότης ὥσπερ ἀρρωστία τριχός, τὰ δ᾽ ἀσθενῆ γηράσκει πάντα θᾶττον.
此外,红色的毛发比黑色的毛发更快变白;因为红色可以说是毛发的一种病态,而所有虚弱的东西都衰老得更快。
μελαντέρας δὲ γίνεσθαι γηρασκούσας λέγεται τὰς γεράνους.
然而,据说白鹳在变老时会变得更黑。
αἴτιον δ᾽ ἂν εἴη τοῦ πάθους τὸ φύσει λευκοτέραν αὐτῶν εἶναι τὴν τῶν πτερῶν φύσιν, πλέον τε γηρασκόντων εἶναι τὸ ὑγρὸν ἐν τοῖς πτεροῖς ἢ ὥστε εὐσηπτότερον εἶναι.
这种状态的原因大概在于,它们的羽毛本性天生较白,且随着它们变老,羽毛中的水分多于易于腐败的程度(即水分过多反而不易腐败)。
ὅτι δὲ γίγνεται ἡ πολιὰ σήψει τινί, καὶ ὅτι οὐκ ἔστιν, ὥσπερ οἴονταί τινες, αὔανσις, σημεῖον τοῦ προτέρου ῥηθέντος τὸ τὰς σκεπαζομένας τρίχας πίλοις ἢ καλύμμασι πολιοῦσθαι θᾶττον (τὰ γὰρ πνεύματα κωλύει τὴν σῆψιν, ἡ δὲ σκέπη ἄπνοιαν ποιεῖ), καὶ τὸ βοηθεῖν τὴν ἄλειψιν τὴν τοῦ ὕδατος καὶ τοῦ ἐλαίου μιγνυμένων.
另一方面,白发是由某种腐败引起的,而不是像某些人所认为的那样是一种干燥,关于前者的证据是,用帽子或覆盖物遮盖的毛发更快变白(因为风能阻止腐败,而遮盖则造成无风状态),以及涂抹水与油的混合物会有所帮助。
τὸ μὲν γὰρ ὕδωρ ψύχει, τὸ δ᾽ ἔλαιον μιγνύμενον κωλύει ξηραίνεσθαι ταχέως· τὸ γὰρ ὕδωρ εὐξήραντον.
因为水能降温,而混合的油能防止水快速干燥;因为水是极易干燥的。
ὅτι δ᾽ οὐκ ἔστιν αὔανσις, οὐδ᾽ ὥσπερ ἡ πόα αὐαινομένη λευκαίνεται, οὕτω καὶ ἡ θρίξ, σημεῖον ὅτι φύονται εὐθέως ἔνιοι πολιοί· αὖον δ᾽ οὐθὲν φύεται.
另一方面,它不是干燥,也不是像草干燥变白那样毛发变白,其证据是有些毛发生长出来时直接就是白色的;因为没有任何干燥的东西能生长出来。
λευκαίνονται δὲ καὶ ἐπ᾽ ἄκρου πολλαί· ἐν γὰρ τοῖς ἐσχάτοις καὶ λεπτοτάτοις ἐλαχίστη θερμότης ἐγγίνεται.
此外,许多毛发在顶端变白;因为在最末端和最细薄的部分,产生的热量最少。
τοῖς δ᾽ ἄλλοις ζῴοις ὅσοις γίνονται λευκαὶ αἱ τρίχες, φύσει ἀλλ᾽ οὐ πάθει συμβαίνει γίνεσθαι τοῦτο.
在其他毛发变白的动物中,这种情况是自然发生的,而不是由于病态。
αἴτιον δὲ τῶν χρωμάτων τὸ δέρμα τοῖς ἄλλοις· τῶν μὲν γὰρ λευκῶν λευκὸν τὸ δέρμα, τῶν δὲ μελάνων μέλαν, τῶν δὲ ποικίλων καὶ γιγνομένων ἐκ συμμίζεως τῇ μὲν λευκὸν τῇ δὲ μέλαν φαίνεται ὅν.
另一方面,在其他动物中,皮肤是颜色的原因;因为白色动物的皮肤是白色的,黑色的是黑色的,而杂色和由混合产生的动物,其皮肤看起来有的地方是白色的,有的地方是黑色的。
ἐπὶ δὲ τῶν ἀνθρώπων οὐθὲν αἴτιον τὸ δέρμα· καὶ γὰρ οἱ λευκοὶ σφόδρα μελαίνας ἔχουσιν.
但在人类中,皮肤根本不是原因;因为确实,极白的人也拥有极黑的毛发。
αἴτιον δ᾽ ὅτι λεπτότατον πάντων δέρμα ἄνθρωπος ἔχει ὡς κατὰ μέγεθος, διόπερ οὐθὲν ἰσχύει πρὸς τὴν τῶν τριχῶν μεταβολήν, ἀλλὰ διὰ τὴν ἀσθένειαν τὸ δέρμα καὶ μεταβάλλει αὐτὸ τὴν χρόαν, καὶ γίνεται ὑπὸ ἡλίων καὶ πνευμάτων μελάντερον· αἱ δὲ τρίχες ὀθὲν συμμεταβάλλουσιν.
其原因在于,按身体比例来看,人类拥有所有动物中最薄的皮肤;因此,它对毛发的变化没有任何力量,反而由于其虚弱,皮肤自身改变了颜色,在阳光和风的作用下变得更黑;而毛发却完全不随之改变。
ἐν δὲ τοῖς ἄλλοις τὸ δέρμα χώρας ἔχει δύναμιν διὰ τὸ πάχος· διὸ αἱ μὲν τρίχες κατὰ τὰ δέρματα μεταβάλλουσι, τὰ δὲ δέρματα οὐθὲν κατὰ τὰ πνεύματα καὶ τὸν ἥλιον.
另一方面,在其他动物中,皮肤由于其厚度而具有土壤的作用;因此,毛发根据皮肤而改变,但皮肤绝不根据风和阳光而改变。