§5.4Τῶν δὲ χρωμάτων αἴτιον τοῖς μὲν ἄλλοις ζῴοις, καὶ τοῦ μονόχοοα εἶναι καὶ τοῦ ποικίλα, ἡ τοῦ δέρματος φύσις· τοῖς δ᾽ ἀνθρώποις οὐδὲν πλὴν τῶν πολιῶν, οὐ τῶν διὰ γῆρας ἀλλὰ τῶν διὰ νόσον·
他方、身体の色について、他の動物においては、単色であることと、まだらであることの双方について、原因となるのは皮膚の本性であるが、人間においては、白髪を除いて、皮膚の本性は何も(色の)原因にならない。 しかも、老いによる白髪ではなく、病気による白髪の原因である。
ἐν γὰρ τῇ καλουμένῃ λεύκῃ λευκαὶ γίνονται αἱ τρίχες.
なぜなら、いわゆる白斑においては、毛が白くなるからである。
ἐὰν δ᾽ αἱ τρίχες ὦσι λευκαί, οὐκ ἀκολουθεῖ τῷ δέρματι ἡ λευκότης.
しかし、毛が白い場合であっても、その白さが皮膚に随伴するわけではない。
αἴτιον δ᾽ ὅτι αἱ τρίχες ἐκ τοῦ δέρματος φύονται·
その原因は、毛が皮膚から生えるということである。
ἐκ νενοσηκότος οὖν καὶ λευκοῦ τοῦ δέρματος καὶ ἡ θρὶξ συννοσεῖ, νόσος δὲ τριχὸς πολιότης ἐστίν, ἡ δὲ δι᾽ ἡλικίαν τῶν τριχῶν πολιότης γίνεται δι᾽ ἀσθένειαν καὶ ἔνδειαν θερμότητος.
したがって、病んで白くなった皮膚から毛もまたともに病むのであり、毛の病気とは白髪のことである。 他方、年齢による毛の白髪化は、熱の弱さと欠乏によって生じる。
καὶ γὰρ ἡλικία πᾶσα ῥέπει ἀποκλίνοντος τοῦ σώματος, καὶ ἐν τῷ γήρᾳ, ἐπὶ ψύξιν·
というのも、あらゆる年齢は、身体の衰えとともに、そして老いにおいては、冷却へと向かうからである。
τὸ γὰρ γῆρας ψυχρὸν καὶ ξηρόν ἐστιν.
老いは冷たく乾燥しているからである。
δεῖ δὲ νοῆσαι τὴν εἰς ἕκαστον μόριον ἀφικνουμένην τροφὴν ὅτι πέττει μὲν ἡ οἰκεία θερμότης, ἀδυναρτούσης δὲ φθείρεται καὶ πήρωσις γίνεται ἢ νόσος.
しかし、個々の部分に到達する栄養について、固有の熱がそれを消化するが、その熱が衰えるとその栄養は損なわれ、不具や病気が生じるのだと理解しなければならない。
ἀκριβέστερον δὲ περὶ τῆς τοιαύτης αἰτίας ὕστερον λεκτέον ἐν τοῖς περὶ αὐξήσεως καὶ τροφῆς.
このような原因については、後に『成長と栄養について』の中でより正確に述べられるべきである。
ὅσοις οὖν τῶν ἀνθρώπων ὀλιγόθερμός ἐστιν ἡ τῶν τριχῶν φύσις καὶ πλείων ἡ εἰσιοῦσα ὑγρότης ἐστί, τῆς οἰκείας θερμότητος ἀδυνατούσης πέττειν σηπεται ὑπὸ τῆς ἐν τῷ περιέχοντι θερμότητος.
したがって、人間の中で、毛の本性が熱をわずかしか持たず、入り込んでくる水分が多い人々においては、固有の熱がそれを消化できないために、周囲にある熱によってそれが腐敗させられる。
γίνεται δὲ σῆψις ὑπὸ θερμότητος μὲν πάσα, οὐ τῆς συμφύτου δέ, ὥσπερ εἴρηται ἐν ἑτέροις.
そして、すべての腐敗は熱によって生じるが、生まれつきの熱によってではなく、他の箇所で述べられた通りである。
ἔστι δ᾽ ἡ σῆψις καὶ ὕδατος καὶ γῆς καὶ τῶν σωματικῶν πάντων τῶν τοιούτων, διὸ καὶ τῆς γεώδους ἀτμίδος, οἷον ὁ λεγόμενος εὐρώς·
そして腐敗は、水、土、およびそのようなすべての身体的なものに起こり、それゆえに土のような蒸気にも起こる。 例えばいわゆるカビがそうである。
καὶ γὰρ ὁ εὐρώς ἐστι σαπρότης γεώδους ἀτμίδος.
なぜなら、カビは土性蒸気の腐敗物だからである。
ὥστε καὶ ἡ ἐν ταῖς θριξὶ τοιαύτη οὖσα τροφὴ οὐ πεττομένη σήπεται, καὶ γίνεται ἡ καλουμένη πολιά.
それゆえ、毛の中にあるそのような性質の栄養も、消化されないと腐敗し、いわゆる白髪が生じるのである。
λευκὴ δέ, ὅτι καὶ ὁ εὐρὼς μόνον τῶν σαπρῶν ὡς εἰπεῖν λευκόν ἐστιν.
それが白いのは、カビもまた、腐敗物のうちで言うなれば唯一白いものだからである。
αἴτιον δὲ τούτου ὅτι πολὺν ἔχει ἀέρα·
これの原因は、それが多くの空気を含んでいることである。
πᾶσα γὰρ ἡ γεώδης ἀτμὶς ἀέρος ἔχει δύναμιν παχέος.
なぜなら、すべての土性蒸気は、濃厚な空気の性質を持っているからである。
ὥσπερ γὰρ ἀντεστραμμένον τῇ πάχνῃ ὁ εὐρώς ἐστιν·
というのも、カビとはいわば霜と裏返しの関係にあるものだからである。
ἂν μὲν γὰρ παγῇ ἡ ἀνιοῦσα ἀτμίς, πάχνη γίνεται, ἐὰν δὲ σαπῇ, εὐρώς.
すなわち、立ち上る蒸気が凍結すれば霜になり、腐敗すればカビになる。
διὸ καὶ ἐπιπολῆς ἐστὶν ἄμφω·
それゆえ、両者はともに表面に現れる。
ἡ γὰρ ἀτμὶς ἐπιπολῆς.
蒸気が表面にあるからである。
καὶ εὖ δὴ οἱ ποιηταὶ ἐν ταῖς κωμῳδίαις μεταφέρουσι σκώπτοντες, τὰς πολιὰς καλοῦντες γήρως εὐρῶτα καὶ πάχνην.
そして確かに、喜劇の詩人たちはからかって、白髪を「老いのカビ」や「霜」と呼び、うまい比喩を使っている。
τὸ μὲν γὰρ τῷ γένει τὸ δὲ τῷ εἴδει ταὐτόν ἐστιν, ἡ μὲν πάχνη τῷ γένει (ἀτμὶς γὰρ ἄμφῶ), ὁ δὲ εὐρὼς τῷ εἴδει (σῆψις γὰρ ἄμφω).
というのも、一方は類において、他方は種において同じだからである。 すなわち、霜は類において同じであり(両者とも蒸気だからである)、カビは種において同じである(両者とも腐敗だからである)。
σημεῖον δ᾽ ὅτι τοιοῦτόν ἐστιν·
白髪がそのようなものであることの兆候は次の通りである。
καὶ γὰρ ἐκ νόσων πολλοῖς πολιαὶ ἀνέφυσαν, ὕστερον δ᾽ ὑγιασθεῖσι μέλαιναι ἀντὶ τούτων.
すなわち、多くの人が病気から白髪を生やしたが、後に回復すると、これらに代わって黒い髪が生えてきたのである。
αἴτιον δ᾽ ὅτι. ἐν τῇ ἀρρωστίᾳ, ὥσπερ καὶ τὸ ἄλλο σῶμα ἐν ἐνδείᾳ φυσικῆς θερμότητός ἐστιν, οὕτω καὶ τῶν ἄλλων μορίων καὶ τὰ πάνυ μικρὰ μετέχει τῆς ἀρρωστίας ταύτης.
原因は、病気においては、身体の他の部分が自然な熱の欠乏状態にあるのと同様に、他の部分のうちの極めて小さな部分さえもこの病気を分け持っているからである。
περίττωμα δὲ πολὺ ἐγγίνεται ἐν τοῖς σώμασι καὶ τοῖς μορίοις· διόπερ ἡ ἐν ταῖς σαρξὶν ἀπεψία ποιεῖ τὰς πολιάς.
そして、身体やその部分に多くの余剰物が生じ、それゆえ皮膚における未消化が白髪を生み出すのである。
ὑγιάναντες δὲ καὶ ἰσχύσαντες πάλιν μεταβάλλουσι, καὶ γίνονται ὥσπερ ἐκ γερόντων νέοι·
しかし、健康を回復し強くなると、彼らは再び変化し、あたかも老人から若者になったかのようになる。
διὸ καὶ τὰ πάθη συμμεταβάλλουσιν ὀρθῶς δ᾽ ἔχει καὶ λέγειν τὴν μὲν νόσον γῆρας ἐπίκτητον, τὸ δὲ γῆρας νόσον φυσικήν·
それゆえ、その状態もともに変化するのである。 また、病気は獲得された老いであり、老いは自然な病気であると言うのも正しい。
ποιοῦσι γοῦν νόσοι τινὲς ταὐτὰ ἅπερ καὶ τὸ γῆρας.
少なくとも、ある種の病気は老いとまったく同じことを引き起こすからである。
τοὺς δὲ κροτάφους πολιοῦνται πρῶτον.
そして、人々はこめかみから最初に白髪になる。
τὰ μὲν γὰρ ὄπισθεν κενὰ ὑγρότητός ἐστι διὰ τὸ μὴ ἔχειν ἐγκέφαλον, τὸ δὲ βρέγμα πολλὴν ἔχει ὑγρότητα· τὸ δὲ πολὺ οὐκ εὔσηπτον.
なぜなら、頭の後部は脳を持たないために水分を欠いており、頭頂部は多くの水分を持っているが、多すぎるものは腐敗しにくいからである。
αἱ δ᾽ ἐν τοῖς κροτάφοις τρίχες οὔθ᾽ οὕτως ὀλίγον ἔχουσιν ὑγρὸν ὤστε πέττειν, οὔτε πολὺ ὥστε μὴ σήπεσθαι·
他方、こめかみにある毛は、消化できるほど水分が少なくもなく、また腐敗しないほど多くもない。 なぜなら、その場所は両者の中間であり、両方の状態から外れているからである。
μέσος γὰρ ὢν ὁ τόπος ἀμφοτέρων ἐκτὸς ἀμφοτέρων τῶν παθῶν ἐστίν, περὶ μὲν οὖν τῆς τῶν ἀνθρώπων πολιότητος εἴρηται τὸ αἴτιον.
それゆえ、人間の白髪の原因については語られた。