§5.3#3ἀλλὰ τὸ μὲν ψυχρὸν οὐ μόνον σκληρύνει ἀλλὰ καὶ πυκνοῖ, τὸ δὲ θερμὸν μανότερον ποιεῖ διὰ τὴν αὐτὴν δ᾽ αἰτίαν καὶ πρεσβυτέρων γιγνομένων τοῖς μὲν τρίχας ἔχουσι σκληρότεραι γίγνονται αἱ τρίχες, τοῖς δὲ πτερωτοῖς καὶ λεπιδωτοῖς τὰ πτερὰ καὶ αἱ λεπίδες.
しかし、冷たさは(対象を)硬くするだけでなく緊密にし、他方、熱さは希薄にする。 そして同じ原因によって、年を重ねるにつれて、毛を持つものでは毛がより硬くなり、羽毛や鱗を持つものでは羽毛や鱗が(より硬く)なる。
τὰ γὰρ δέρματα γίνεται σκληρότερα καὶ παχύτερα πρεσβυτέρων γιγνομένων·
なぜなら、年を重ねるにつれて皮膚がより硬く、より厚くなるからである。
ξηραίνεται γάρ, καὶ τὸ γῆράς ἐστι κατὰ τούνομα γεηρὸν διὰ τὸ ἀπολείπειν τὸ θερμὸν καὶ μετ᾽ αὐτοῦ τὸ ὑγρόν.
というのも、皮膚は乾燥するからであり、また、老いはその名の通り土っぽいからである。 それは、熱が、そしてそれとともに水分が去っていくことによる。
φαλακροῦνται δ᾽ ἐπιδήλως οἱ ἄνθρωποι μάλιστα τῶν ζῴων.
そして、人間は動物の中で際立って禿げる。
ἔστι δέ τι καθόλου τὸ τοιοῦτον πάθος·
しかし、このような現象は何か普遍的なものである。
καὶ γὰρ τῶν φυτῶν τὰ μὲν ἀείφυλλα τὰ δὲ φυλλοβολεῖ, καὶ τῶν ὀρνίθων οἱ φωλεύοντες ἀποβάλλουσι τὰ πτερά.
なぜなら、植物のうち、あるものは常緑であり、あるものは落葉するからであり、また鳥類のうち、冬眠するものは羽毛を落とすからである。
τοιοῦτον δέ τι πάθος καὶ ἡ φαλακρότης ἐστὶν ἐπὶ τῶν ἀνθρώπων, ὅσοις συμβαίνει φαλακροῦσθαι·
そして、禿げる性質のある人間において生じる禿げも、これと類似した現象である。
κατὰ μέρος μὲν γὰρ ἀπορρεῖ καὶ τὰ φύλλα τοῖς φυτοῖς πᾶσι καὶ τὰ πτερὰ καὶ αἱ τρίχες τοῖς ἔχουσιν, ὅταν δ᾽ ἀθρόον γένηται τὸ πάθος, λαμβάνει τὰς εἰρημένας ἐπωνυμίας·
というのも、すべての植物において葉が、またこれ(毛や羽)を持つすべての動物において羽毛や毛が、部分的には抜け落ちるが、その現象が一斉に起こるときに、上述の名前を得るからである。
φαλακροῦσθαί τε γὰρ λέγεται καὶ φυλλορροεῖν [ καὶ πτερορροεῖν].
すなわち、「禿げる」と言われ、「落葉する」と言われ、[「落羽する」と言われる]のである。
αἴτιον δὲ τοῦ πάθους ἔνδεια ὑγρότητος θερμῆς, τοιοῦτον δὲ μάλιστα τῶν ὑγρῶν τὸ λιπαρόν·
そしてこの現象の原因は、熱い水分の欠乏であり、水分のうちで特にそのような性質を持つのは油分である。
διὸ καὶ τῶν φυτῶν τὰ λιπαρὰ ἀείφυλλα μᾶλλον.
それゆえ、植物の中でも油分の多いものはより常緑なのである。
ἀλλὰ περὶ μὲν τούτων ἐν ἄλλοις τὸ αἴτιον λεκτέον·
しかし、これらについては他の箇所で原因を述べるべきである。
καὶ γὰρ ἄλλα συναίτια τοῦ τοιούτου πάθους αὐτοῖς.
なぜなら、それらにとってこの現象には他の共同原因もあるからである。
γίνεται δὲ τοῖς μὲν φυτοῖς ἐν τῷ χειμῶνι τὸ πάθος (αὕτη γὰρ ἡ μεταβολὴ κυριωτέρα τῆς ἡλικίας), καὶ τοῖς φωλεύουσι δὲ τῶν ζῴων (καὶ γὰρ ταῦτα ἧττον τῶν ἀνθρώπων ὑγρὰ καὶ θερμὰ τὴν φύσιν ἐστίν)·
そして植物においては、冬にこの現象が起こる(なぜなら、この変化のほうが年齢よりも決定的な役割を果たすからである)。 また、冬眠する動物においても同様である(なぜなら、これらは本性上、人間よりも水分と熱が少ないからである)。
οἱ δ᾽ ἄνθρωποι ταῖς ἡλικίαις χειμῶνα καὶ θέρος ἄγουσιν.
他方、人間は、自らの年齢の段階において冬と夏を過ごす。
διὸ πρὶν ἀφροδισιάζειν οὐ γίνεται φαλακρὸς οὐδείς·
それゆえ、性交を行う前には誰も禿げることはない。
τότε δὲ τοῖς τοιούτοις τὴν φύσιν μᾶλλον.
しかし、その時期以降、そのような本性を持つ人々においてより禿げるのである。
φύσει γάρ ἐστιν ὁ ἐγκέφαλος ψυχρότατον τοῦ σώματος, ὁ δ᾽ ἀφροδισιασμὸς καταψύχει·
なぜなら、脳は本性上、身体の中で最も冷たい部分であり、性交は冷却するからである。
καθαρᾶς γὰρ καὶ φυσικῆς θερμότητος ἀπόκρισίς ἐστιν.
なぜなら、それ(精液)は純粋で自然な熱の分泌物だからである。
εὐλόγως οὖν ὁ ἐγκέφαλος αἰσθάνεται πρῶτον·
したがって、脳が最初に影響を受けるのは理にかなっている。
τὰ γὰρ ἀσθενῆ καὶ φαύλως ἔχοντα μικρᾶς αἰτίας καὶ ῥοπῆς ἐστίν.
なぜなら、弱くて状態の悪いものは、わずかな原因や傾きによって左右されるからである。
ὥστ᾽ ἄν τις ἀναλογίσηται ὅτι αὐτός τε ὀλιγόθερμος ὁ ἐγκέφαλος, ἔτι δ᾽ ἀναγκαῖον τὸ πέριξ δέρμα τοιοῦτον εἶναι μᾶλλον, καὶ τούτου τὴν τῶν τριχῶν φύσιν, ὅσῳ πλεῖστον ἀφέστηκεν, εὐλόγως ἂν δόξειε τοῖς σπερματικοῖς περὶ ταύτην τὴν ἡλικίαν συμβαίνειν φαλακροῦσθαι.
したがって、脳自体が熱の少ないものであること、さらにそれを取り巻く皮膚がよりいっそうそのような(熱の少ない)ものであること、そして、その皮膚にある毛の本性が(中心の熱源から)最も離れていることを考慮に入れるなら、精液を分泌する人々がこの年齢のあたりで禿げ始めるのは理にかなっていると思われるだろう。
διὰ τὴν αὐτὴν δ᾽ αἰτίαν καὶ τῆς κεφαλῆς τὸ πρόσθιον μόνον γίνονται φαλακροὶ καὶ τῶν ζῴων οἱ ἄνθρωποι μόνοι, τὸ μὲν πρόσθιον, ὅτι ἐνταῦθα ὁ ἐγκέφαλος, τῶν δὲ ζῴων μόνον, ὅτι πολὺ πλεῖστον ἔχει ἐγκέφαλον καὶ μάλιστα ὑγρὸν ἄνθρωπος.
そして同じ原因によって、頭の前部だけが禿げるのであり、また動物の中で人間だけが禿げるのである。 前部が禿げるのは、そこに脳があるからであり、動物の中で人間だけなのは、人間が際立って最も多く、かつ最も湿った脳を持っているからである。
καὶ αἱ γυναῖκες οὐ φαλακροῦνται·
また、女性は禿げない。
παραπλησία γὰρ ἡ φύσις τῇ τῶν παιδίων·
彼女たちの本性は子供のそれと類似しているからである。
ἄγονα γὰρ σπερματικῆς ἐκκρίσεως ἀμφότερα.
両者ともに、精液の分泌を行わないからである。
καὶ εὐνοῦχος οὐ γίνεται φαλακρὸς διὰ τὸ εἰς τὸ θῆλυ μεταβάλλειν.
また、去勢された者も禿げない。 女性へと変化するからである。
καὶ τὰς ὑστερογενεῖς τρίχας ἢ οὐ φύουσιν ἢ ἀποβάλλουσιν, ἂν τύχωσιν ἔχοντες, οἱ εὐνοῦχοι, πλὴν τῆς ἥβης·
そして去勢された者は、後から生じる毛を、恥部を除いて、生やさないか、あるいは仮に持っていたとしても失う。
καὶ γὰρ αἱ γυναῖκες τὰς μὲν οὐκ ἔχουσι, τὰς δ᾽ ἐπὶ τῇ ἥβῃ φύουσιν.
というのも、女性もそれらの(他の部位の)毛を持たず、恥部だけに毛を生やすからである。
ἡ δὲ πήρωσις αὕτη ἐκ τοῦ ἄρρενος εἰς τὸ θῆλυ μεταβολή ἐστιν.
そして、この去勢という不具化は、オスからメスへの変化なのである。
τοῦ δὲ τὰ μὲν φωλεύοντα πάλιν δασύνεσθαι καὶ τὰ φυλλοβολήσαντα πάλιν φύειν φύλλα, τοῖς δὲ φαλακροῖς μὴ ἀναφύεσθαι πάλιν, αἴτιον ὅτι τοῖς μὲν αἱ ὧραι τροπαί εἰσι τοῦ σώματος μᾶλλον, ὥστ᾽ ἐπεὶ μεταβάλλουσιν αὗται, μεταβάλλει καὶ τὸ φύειν καὶ τὸ ἀποβάλλειν τοὺς μὲν τὰ πτερὰ καὶ τὰς τρίχας, τὰ δὲ φύλλα τὰ φυτά.
他方、冬眠する動物が再び毛深くなり、落葉した植物が再び葉を生やすのに対して、禿げた人々に再び生えないことの原因は、彼らにとっては季節が身体のより大きな転換点だからであり、したがって季節が変化すると、あるものは羽毛や毛を、植物は葉を、生やすことも失うことも変化するからである。
τοῖς δ᾽ ἀνθρώποις κατὰ τὴν ἡλικίαν γίνεται χειμὼν καὶ θέρος καὶ ἔαρ καὶ μετόπωρον, ὥστ᾽ ἐπεὶ αἱ ἡλικίαι οὐ μεταβάλλουσιν, οὐδὲ τὰ πάθη τὰ διὰ ταύτας μεταβάλλει, καίπερ τῆς αἰτίας ὁμοίας οὔσης.
しかし人間にとっては、年齢に応じて冬、夏、春、秋が訪れるのであり、したがって年齢は逆戻りしないため、年齢による現象も、原因は同様であるにもかかわらず、逆戻りしないからである。
καὶ περὶ μὲν τἆλλα πάθη τὰ τῶν τριχῶν σχεδὸν εἴρηται.
毛の他の現象については、ほぼ語り終えた。