§5.4Τῶν δὲ χρωμάτων αἴτιον τοῖς μὲν ἄλλοις ζῴοις, καὶ τοῦ μονόχοοα εἶναι καὶ τοῦ ποικίλα, ἡ τοῦ δέρματος φύσις· τοῖς δ᾽ ἀνθρώποις οὐδὲν πλὴν τῶν πολιῶν, οὐ τῶν διὰ γῆρας ἀλλὰ τῶν διὰ νόσον·
另一方面,关于身体的颜色,在其他动物中,无论是单色还是杂色,其成因都在于皮肤的性质;但在人类中,除了白发之外,皮肤的性质不决定任何颜色,而且这不是由于衰老引起的白发,而是由于疾病引起的白发。
ἐν γὰρ τῇ καλουμένῃ λεύκῃ λευκαὶ γίνονται αἱ τρίχες.
因为在所谓的白癜风中,毛发会变白。
ἐὰν δ᾽ αἱ τρίχες ὦσι λευκαί, οὐκ ἀκολουθεῖ τῷ δέρματι ἡ λευκότης.
然而,即使毛发是白色的,白度也并不伴随着皮肤。
αἴτιον δ᾽ ὅτι αἱ τρίχες ἐκ τοῦ δέρματος φύονται· ἐκ νενοσηκότος οὖν καὶ λευκοῦ τοῦ δέρματος καὶ ἡ θρὶξ συννοσεῖ, νόσος δὲ τριχὸς πολιότης ἐστίν, ἡ δὲ δι᾽ ἡλικίαν τῶν τριχῶν πολιότης γίνεται δι᾽ ἀσθένειαν καὶ ἔνδειαν θερμότητος.
其原因在于毛发生长于皮肤;因此,由于皮肤病变变白,毛发也随之病变,而毛发的病变就是变白。 另一方面,由于年龄引起的毛发变白,是由于热量的衰弱和匮乏而发生的。
καὶ γὰρ ἡλικία πᾶσα ῥέπει ἀποκλίνοντος τοῦ σώματος, καὶ ἐν τῷ γήρᾳ, ἐπὶ ψύξιν· τὸ γὰρ γῆρας ψυχρὸν καὶ ξηρόν ἐστιν.
因为随着身体的衰退,每个年龄阶段都会倾斜,而在老年期则向寒冷倾斜;因为老年是寒冷而干燥的。
δεῖ δὲ νοῆσαι τὴν εἰς ἕκαστον μόριον ἀφικνουμένην τροφὴν ὅτι πέττει μὲν ἡ οἰκεία θερμότης, ἀδυναρτούσης δὲ φθείρεται καὶ πήρωσις γίνεται ἢ νόσος.
但是必须理解,对于到达每个部位的营养,其固有的热量会将其消化,但当热量无能为力时,营养就会败坏,从而产生残缺或疾病。
ἀκριβέστερον δὲ περὶ τῆς τοιαύτης αἰτίας ὕστερον λεκτέον ἐν τοῖς περὶ αὐξήσεως καὶ τροφῆς.
关于此类原因,须在随后的《关于生长与营养》中进行更精确的阐述。
ὅσοις οὖν τῶν ἀνθρώπων ὀλιγόθερμός ἐστιν ἡ τῶν τριχῶν φύσις καὶ πλείων ἡ εἰσιοῦσα ὑγρότης ἐστί, τῆς οἰκείας θερμότητος ἀδυνατούσης πέττειν σηπεται ὑπὸ τῆς ἐν τῷ περιέχοντι θερμότητος.
因此,在人类中,凡是毛发性质中热量较少且进入的水分较多的人,由于其固有的热量无法进行消化,水分就会被周围环境中的热量腐败。
γίνεται δὲ σῆψις ὑπὸ θερμότητος μὲν πάσα, οὐ τῆς συμφύτου δέ, ὥσπερ εἴρηται ἐν ἑτέροις.
而所有的腐败都是由热量引起的,但并非由先天的热量引起,正如在其他地方所说的那样。
ἔστι δ᾽ ἡ σῆψις καὶ ὕδατος καὶ γῆς καὶ τῶν σωματικῶν πάντων τῶν τοιούτων, διὸ καὶ τῆς γεώδους ἀτμίδος, οἷον ὁ λεγόμενος εὐρώς· καὶ γὰρ ὁ εὐρώς ἐστι σαπρότης γεώδους ἀτμίδος.
腐败发生于水、土以及所有此类有形物质中,因此也发生于土性的蒸气中,例如所谓的霉菌;因为霉菌确实是土性蒸气的腐败物。
ὥστε καὶ ἡ ἐν ταῖς θριξὶ τοιαύτη οὖσα τροφὴ οὐ πεττομένη σήπεται, καὶ γίνεται ἡ καλουμένη πολιά.
因此,毛发中此类性质的营养若不被消化,就会腐败,从而产生所谓的白发。
λευκὴ δέ, ὅτι καὶ ὁ εὐρὼς μόνον τῶν σαπρῶν ὡς εἰπεῖν λευκόν ἐστιν.
而它是白色的,是因为霉菌在腐败物中可以说是唯一呈白色的东西。
αἴτιον δὲ τούτου ὅτι πολὺν ἔχει ἀέρα· πᾶσα γὰρ ἡ γεώδης ἀτμὶς ἀέρος ἔχει δύναμιν παχέος.
其原因在于它含有大量的空气;因为所有土性的蒸气都具有浓厚空气的力量。
ὥσπερ γὰρ ἀντεστραμμένον τῇ πάχνῃ ὁ εὐρώς ἐστιν· ἂν μὲν γὰρ παγῇ ἡ ἀνιοῦσα ἀτμίς, πάχνη γίνεται, ἐὰν δὲ σαπῇ, εὐρώς.
因为霉菌可以说是霜的相反状态;因为如果上升的蒸气凝结,就会变成霜,而如果它腐败,就会变成霉菌。
διὸ καὶ ἐπιπολῆς ἐστὶν ἄμφω· ἡ γὰρ ἀτμὶς ἐπιπολῆς.
因此,两者都处于表面;因为蒸气处于表面。
καὶ εὖ δὴ οἱ ποιηταὶ ἐν ταῖς κωμῳδίαις μεταφέρουσι σκώπτοντες, τὰς πολιὰς καλοῦντες γήρως εὐρῶτα καὶ πάχνην.
确实,喜剧诗人们在戏谑中作了极佳的比喻,将白发称为“暮年的霉菌”和“霜”。
τὸ μὲν γὰρ τῷ γένει τὸ δὲ τῷ εἴδει ταὐτόν ἐστιν, ἡ μὲν πάχνη τῷ γένει (ἀτμὶς γὰρ ἄμφῶ), ὁ δὲ εὐρὼς τῷ εἴδει (σῆψις γὰρ ἄμφω).
因为一者在属上是相同的,另一者在种上是相同的:霜在属上相同(因为两者都是蒸气),而霉菌在种上相同(因为两者都是腐败)。
σημεῖον δ᾽ ὅτι τοιοῦτόν ἐστιν· καὶ γὰρ ἐκ νόσων πολλοῖς πολιαὶ ἀνέφυσαν, ὕστερον δ᾽ ὑγιασθεῖσι μέλαιναι ἀντὶ τούτων.
白发具有这种性质的证据如下:因为确实有许多人在病后长出了白发,但后来痊愈时,又长出了黑发代替它们。
αἴτιον δ᾽ ὅτι. ἐν τῇ ἀρρωστίᾳ, ὥσπερ καὶ τὸ ἄλλο σῶμα ἐν ἐνδείᾳ φυσικῆς θερμότητός ἐστιν, οὕτω καὶ τῶν ἄλλων μορίων καὶ τὰ πάνυ μικρὰ μετέχει τῆς ἀρρωστίας ταύτης.
其原因在于,在疾病中,正如身体的其他部分处于自然热量匮乏的状态一样,其他部分中即使是极其微小的部分也参与了这种病痛。
περίττωμα δὲ πολὺ ἐγγίνεται ἐν τοῖς σώμασι καὶ τοῖς μορίοις· διόπερ ἡ ἐν ταῖς σαρξὶν ἀπεψία ποιεῖ τὰς πολιάς.
身体和各个部位中产生了大批的余余物;因此,肌肉中的未消化导致了白发的产生。
ὑγιάναντες δὲ καὶ ἰσχύσαντες πάλιν μεταβάλλουσι, καὶ γίνονται ὥσπερ ἐκ γερόντων νέοι·
然而,在恢复健康并强壮之后,他们再次发生转变,变得仿佛从老人变成了年轻人;因此,他们的状态也随之改变。
διὸ καὶ τὰ πάθη συμμεταβάλλουσιν ὀρθῶς δ᾽ ἔχει καὶ λέγειν τὴν μὲν νόσον γῆρας ἐπίκτητον, τὸ δὲ γῆρας νόσον φυσικήν· ποιοῦσι γοῦν νόσοι τινὲς ταὐτὰ ἅπερ καὶ τὸ γῆρας.
而且,说疾病是后天获得的衰老,而衰老是自然的疾病,也是正确的;至少,某些疾病会产生与衰老完全相同的结果。
τοὺς δὲ κροτάφους πολιοῦνται πρῶτον.
而人们最先在太阳穴处变白。
τὰ μὲν γὰρ ὄπισθεν κενὰ ὑγρότητός ἐστι διὰ τὸ μὴ ἔχειν ἐγκέφαλον, τὸ δὲ βρέγμα πολλὴν ἔχει ὑγρότητα· τὸ δὲ πολὺ οὐκ εὔσηπτον.
因为脑后部由于没有大脑而缺乏水分,而头顶则含有大量的水分;但过多的水分不易腐败。
αἱ δ᾽ ἐν τοῖς κροτάφοις τρίχες οὔθ᾽ οὕτως ὀλίγον ἔχουσιν ὑγρὸν ὤστε πέττειν, οὔτε πολὺ ὥστε μὴ σήπεσθαι·
另一方面,太阳穴处的毛发所含的水分,既没有少到可以被消化,也没有多到不会腐败;因为该部位处于两者的中间,处于这两种状态之外。
μέσος γὰρ ὢν ὁ τόπος ἀμφοτέρων ἐκτὸς ἀμφοτέρων τῶν παθῶν ἐστίν, περὶ μὲν οὖν τῆς τῶν ἀνθρώπων πολιότητος εἴρηται τὸ αἴτιον.
因此,关于人类白发的原因,已经阐述完毕。