§5.3#3ἀλλὰ τὸ μὲν ψυχρὸν οὐ μόνον σκληρύνει ἀλλὰ καὶ πυκνοῖ, τὸ δὲ θερμὸν μανότερον ποιεῖ διὰ τὴν αὐτὴν δ᾽ αἰτίαν καὶ πρεσβυτέρων γιγνομένων τοῖς μὲν τρίχας ἔχουσι σκληρότεραι γίγνονται αἱ τρίχες, τοῖς δὲ πτερωτοῖς καὶ λεπιδωτοῖς τὰ πτερὰ καὶ αἱ λεπίδες.
然而,冷不仅使其变硬,而且使其致密,而热则使其稀疏。 且由于同样的原因,随着年龄的增长,有毛发者的毛发变得更硬,而有羽毛和有鳞甲者的羽毛和鳞甲(也变得更硬)。
τὰ γὰρ δέρματα γίνεται σκληρότερα καὶ παχύτερα πρεσβυτέρων γιγνομένων· ξηραίνεται γάρ, καὶ τὸ γῆράς ἐστι κατὰ τούνομα γεηρὸν διὰ τὸ ἀπολείπειν τὸ θερμὸν καὶ μετ᾽ αὐτοῦ τὸ ὑγρόν.
因为随着年龄的增长,皮肤变得更硬更厚;因为它们变干燥了,而暮年正如其名是土性的,因为热量以及随之而来的水分流失了。
φαλακροῦνται δ᾽ ἐπιδήλως οἱ ἄνθρωποι μάλιστα τῶν ζῴων.
而人类在所有动物中最为显著地变秃。
ἔστι δέ τι καθόλου τὸ τοιοῦτον πάθος· καὶ γὰρ τῶν φυτῶν τὰ μὲν ἀείφυλλα τὰ δὲ φυλλοβολεῖ, καὶ τῶν ὀρνίθων οἱ φωλεύοντες ἀποβάλλουσι τὰ πτερά.
这种现象具有某种普遍性;因为在植物中,有些是常绿的,有些则落叶,在鸟类中,那些冬眠的也会脱落羽毛。
τοιοῦτον δέ τι πάθος καὶ ἡ φαλακρότης ἐστὶν ἐπὶ τῶν ἀνθρώπων, ὅσοις συμβαίνει φαλακροῦσθαι·
而人类中发生脱发的那些人的秃顶,也是此类现象。
κατὰ μέρος μὲν γὰρ ἀπορρεῖ καὶ τὰ φύλλα τοῖς φυτοῖς πᾶσι καὶ τὰ πτερὰ καὶ αἱ τρίχες τοῖς ἔχουσιν, ὅταν δ᾽ ἀθρόον γένηται τὸ πάθος, λαμβάνει τὰς εἰρημένας ἐπωνυμίας· φαλακροῦσθαί τε γὰρ λέγεται καὶ φυλλορροεῖν [ καὶ πτερορροεῖν].
因为实际上,所有植物的叶子,以及所有拥有羽毛和毛发之物的羽毛和毛发,都会部分地脱落,但当这种现象一次性发生时,它就获得了上述名称:即被称为秃顶、落叶[及脱毛]。
αἴτιον δὲ τοῦ πάθους ἔνδεια ὑγρότητος θερμῆς, τοιοῦτον δὲ μάλιστα τῶν ὑγρῶν τὸ λιπαρόν· διὸ καὶ τῶν φυτῶν τὰ λιπαρὰ ἀείφυλλα μᾶλλον.
而这种现象的原因是缺乏热湿,在湿性物质中,油性物质最具有这种性质;因此,在植物中,那些富含油性的更倾向于常绿。
ἀλλὰ περὶ μὲν τούτων ἐν ἄλλοις τὸ αἴτιον λεκτέον· καὶ γὰρ ἄλλα συναίτια τοῦ τοιούτου πάθους αὐτοῖς.
至于这些,其原因须在别处阐述;因为对它们而言,此类现象还有其他共同起作用的原因。
γίνεται δὲ τοῖς μὲν φυτοῖς ἐν τῷ χειμῶνι τὸ πάθος (αὕτη γὰρ ἡ μεταβολὴ κυριωτέρα τῆς ἡλικίας), καὶ τοῖς φωλεύουσι δὲ τῶν ζῴων (καὶ γὰρ ταῦτα ἧττον τῶν ἀνθρώπων ὑγρὰ καὶ θερμὰ τὴν φύσιν ἐστίν)· οἱ δ᾽ ἄνθρωποι ταῖς ἡλικίαις χειμῶνα καὶ θέρος ἄγουσιν.
这种现象在植物中发生于冬季(因为这种转变比年龄更具决定性),在冬眠动物中也是如此(因为这些动物在天性上比人类更少湿和热);而人类则在自己的年龄段中经历冬夏。
διὸ πρὶν ἀφροδισιάζειν οὐ γίνεται φαλακρὸς οὐδείς· τότε δὲ τοῖς τοιούτοις τὴν φύσιν μᾶλλον.
因此,在开始性交之前,没有人会变秃;但到了那个时期,具有此类天性的人更容易变秃。
φύσει γάρ ἐστιν ὁ ἐγκέφαλος ψυχρότατον τοῦ σώματος, ὁ δ᾽ ἀφροδισιασμὸς καταψύχει· καθαρᾶς γὰρ καὶ φυσικῆς θερμότητος ἀπόκρισίς ἐστιν.
因为在天性上,大脑是身体中最冷的部分,而性交会使其冷却;因为那是纯净且自然之热量的排泄。
εὐλόγως οὖν ὁ ἐγκέφαλος αἰσθάνεται πρῶτον· τὰ γὰρ ἀσθενῆ καὶ φαύλως ἔχοντα μικρᾶς αἰτίας καὶ ῥοπῆς ἐστίν.
因此,大脑最先感受到这一影响是合乎情理的;因为衰弱且处于不良状态的事物,只要微小的原因和倾斜就会受影响。
ὥστ᾽ ἄν τις ἀναλογίσηται ὅτι αὐτός τε ὀλιγόθερμος ὁ ἐγκέφαλος, ἔτι δ᾽ ἀναγκαῖον τὸ πέριξ δέρμα τοιοῦτον εἶναι μᾶλλον, καὶ τούτου τὴν τῶν τριχῶν φύσιν, ὅσῳ πλεῖστον ἀφέστηκεν, εὐλόγως ἂν δόξειε τοῖς σπερματικοῖς περὶ ταύτην τὴν ἡλικίαν συμβαίνειν φαλακροῦσθαι.
因而,若考虑到大脑本身热量少,且周围的皮肤必然更是如此,而其上毛发的性质又因距离最远,那么那些能分泌精液的人在这一年龄段发生脱发,就显得是合乎情理的了。
διὰ τὴν αὐτὴν δ᾽ αἰτίαν καὶ τῆς κεφαλῆς τὸ πρόσθιον μόνον γίνονται φαλακροὶ καὶ τῶν ζῴων οἱ ἄνθρωποι μόνοι, τὸ μὲν πρόσθιον, ὅτι ἐνταῦθα ὁ ἐγκέφαλος, τῶν δὲ ζῴων μόνον, ὅτι πολὺ πλεῖστον ἔχει ἐγκέφαλον καὶ μάλιστα ὑγρὸν ἄνθρωπος.
且由于同样的原因,他们仅在头的前部变秃,且在动物中只有人类如此;前部是因为大脑在那里,而动物中只有人类,是因为人类拥有远为最多且最湿的大脑。
καὶ αἱ γυναῖκες οὐ φαλακροῦνται· παραπλησία γὰρ ἡ φύσις τῇ τῶν παιδίων· ἄγονα γὰρ σπερματικῆς ἐκκρίσεως ἀμφότερα.
且女人不会变秃;因为她们的天性与儿童相似:因为两者都不能排泄精液。
καὶ εὐνοῦχος οὐ γίνεται φαλακρὸς διὰ τὸ εἰς τὸ θῆλυ μεταβάλλειν.
且阉人也不会变秃,因为其转变成了女性状态。
καὶ τὰς ὑστερογενεῖς τρίχας ἢ οὐ φύουσιν ἢ ἀποβάλλουσιν, ἂν τύχωσιν ἔχοντες, οἱ εὐνοῦχοι, πλὴν τῆς ἥβης· καὶ γὰρ αἱ γυναῖκες τὰς μὲν οὐκ ἔχουσι, τὰς δ᾽ ἐπὶ τῇ ἥβῃ φύουσιν.
且阉人要么长不出后生的毛发,要么即使碰巧有也会脱落,阴毛除外;因为女人确实没有前者,但会长出阴毛。
ἡ δὲ πήρωσις αὕτη ἐκ τοῦ ἄρρενος εἰς τὸ θῆλυ μεταβολή ἐστιν.
而这种残缺是从雄性向雌性的转变。
τοῦ δὲ τὰ μὲν φωλεύοντα πάλιν δασύνεσθαι καὶ τὰ φυλλοβολήσαντα πάλιν φύειν φύλλα, τοῖς δὲ φαλακροῖς μὴ ἀναφύεσθαι πάλιν, αἴτιον ὅτι τοῖς μὲν αἱ ὧραι τροπαί εἰσι τοῦ σώματος μᾶλλον, ὥστ᾽ ἐπεὶ μεταβάλλουσιν αὗται, μεταβάλλει καὶ τὸ φύειν καὶ τὸ ἀποβάλλειν τοὺς μὲν τὰ πτερὰ καὶ τὰς τρίχας, τὰ δὲ φύλλα τὰ φυτά.
而冬眠动物重新长出浓毛、落叶植物重新长出叶子,而秃顶者却不再重新长出头发的原因在于,对它们而言,季节更是身体的转变期,因此当季节发生变化时,长出与脱落也都发生变化,前者是羽毛和毛发,植物则是叶子。
τοῖς δ᾽ ἀνθρώποις κατὰ τὴν ἡλικίαν γίνεται χειμὼν καὶ θέρος καὶ ἔαρ καὶ μετόπωρον, ὥστ᾽ ἐπεὶ αἱ ἡλικίαι οὐ μεταβάλλουσιν, οὐδὲ τὰ πάθη τὰ διὰ ταύτας μεταβάλλει, καίπερ τῆς αἰτίας ὁμοίας οὔσης.
而对人类而言,冬、夏、春、秋是随着年龄发生的,因此由于年龄不能逆转,由年龄引起的现象也不会逆转,尽管其原因相似。
καὶ περὶ μὲν τἆλλα πάθη τὰ τῶν τριχῶν σχεδὸν εἴρηται.
关于毛发的其他现象,差不多已经讲完了。