§5.3#1Τὰ δὲ τριχώματα διαφέρουσι καὶ πρὸς αὑτὰ τοῖς ἀνθρώποις κατὰ τὰς ἡλικίας καὶ πρὸς τὰ γένη τῶν ἄλλων ζῴων, ὅσαπερ ἔχει τρίχας αὐτῶν.
毛については、人間においては年齢によって彼ら自身の間で、また他の動物(そのうち毛を持つすべてのもの)の種との比較において異なっている。
ἔχει δ᾽ ὅσαπερ ἐντὸς αὑτῶν ζῳοτοκεῖ πάντα σχεδόν·
そして、自分の体内において胎生であるものは、ほぼすべて毛を持っている。
καὶ γὰρ τὰ ἀκανθώδεις ἔχοντα τῶν τοιούτων τριχῶν εἶδός τι ὑποληπτέον, οἷον τάς τε τῶν χερσαίων ἐχίνων καὶ εἴ τι ἄλλο τοιοῦτόν ἐστι τῶν ζῳοτόκων.
というのも、そのような動物のうち棘のようなものを持つものも、一種の毛を持っていると見なすべきだからである。 例えば、陸のハリネズミの棘や、胎生動物の中で他にそのようなものがあるならばそれらの棘がそうである。
εἰσὶ δὲ διαφοραὶ τῶν τριχῶν κατά τε σκληρότητα καὶ μαλακότητα, καὶ κατὰ μῆκος καὶ βραχύτητα, καὶ εὐθύτητα καὶ οὐλότητα, καὶ πλῆθος καὶ ὀλιγότητα, πρὸς δὲ τούτοις κατὰ τὰς χρόας, κατὰ λευκότητα καὶ μελανίαν καὶ τὰς μεταξὺ τούτων.
髪(毛)の相違には、硬さと柔らかさ、長さと短さ、直毛と縮れ毛、多さと少なさがあり、さらにこれらに加えて、色彩における白さ、黒さ、およびその中間の色による違いがある。
ἐνίας δὲ τούτων τῶν διαφορῶν καὶ κατὰ τὰς ἡλικίας διαφέρουσι νέα τε καὶ παλαιούμενα.
また、これらの相違のいくつかについては、動物たちは若いときと老いていくときとで、年齢に応じても異なっている。
μάλιστα δὲ τοῦτ᾽ ἐπίδηλον ἐπὶ τῶν ἀνθρώπων·
そして、このことは人間において最も顕著である。
καὶ γὰρ δασύνεται μᾶλλον πρεσβύτερα γιγνόμενα, καὶ φαλακροῦνται τῆς κεφαλῆς ἔνιοι τὰ πρόσθεν.
なぜなら、年齢を重ねるにつれて毛深くなる一方で、ある人々は頭の前部が禿げるからである。
καὶ παῖδες μὲν ὄντες οὐ γίγνονται φαλακροί, οὐδ᾽ αἱ γυναῖκες· οἱ δ᾽ ἄνδρες προϊούσης ἤδη τῆς ἡλικίας.
また、子供のうちは禿げることがなく、女性も禿げないが、男性は年齢が進むと禿げるようになる。
καὶ πολιοῦνται δὲ τὰς κεφαλὰς γηράσκοντες οἱ ἄνθρωποι.
また、人間は老いると頭が白髪になる。
τῶν δ᾽ ἄλλων ζῴων οὐθενὶ τοῦθ᾽ ὡς εἰπεῖν γίνεται ἐπίδηλον, μάλιστα δ᾽ ἵππῳ τῶν ἄλλων.
他の動物においては、言うなればこのようなことは全く顕著には生じないが、他の中では馬において最も顕著である。
καὶ φαλακροῦνται μὲν οἱ ἄνθρωποι τὰ ἔμπροσθεν τῆς κεφαλῆς, πολιοὶ δὲ πρῶτον γίνονται τοὺς κροτάφους·
そして、人間は頭の前部が禿げるのに対し、白髪はまずこめかみから生じる。
φαλακροῦται δ᾽ οὐθεὶς οὔτε τούτους οὔτε τὰ ὄπισθεν τῆς κεφαλῆς.
しかし、こめかみも頭の後部も、禿げる人は一人もいない。
ὅσα δὲ τῶν ζῴων μὴ ἔχει τρίχας ἀλλὰ τὸ ἀνάλογον αὐταῖς, οἷον ὄρνιθες μὲν πτερά, τὸ δὲ τῶν ἰχθύων γένος λεπίδας, καὶ τούτοις συμβαίνει τῶν τοιούτων παθημάτων ἔνια κατὰ τὸν αὐτὸν λόγον.
また、毛を持たず、その代わりにそれに相当するものを持つ動物、例えば鳥類における羽毛、魚類における鱗なども、これらにおいても同様の理屈によって、そのような変化のいくつかが生じる。
τίνος μὲν οὖν ἕνεκα τὸ τῶν τριχῶν ἡ φύσις ἐποίησε γένος τοῖς ζῴοις, εἴρηται πρότερον ἐν ταῖς αἰτοίαις ταῖς περὶ τὰ μέρη τῶν ζῴων·
さて、自然がどのような目的のために動物たちに毛という類を作ったのかについては、先に『動物部分論』の中で述べられた。
τίνων δ᾽ ὑπαρχόντων καὶ διὰ τίνας ἀνάγκας συμβαίνει τούτων ἕκαστον, δηλῶσαι τῆς μεθόδου τῆς νῦν ἐστίν.
しかし、どのようなものが存在し、どのような必要性によってこれらの各々が生じるのかを明らかにすることは、現在の研究の課題である。
παχύτητος μὲν οὖν καὶ λεπτότητος αἴτιον μάλιστα τὸ δέρμα·
さて、太さと細さの原因は、何よりもまず皮膚である。
τοῖς μὲν γὰρ παχὺ τοῖς δὲ λεπτόν, καὶ τοῖς μὲν μανὸν τοῖς δὲ πυκνόν ἐστιν.
というのも、ある動物の皮膚は厚く、他のものは薄く、またあるものは粗く、他のものは密だからである。
ἔτι δὲ συναίτιον καὶ τῆς ἐνούσης ὑγρότητος ἡ διαφορά·
さらに、そこに含まれる水分の違いもまた共同原因である。
τοῖς μὲν γὰρ ὑπάρχει λιπαρὰ τοῖς δ᾽ ὑδατώδης.
なぜなら、あるものには油分に富んだ水分が存在し、他のものには水っぽい水分が存在するからである。
ὅλως μὲν γὰρ ἡ τοῦ δέρματος φύσις ὑπόκειται γεώδης ἐπιπολῆς γὰρ οὖσα ἐξατμίζοντος τοῦ ὑγροῦ στερεὰ γίνεται καὶ γεώδης, αἱ δὲ τρίχες καὶ τὸ ἀνάλογον αὐταῖς οὐκ ἐκ τῆς σαρκὸς γίνονται ἀλλ᾽ ἐκ τοῦ δέρματος, ἐξατμίζοντος καὶ ἀναθυμιωμένου ἐν αὐτοῖς τοῦ ὑγροῦ.
なぜなら、一般に皮膚の性質は土っぽさを基礎としているからである。 表面にあるため、水分が蒸発するにつれて固体となり、土っぽくなるのである。 そして毛やその相当物は、肉からではなく皮膚から、それらの中の水分が蒸発し立ち上ることによって生じる。
διὸ παχεῖαι μὲν ἐκ τοῦ παχέος, λεπταὶ δὲ ἐκ τοῦ λεπτοῦ δέρματος γίνονται.
それゆえ、厚い皮膚からは太い毛が、薄い皮膚からは細い毛が生じる。
ἂν μὲν οὖν ᾖ τὸ δέρμα μανότερον καὶ παχύτερον, παχεῖαι διά τε τὸ πλῆθος τοῦ γεώδους καὶ διὰ τὸ μέγεθος τῶν πόρων εἰσίν· ἂν δὲ πυκνότερον, λεπταὶ διὰ τὴν στενότητα τῶν πόρων.
したがって、皮膚がより粗くより厚い場合、土っぽい物質が豊富であることと孔が大きいことの両方によって毛は太くなり、逆に皮膚がより密である場合には、孔が狭いことによって細くなる。
ἔτι δ᾽ ἂν ᾖ ἡ ἰκμὰς ὑδατώδης, ταχὺ ἀναξηραινομένης οὐ λαμβάνουσι μέγεθος αἱ τρίχες, ἂν δὲ λιπαρά, τοὐναντίον·
さらに、水分が水っぽい場合、速やかに乾燥してしまうため、毛は大きさを得られないが、油分に富んでいる場合はその逆になる。
οὐ γὰρ εὐξήραντον τὸ λιπαρόν.
なぜなら、油分は容易には乾燥しないからである。
διόπερ ὅλως μὲν τὰ παχυδερμότερα παχυτριχώτερα τῶν ζῴων, οὐ μέντοι τὰ μάλιστα μᾶλλον, διὰ τὰς εἰρημένας αἰτίας, οἷον τὸ τῶν ὑῶν γένος πρὸς τὸ τῶν βοῶν πέπονθε καὶ πρὸς ἐλέφαντα καὶ πολλὰ τῶν ἄλλων.
そのため、一般には皮膚がより厚い動物のほうがより太い毛を持つが、すでに述べた原因のために、最も厚いものが必ずしもより太い毛を持つわけではない。 例えば、豚の類が牛の類やゾウ、その他多くの動物に対して持っている関係がそうである。
διὰ τὴν αὐτὴν δ᾽ αἰτίαν καὶ αἱ ἐν τῇ κεφαλῇ τρίχες τοῖς ἀνθρώποις παχύταται·
そして同じ原因によって、人間においては頭部の毛が最も太い。
τοῦ γὰρ δέρματος τοῦτο παχύτατον καὶ ἐν πλείστῃ ὑγρότητι, ἔτι δ᾽ ἔχει μανότητα πολλήν.
というのも、皮膚のこの部分が最も厚く、最も多くの水分を含んでおり、さらに極めて粗いからである。
αἴτιον δὲ καὶ τοῦ μακρὰς ἢ βραχείας τὰς τρίχας εἶναι τὸ μὴ εὐξήραντον εἶναι τὸ ἐξατμίζον ὑγρόν.
また、毛が長いか短いかの原因も、蒸発する水分が容易に乾燥しないことにある。
τοῦ δὲ μὴ εὐξήραντον εἶναι δύ᾽ αἰτίαι, τό τε ποσὸν καὶ τὸ ποιόν· ἄν τε γὰρ πολὺ ᾖ τὸ ὑγρόν, οὐκ εὐξήραντον, καὶ ἂν λιπαρόν.
そして、容易に乾燥しないことには量と質の二つの原因がある。 すなわち、水分が多ければ容易に乾燥せず、また油分に富んでいてもそうだからである。