§5.2Τὸν αὐτὸν δὲ τρόπον ἔχει καὶ περὶ τὴν ἀκοὴν καὶ τὴν ὄσφρησιν·
聴覚と嗅覚についても全く同様である。
ἓν μὲν γάρ ἐστι τοῦ ἀκριβῶς ἀκούειν καὶ ὀσφραίνεσθαι τὸ τὰς διαφορὰς τῶν ὑποκειμένων αἰσθητῶν ὅτι μάλιστα αἰσθάνεσθαι πάσας, ἓν δὲ τὸ πόρρωθεν καὶ ἀκούειν καὶ ὀσφραίνεσθαι.
というのも、正確に聴き、嗅ぐということの一方は、対象となる感覚対象のあらゆる違いをできるだけはっきりと感じ取ることであり、他方は、遠くから聴くことも嗅ぐこともできることである。
τοῦ μὲν οὖν τὰς διαφορὰς κρίνειν καλῶς τὸ αἰσθητήριον αἴτιον, ὥσπερ ἐπὶ τῆς ὄψεως, ἂν ᾖ καθαρὸν αὐτό τε καὶ ἡ περὶ αὐτὸ μῆνιγξ.
さて、違いをよく判別することの原因は、視覚の場合と同様に、感覚器それ自体およびその周りの膜が清澄であることである。
οἱ γὰρ πόροι τῶν αἰσθητηρίων πάντων, ὥσπερ εἴρηται ἐν τοῖς περὶ αἰσθήσεως, τείνουσι πρὸς τὴν καρδίαν, τοῖς δὲ μὴ ἔχουσι καρδίαν πρὸς τὸ ἀνάλογον.
なぜなら、すべての感覚器の通路は、『感覚について』で述べられたように、心臓へと(心臓を持たないものにおいては、それに相当するものへと)伸びているからである。
ὁ μὲν οὖν τῆς ἀκοῆς, ἐπεί ἐστι τὸ αἰσθητήριον ἀέρος, ᾗ τὸ πνεῦμα τὸ σύμφυτον ποιεῖται ἐνίοις μὲν τὴν σφύξιν τοῖς δὲ τὴν ἀναπνοὴν καὶ εἰσπνοήν, ταύτῃ περαίνει·
さて、聴覚の通路は、その感覚器が空気からなるものであるため、生まれつきのプネウマが、あるものには脈動を、他のものには呼吸と吸気をもたらす場所に終端している。
διὸ καὶ ἡ μάθησις γίνεται τῶν λεγομένων ὥστ᾽ ἀντιφθέγγεσθαι τὸ ἀκουσθέν·
それゆえ、語られる言葉の学習も生じ、その結果、聴いた言葉をおうむ返しに発音することができるようになる。
οἵα γὰρ ἡ κίνησις εἰσῆλθε διὰ τοῦ αἰσθητηρίου, τοιαύτη πάλιν, οἷον ἀπὸ χαρακτῆρος τοῦ αὐτοῦ καὶ ἑνός, διὰ τῆς φωνῆς γίνεται ἡ κίνησις, ὥσθ᾽ ὃ ἤκουσε, τοῦτ᾽ εἰπεῖν.
なぜなら、どのような運動が感覚器を通して入ってきたか、それと同じような運動が、あたかも同一かつ一つの刻印からであるかのように、今度は声を通じて生じ、その結果、聴いたそのことを言うことになるからである。
καὶ χασμώμενοι καὶ ἐκπνέοντες ἧττον ἀκούουσιν ἢ εἰσπνέοντες διὰ τὸ ἐπὶ τῷ πνευματικῷ μορίῳ τὴν ἀρχὴν τοῦ αἰσθητηρίου εἶναι τοῦ τῆς ἀκοῆς, καὶ σείεσθαι καὶ κινεῖσθαι αμα κινοῦντος τοῦ ὀργάνου τὸ πνεῦμα·
また、あくびをするときや息を吐き出すときには、吸い込むときよりも聞こえ方が悪くなるが、それは聴覚の感覚器の始点が呼吸の部位の上にあり、その器官がプネウマを動かすと同時に[感覚器の始点も]揺すぶられて動くからである。
κινεῖται γὰρ κινοῦν τὸ ὄργανον.
なぜなら、器官が動かす際に[それ自体も]動かされるからである。
καὶ ἐν ταῖς ὑγραῖς ὥραις καὶ κράσεσι συμβαίνει τὸ αὐτὸ πάθος, καὶ τὰ ὦτα πληροῦσθαι δοκεῖ πνεύματος διὰ τὸ γειτνιᾶν τῇ ἀρχῇ τοῦ πνευματικοῦ τόπου.
また、湿気の多い季節や体質においても同様の状態が生じ、呼吸の領域の始点に近接しているために、耳がプネウマで満たされているように思われる。
ἡ μὲν οὖν περὶ τὰς διαφορὰς ἀκρίβεια τῆς κρίσεως καὶ τῶν ψόφων καὶ τῶν ὀσμῶν ἐν τῷ τὸ αἰσθητήριον καθαρὸν εἶναι καὶ τὸν ὑμένα τὸν ἐπιπολῆς ἐστίν·
したがって、音や匂いの違いに関する判別の正確さは、感覚器とその表面の膜が清澄であることにある。
πᾶσαι γὰρ αἱ κινήσεις διάδηλοι, καθάπερ ἐπὶ τῆς ὄψεως, καὶ ἐπὶ τῶν τοιούτων συμβαίνουσιν.
というのも、視覚の場合と同様に、すべての運動が明白になり、これらの感覚においてもそのようになるからである。
καὶ τὸ πόρρωθεν δὲ αἰσθάνεσθαι, τὰ δὲ μὴ αἰσθάνεσθαι, ὁμοίως συμβαίνει ὥσπερ ἐπὶ τῆς ὄψεως.
また、遠くから感じ取ること、あるいは感じ取れないことも、視覚の場合と同様に生じる。
τὰ γὰρ ἔχοντα πρὸ τῶν αἰσθητηρίων ἐπὶ πολὺ οἷον ὀχετοὺς διὰ τῶν μορίων, ταῦτα πόρρωθεν αἰσθητικά ἐστιν.
なぜなら、感覚器の前に、それぞれの部位を通る長い溝のような通路を持つ動物は、遠くから感じ取る能力があるからである。
διὸ ὅσων οἱ μυκτῆρες μακροί, οἷον τῶν Λακωνικῶν κυνιδίων, ὀσφραντικά·
それゆえ、ラコニアの猟犬のように鼻孔が長い動物は、嗅覚が鋭い。
ἄνω γὰρ ὄντος τοῦ αἰσθητηρίου πόρρωθεν αἱ κινήσεις οὐ διασπῶνται ἀλλ᾽ εὐθυποροῦσιν, ὥσπερ τοῖς ἐπηλυγιζομένοις πρὸ τῶν ὀμμάτων.
なぜなら、感覚器が奥にあるため、遠くからの運動が霧散せずまっすぐ進むからであり、これは目の前を覆う人々の場合と同様である。
ὁμοίως δὲ καὶ ὅσοις τὰ ὦτα μακρὰ καὶ ἀπογεγεισσωμένα πόρρωθεν, οἷα ἔχουσιν ἔνια τῶν τετραπόδων, καὶ ἔσω τὴν ἑλίκην μακράν·
同様に、一部の四肢動物が持っているように、耳が長く外側に突き出ていて、内部の螺旋状の通路が長い動物もそうである。
καὶ γὰρ ταῦτα ἐκ πολλοῦ λαμβάνοντα τὴν κίνησιν ἀποδίδωσι πρὸς τὸ αἰσθητήριον.
なぜなら、これらも遠くから運動を受け取って、感覚器へと伝えるからである。
τὴν μὲν οὖν πόρρωθεν ἀκρίβειαν τῶν αἰσθήσεων ἥκιστα ὡς εἰπεῖν ἄνθρωπος ἔχει ὡς κατὰ μέγεθος τῶν ζῴων, τὴν δὲ περὶ τὰς διαφορὰς μάλιστα πάντων εὐαίσθητον.
さて、人間は、動物の大きさに比例して言えば、遠くからの感覚の正確さは言うなれば最も劣っているが、違いに関する感覚はすべての中で最も鋭敏である。
αἴτιον δ᾽ ὅτι τὸ αἰσθητήριον καθαρὸν καὶ ἥκιστα γεῶδες καὶ σωματῶδες, καὶ φύσει λεπτοδερμότατον τῶν ζῴων ὡς κατὰ μέγεθος ἄνθρωπός ἐστιν.
その原因は、感覚器が清澄で、最も土っぽくなく肉体的でもないことであり、また人間はその大きさに比例して、自然のままに動物の中で最も薄い皮膚を持っているからである。
εὐλόγως δ᾽ ἀπείργασται ἡ φύσις καὶ τὰ περὶ τὴν φώκην·
また、自然がアザラシに関する事柄を合理的に作り上げたのも当然である。
τετράπουν γὰρ ὂν καὶ ζῳοτόκον οὐκ ἔχει ὦτα ἀλλὰ πόρους μόνον.
なぜなら、それは四肢動物であり胎生であるにもかかわらず、外耳を持たず、ただ通路だけを持つからである。
αἴτιον δ᾽ ὅτι ἐν ὑγρῷ αὐτῇ ὁ βίος·
その原因は、アザラシの生活が水中にあることである。
τὸ δὲ τῶν ὤτων μόριον πρόσκειται τοῖς πόροις πρὸς τὸ σώζειν τὴν τοῦ πόρρωθεν ἀέρος κίνησιν· οὐθὲν οὖν χρήσιμόν ἐστιν αὐτῇ, ἀλλὰ καὶ τοὐναντίον ἀπεργάζοιτ᾽ ἄν, δεχόμενα εἰς αὑτὰ ὑγροῦ πλῆθος.
そして、外耳という部位は、遠くの空気の運動を保持するために通路に付け加えられているものであるが、それゆえアザラシにとっては全く役に立たず、むしろ逆に、その中に大量の水分を取り込んでしまうことで有害な働きをするだろうからである。
καὶ περὶ μὲν ὄψεως καὶ ἀκοῆς καὶ ὀσφρήσεως εἴρηται.
こうして、視覚、聴覚、嗅覚については語られた。