§5.3#1Τὰ δὲ τριχώματα διαφέρουσι καὶ πρὸς αὑτὰ τοῖς ἀνθρώποις κατὰ τὰς ἡλικίας καὶ πρὸς τὰ γένη τῶν ἄλλων ζῴων, ὅσαπερ ἔχει τρίχας αὐτῶν.
而毛发在人类中不仅因年龄而异,且与其余动物(只要是其中有毛的)的种类相比也有所不同。
ἔχει δ᾽ ὅσαπερ ἐντὸς αὑτῶν ζῳοτοκεῖ πάντα σχεδόν· καὶ γὰρ τὰ ἀκανθώδεις ἔχοντα τῶν τοιούτων τριχῶν εἶδός τι ὑποληπτέον, οἷον τάς τε τῶν χερσαίων ἐχίνων καὶ εἴ τι ἄλλο τοιοῦτόν ἐστι τῶν ζῳοτόκων.
几乎所有在体内胎生的动物都有毛发;因为在这些动物中,拥有针刺般外表的东西也必须被视为拥有某种毛发,例如陆生刺猬的刺,以及胎生动物中任何其他类似的东西。
εἰσὶ δὲ διαφοραὶ τῶν τριχῶν κατά τε σκληρότητα καὶ μαλακότητα, καὶ κατὰ μῆκος καὶ βραχύτητα, καὶ εὐθύτητα καὶ οὐλότητα, καὶ πλῆθος καὶ ὀλιγότητα, πρὸς δὲ τούτοις κατὰ τὰς χρόας, κατὰ λευκότητα καὶ μελανίαν καὶ τὰς μεταξὺ τούτων.
毛发的差异在于硬与软、长与短、直与卷、多与少,此外还有颜色上的差异,即白、黑以及介于两者之间的颜色。
ἐνίας δὲ τούτων τῶν διαφορῶν καὶ κατὰ τὰς ἡλικίας διαφέρουσι νέα τε καὶ παλαιούμενα.
而在这些差异中,有些在动物年轻和衰老时,也随着年龄而有所不同。
μάλιστα δὲ τοῦτ᾽ ἐπίδηλον ἐπὶ τῶν ἀνθρώπων· καὶ γὰρ δασύνεται μᾶλλον πρεσβύτερα γιγνόμενα, καὶ φαλακροῦνται τῆς κεφαλῆς ἔνιοι τὰ πρόσθεν.
这一现象在人类中最为明显;因为随着年龄增长,他们会变得更加毛茂,而有些人头部的前部会变秃。
καὶ παῖδες μὲν ὄντες οὐ γίγνονται φαλακροί, οὐδ᾽ αἱ γυναῖκες· οἱ δ᾽ ἄνδρες προϊούσης ἤδη τῆς ἡλικίας.
而且在孩童时期人们不会变秃,女性也不会;但男性在年龄增长时则会变秃。
καὶ πολιοῦνται δὲ τὰς κεφαλὰς γηράσκοντες οἱ ἄνθρωποι.
此外,人类在变老时头部也会变白。
τῶν δ᾽ ἄλλων ζῴων οὐθενὶ τοῦθ᾽ ὡς εἰπεῖν γίνεται ἐπίδηλον, μάλιστα δ᾽ ἵππῳ τῶν ἄλλων.
在其余动物中,可以说这种情况几乎都不明显,但在其他动物中以马最为明显。
καὶ φαλακροῦνται μὲν οἱ ἄνθρωποι τὰ ἔμπροσθεν τῆς κεφαλῆς, πολιοὶ δὲ πρῶτον γίνονται τοὺς κροτάφους· φαλακροῦται δ᾽ οὐθεὶς οὔτε τούτους οὔτε τὰ ὄπισθεν τῆς κεφαλῆς.
人类是在头部的前部变秃,而变白则是首先从太阳穴开始;但没有人会在太阳穴或头部的后部变秃。
ὅσα δὲ τῶν ζῴων μὴ ἔχει τρίχας ἀλλὰ τὸ ἀνάλογον αὐταῖς, οἷον ὄρνιθες μὲν πτερά, τὸ δὲ τῶν ἰχθύων γένος λεπίδας, καὶ τούτοις συμβαίνει τῶν τοιούτων παθημάτων ἔνια κατὰ τὸν αὐτὸν λόγον.
至于那些没有毛发而只有其对应物的动物,例如鸟类的羽毛和鱼类的鳞片,它们也会以同样的道理发生某些类似的变化。
τίνος μὲν οὖν ἕνεκα τὸ τῶν τριχῶν ἡ φύσις ἐποίησε γένος τοῖς ζῴοις, εἴρηται πρότερον ἐν ταῖς αἰτοίαις ταῖς περὶ τὰ μέρη τῶν ζῴων· τίνων δ᾽ ὑπαρχόντων καὶ διὰ τίνας ἀνάγκας συμβαίνει τούτων ἕκαστον, δηλῶσαι τῆς μεθόδου τῆς νῦν ἐστίν.
那么,自然是为了什么目的而为动物制造了毛发这一类别,此前已在关于动物身体部位的因果解释中阐明;但这些现象中的每一种是在何种既存条件下以及由于何种必然性发生的,则是当前研究的任务。
παχύτητος μὲν οὖν καὶ λεπτότητος αἴτιον μάλιστα τὸ δέρμα· τοῖς μὲν γὰρ παχὺ τοῖς δὲ λεπτόν, καὶ τοῖς μὲν μανὸν τοῖς δὲ πυκνόν ἐστιν.
那么,毛发的粗与细的主要原因在于皮肤;因为有些动物的皮肤厚,有些薄,有些稀疏,有些致密。
ἔτι δὲ συναίτιον καὶ τῆς ἐνούσης ὑγρότητος ἡ διαφορά· τοῖς μὲν γὰρ ὑπάρχει λιπαρὰ τοῖς δ᾽ ὑδατώδης.
此外,其中所含水分的差异也是共同原因;因为有些动物体内的水分是油性的,有些则是水性的。
ὅλως μὲν γὰρ ἡ τοῦ δέρματος φύσις ὑπόκειται γεώδης ἐπιπολῆς γὰρ οὖσα ἐξατμίζοντος τοῦ ὑγροῦ στερεὰ γίνεται καὶ γεώδης, αἱ δὲ τρίχες καὶ τὸ ἀνάλογον αὐταῖς οὐκ ἐκ τῆς σαρκὸς γίνονται ἀλλ᾽ ἐκ τοῦ δέρματος, ἐξατμίζοντος καὶ ἀναθυμιωμένου ἐν αὐτοῖς τοῦ ὑγροῦ.
因为总的来说,皮肤的本性本质上是土性的;由于它处于表面,随着水分蒸发,它变得坚固且具土性;而毛发及其对应物并非产生于肌肉,而是产生于皮肤,是因为其中的水分蒸发并化为蒸气升腾。
διὸ παχεῖαι μὲν ἐκ τοῦ παχέος, λεπταὶ δὲ ἐκ τοῦ λεπτοῦ δέρματος γίνονται.
因此,粗毛产生于厚的皮肤,细毛则产生于薄的皮肤。
ἂν μὲν οὖν ᾖ τὸ δέρμα μανότερον καὶ παχύτερον, παχεῖαι διά τε τὸ πλῆθος τοῦ γεώδους καὶ διὰ τὸ μέγεθος τῶν πόρων εἰσίν· ἂν δὲ πυκνότερον, λεπταὶ διὰ τὴν στενότητα τῶν πόρων.
因此,如果皮肤较稀疏且较厚,由于土性物质的丰富以及毛孔的粗大,毛发就会变粗;而如果皮肤较致密,由于毛孔的狭窄,毛发就会变细。
ἔτι δ᾽ ἂν ᾖ ἡ ἰκμὰς ὑδατώδης, ταχὺ ἀναξηραινομένης οὐ λαμβάνουσι μέγεθος αἱ τρίχες, ἂν δὲ λιπαρά, τοὐναντίον· οὐ γὰρ εὐξήραντον τὸ λιπαρόν.
此外,如果水分是水性的,由于干燥得快,毛发就无法获得尺寸;但如果是油性的,情况则相反,因为油性物质是不易干燥的。
διόπερ ὅλως μὲν τὰ παχυδερμότερα παχυτριχώτερα τῶν ζῴων, οὐ μέντοι τὰ μάλιστα μᾶλλον, διὰ τὰς εἰρημένας αἰτίας, οἷον τὸ τῶν ὑῶν γένος πρὸς τὸ τῶν βοῶν πέπονθε καὶ πρὸς ἐλέφαντα καὶ πολλὰ τῶν ἄλλων.
因此,总的来说,皮肤较厚的动物毛发也较粗,但由于上述原因,那些皮肤最厚的动物却不一定毛发最粗,正如猪类与牛类、大象以及许多其他动物之间的对比所示。
διὰ τὴν αὐτὴν δ᾽ αἰτίαν καὶ αἱ ἐν τῇ κεφαλῇ τρίχες τοῖς ἀνθρώποις παχύταται· τοῦ γὰρ δέρματος τοῦτο παχύτατον καὶ ἐν πλείστῃ ὑγρότητι, ἔτι δ᾽ ἔχει μανότητα πολλήν.
由于同样的原因,人类头部的毛发也是最粗的;因为这部分皮肤最厚,水分最多,而且其结构也非常稀疏。
αἴτιον δὲ καὶ τοῦ μακρὰς ἢ βραχείας τὰς τρίχας εἶναι τὸ μὴ εὐξήραντον εἶναι τὸ ἐξατμίζον ὑγρόν.
此外,毛发生长得长还是短,原因也在于蒸发的水分不易干燥。
τοῦ δὲ μὴ εὐξήραντον εἶναι δύ᾽ αἰτίαι, τό τε ποσὸν καὶ τὸ ποιόν· ἄν τε γὰρ πολὺ ᾖ τὸ ὑγρόν, οὐκ εὐξήραντον, καὶ ἂν λιπαρόν.
而不易干燥的原因有两点,即数量和性质;因为如果水分多,就不易干燥,如果水分是油性的,也是如此。