§5.1#3τὸ μὲν γὰρ γλαύκωμα γίνεται μᾶλλον τοῖς γλαυκοῖς, οἱ δὲ νυκτάλωπες καλούμενοι τοῖς μελανοφθάλμοις.
というのも、目の濁り(緑内障)は青い目の人々により多く生じ、いわゆる夜盲症は黒い目の人々に生じるからである。
ἔστι δὲ τὸ μὲν γλαύκωμα ξηρότης τις μᾶλλον τῶν ὀμμάτων, διὸ καὶ συμβαίνει μᾶλλον γηράσκουσιν·
目の濁りは、むしろ目の乾燥であり、それゆえに年老いていく人々により多く生じる。
ξηραίνεται γάρ, ὥσπερ καὶ τὸ ἄλλο σῶμα, καὶ ταῦτα τὰ μόρια πρὸς τὸ γῆρας·
なぜなら、他の身体[の部分]と同様に、これらの部分も老いに向かって乾燥するからである。
ὁ δὲ νυκτάλωψ ὑγρότητος πλεονασμός, διὸ τοῖς νεωτέροις γίνεται μᾶλλον·
一方、夜盲症は水分の過剰であり、それゆえに若い人々により多く生じる。
ὑγρότερος γὰρ ὁ ἐγκέφαλος ὁ τούτων.
なぜなら、彼らの脳はより水分が多いからである。
ἡ δὲ μέση τοῦ πολλοῦ καὶ τοῦ ὀλίγου ὑγροῦ βελτίστη ὄψις·
多すぎる水分と少なすぎる水分の「中間」が最善の視覚である。
οὔτε γὰρ ὡς ὀλίγη οὖσα διὰ τὸ ταράττεσθαι ἐμποδίζει τὴν τῶν χρωμάτων κίνησιν, οὔτε διὰ πλῆθος παρέχει δυσκινησίαν.
というのも、[水分が]少ないために[容易に]乱されることによって色の運動を妨げることもなく、また多すぎるために動きにくさをもたらすこともないからである。
οὐ μόνον δὲ τὰ εἰρημένα αἴτια τοῦ ἀμβλὺ ἢ ὀξὺ ὁρᾶν, ἀλλὰ καὶ ἡ τοῦ δέρματος φύσις τοῦ ἐπὶ τῇ κόρῃ καλουμένῃ.
しかし、鈍く、あるいは鋭く見ることの原因は、上述のことだけではなく、いわゆる瞳孔の上にある皮膚(膜)の性質もそうである。
δεῖ γὰρ αὐτὸ διαφανὲς εἶναι, τοιοῦτον δ᾽ ἀναγκαῖον εἶναι τὸ λεπτὸν καὶ λευκὸν καὶ ὁμαλὸν δ᾽ ὅπως μὴ ἐπισκιάζῃ ῥυτιδούμενον (καὶ γὰρ διὰ τοῦθ᾽ οἱ γέροντες οὐκ ὀξὺ ὁρῶσιν·
なぜなら、それ(皮膚)は透明でなければならず、そのようなものは薄く、白く、そして皺が寄って陰を作らないように滑らかであることが必要だからである(実際、このことのために老人たちは鋭く見ることができない。
ὥσπερ γὰρ καὶ τὸ ἄλλο δέρμα, καὶ τὸ τοῦ ὄμματος ῥυτιδοῦταί τε καὶ παχύτερον γίνεται γηράσκουσιν), λευκὸν δὲ διὰ τὸ τὸ μέλαν μὴ εἶναι διαφανές·
なぜなら、他の皮膚と同様に、目の皮膚も年老いていくにつれて皺が寄り、より厚くなるからである)。
αὐτὸ γὰρ τοῦτ᾽ ἐστὶ τὸ μέλαν, τὸ μὴ διαφαινόμενον.
そして、黒いものは透明ではないために、[皮膚は]白くなければならない。 なぜなら、黒いということそれ自体が、見通せないということだからである。
διόπερ οὐδ᾽ οἱ λαμπτῆρες δύνανται φαίνειν, ἐὰν ὦσιν ἐκ τοιούτου δέρματος.
それゆえ、ランタンであっても、もしそのような皮膚から作られているなら、光を放つことができない。
ἐν μὲν οὖν τῷ γήρᾳ καὶ ταῖς νόσοις διὰ ταύτας τὰς αἰτίας οὐκ ὀξὺ βλέπουσι, τὰ δὲ παιδία δι᾽ ὀλιγότητα τοῦ ὑγροῦ γλαυκὰ φαίνεται τὸ πρῶτον.
さて、老齢において、また病気において、これらの原因により彼らは鋭く見ることができず、一方、子供たちは水分の少なさのために最初は青く見える。
ἑτερόγλαυκοι δὲ γίνονται μάλιστα οἱ ἄνθρωποι καὶ οἱ ἵπποι διὰ τὴν αὐτὴν αἰτίαν δι᾽ ἥνπερ ὁ μὲν ἄνθρωπος πολιοῦται μόνος, τῶν δ᾽ ἄλλων ἵππος μόνον ἐπιδήλως γηράσκων λευκαίνεται τὰς τρίχας.
人間と馬が特に異色眼になるのは、人間だけが白髪になり、他の動物の中では馬だけが老いると目立ってその毛が白くなるのと全く同じ原因による。
ἥ τε γὰρ πολιότης ἀσθένειά τίς ἐστι τοῦ ὑγροῦ τοῦ ἐν τῷ ἐγκεφάλῳ καὶ ἀπεψία καὶ ἡ γλαυκότης·
なぜなら、白髪になることは脳の中の水分の、ある種の弱さであり、消化不良であって、青さも同様だからである。
τὸ γὰρ λίαν λεπτὸν ἢ λίαν παχὺ τὴν αὐτὴν ἔχει δύναμιν τὸ μὲν τῷ ὀλίγῳ τὸ δὲ τῷ πολλῷ ὑγρῷ.
なぜなら、極端に薄いもの、あるいは極端に厚いものは、一方は少ない水分、他方は多い水分と同じ効力を持つからである。
ὅταν οὖν μὴ δύνηται ἀπαρτίσαι ἡ φύσις ὁμοίως ἢ πέψασα τὸ ἐν ἀμφοτέροις ὑγρὸν ἢ μὴ πέψασα, ἀλλὰ τὸ μὲν τὸ δὲ μή, τότε συμβαίνει γίνεσθαι ἑτερογλαύκους.
したがって、自然が、両方の[目の中の]水分を消化するか、あるいは消化しないかによって、同様に仕上げることができず、一方をそうし、他方をそうしないとき、異色眼になることが生じる。
περὶ δὲ τοῦ τὰ μὲν ὀξυωπὰ εἶναι τῶν ζῴων τὰ δὲ μή, δύο τρόποι τῆς αἰτίας εἰσίν.
動物の中であるものは視力が鋭く、あるものはそうでないことについて、その原因には二つの仕方がある。
διχῶς γὰρ λέγεται τὸ ὀξὺ σχεδόν, καὶ περὶ τὸ ἀκούειν καὶ τὸ ὀσφραίνεσθαι ὁμοίως τοῦτ᾽ ἔχει.
なぜなら、「鋭い」ということはほぼ二通りに言われるからであり、聴覚や嗅覚についても同様である。
λέγεται γὰρ ὀξὺ ὁρᾶν ἓν μὲν τὸ πόρρωθεν δύνασθαι ὁρᾶν, ἓν δὲ τὸ τὰς διαφορὰς ὅτι μάλιστα διαισθάνεσθαι τῶν ὁρωμένων.
すなわち、鋭く見るということの一方は「遠くから見ることができること」と言われ、他方は「見えているものの違いをできるだけはっきりと感じ取ること」と言われる。
ταῦτα δ᾽ οὐχ ἅμα συμβαίνει τοῖς αὐτοῖς.
これらは同じものに同時には生じない。
ὁ γὰρ αὐτὸς ἐπηλυγισάμενος τὴν χεῖρα ἢ δι᾽ αὐλοῦ βλέπων τὰς μὲν διαφορὰς οὐθὲν μᾶλλον οὐδ᾽ ἧττον κρίνει τῶν χρωμάτων, ὄψεται δὲ πορρώτερον.
なぜなら、同じ人間が、手で[目を]覆ったり、筒を通して見たりするとき、色の違いをより良くも悪くも判別しないが、より遠くを見るようになるからである。
οἱ γοῦν ἐκ τῶν ὀρυγμάτων καὶ φρεάτων ἐνίοτε ἀστέρας ὁρῶσιν.
実際、堀や井戸の中から[外を]見る人々は、時として星を見る。
ὥστ᾽ εἴ τι τῶν ζῴων ἔχει μὲν προβολὴν τοῦ ὄμματος πολλήν, τὸ δ᾽ ἐν τῇ κόρῃ ὑγρὸν μὴ καθαρὸν μηδὲ σύμμετρον τῇ κινήσει τῇ θύραθεν, μηδὲ τὸ ἐπιπολῆς δέρμα λεπτόν, τοῦτο περὶ μὲν τὰς διαφορὰς οὐκ ἀκριβώσει τῶν χρωμάτων, πόρρωθεν δ᾽ ἔσται ὁρατικόν, ὥσπερ εἰ καὶ ἐγγύθεν, μᾶλλον τῶν τὸ μὲν ὑγρὸν καθαρὸν ἐχόντων καὶ τὸ σκέπασμα αὐτοῦ, μὴ ἐχόντων δ᾽ ἐπισκύνιον πρὸ τῶν ὀμμάτων μηθέν.
したがって、もし動物のどれかが、目の前に大きな突出部を持ち、一方、瞳孔の中の水分が清澄ではなく、外部からの運動に対して適度でもなく、表面の皮膚も薄くないなら、これは色の違いについては精密に捉えられないだろうが、遠くから見る能力はあるだろう――あたかも近くから見るかのようであり――、これに対し、水分とその覆いは清澄に持っているが、目の前に日よけとなる眉などを何も持たない動物よりも[遠くを見ることができる]。
τοῦ μὲν γὰρ οὕτως ὀξὺ ὁρᾶν ὥστε διαισθάνεσθαι τὰς διαφοράς, ἐν αὐτῷ τῷ ὄμματί ἐστιν ἡ αἰτία·
というのも、違いをはっきりと感じ取るほどに鋭く見ることの原因は、目それ自体の中にあるからである。
ὥσπερ γὰρ ἐν ἱματίῳ καθαρῷ καὶ αἱ μικραὶ κηλῖδες ἔνδηλοι γίνονται, οὕτως καὶ ἐν τῇ καθαρᾷ ὄψει καὶ αἱ μικραὶ κινήσεις δῆλαι καὶ ποιοῦσιν αἴσθησιν.
すなわち、清澄な衣服においては小さな汚れさえも明白になるのと同様に、清澄な視覚においては小さな運動が明白になり、感覚を生じさせるのである。
τοῦ δὲ τὰ πόρρωθεν ὁρᾶν καὶ τὴν ἀπὸ τῶν πόρρωθεν ὁρατῶν ἀφικνεῖσθαι κίνησιν ἡ θέσις αἰτία τῶν ὀφθαλμῶν·
一方、遠くのものを見ること、そして遠くの見えるものからの運動が届くことの原因は、目の位置である。
τὰ μὲν γὰρ ἐξόφθαλμα οὐκ εὐωπὰ πόρρωθεν, τὰ δ᾽ ἐντὸς ἔχοντα τὰ ὄμματα ἐν κοίλῳ κείμενα ὁρατικὰ τῶν πόρρωθεν διὰ τὸ τὴν κίνησιν μὴ σκεδάννυσθαι εἰς ἀχανὲς ἀλλ᾽ εὐθυπορεῖν.
というのも、出目のものは遠くをよく見ることができないが、目を内側に持ち、窪みに位置しているものは、運動が広大な空間に散逸せずまっすぐ進むために、遠くのものを見ることができるからである。
οὐθὲν γὰρ διαφέρει τὸ λέγειν ὁρᾶν, ὥσπερ τινές φασι, τῷ τὴν ὄψιν ἐξιέναι (ἂν γὰρ μὴ ιἦ τι πρὸ τῶν ὀμμάτων, διασκεδαννυμένην ἀνάγκη ἐλάττω προσπίπτειν τοῖς ὁρωμένοις καὶ ἧττον τὰ πόρρωθεν ὁρᾶν), ἢ τὸ τῇ ἀπὸ τῶν ὁρωμένων κινήσει ὁρᾶν.
なぜなら、一部の人々が言うように「視線が外に出る」ことによって見ると言うことも(というのも、もし目の前に何もなければ、[視線は]散逸して、見られているものにより少なく当たり、遠くのものをより見ることができなくなるのが必然だからである)、あるいは、見えているものからの運動によって見ると言うことも、何の違いもないからである。
ὁμοίως γὰρ ἀνάγκη καὶ τὴν ὄψιν τῇ κινήσει ὁρᾶν.
なぜなら、同様に視覚も運動によって見ることが必然だからである。
μάλιστα μὲν οὖν ἑωρᾶτο ἂν τὰ πόρρωθεν, εἰ ἀπὸ τῆς ὄψεως εὐθὺς συνεχὴς ἦν πρὸς τὸ ὁρώμενον οἷον αὐλός·
さて、もし視覚から見られているものへと直接、例えば筒のような連続したものが伸びているならば、遠くのものが最もよく見えただろう。
οὐ γὰρ ἂν διελύετο ἡ κίνησις ἡ ἀπὸ τῶν ὁρατῶν·
なぜなら、見えるものからの運動が霧散しなかっただろうからである。
εἰ δὲ μή, ὅσῳπερ ἂν ἐπὶ πλέον ἀπέχῃ, τοσούτῳ ἀκριβέστερον τὰ πόρρωθεν ὁρᾶν ἀνάγκη.
そうでなくとも、[その囲いが]より遠くまで伸びている分だけ、それだけ正確に遠くのものを見ることが必然である。
καὶ τῆς μὲν τῶν ὀμμάτων διαφορᾶς ἔστωσαν αὗται αἱ αἰτίαι.
目の違いの原因については、これらとする。