§5.2Τὸν αὐτὸν δὲ τρόπον ἔχει καὶ περὶ τὴν ἀκοὴν καὶ τὴν ὄσφρησιν·
听觉和嗅觉的情况也完全相同。
ἓν μὲν γάρ ἐστι τοῦ ἀκριβῶς ἀκούειν καὶ ὀσφραίνεσθαι τὸ τὰς διαφορὰς τῶν ὑποκειμένων αἰσθητῶν ὅτι μάλιστα αἰσθάνεσθαι πάσας, ἓν δὲ τὸ πόρρωθεν καὶ ἀκούειν καὶ ὀσφραίνεσθαι.
因为在精确的听觉和嗅觉中,一方面是指尽可能分辨出所涉感觉对象的所有差异,另一方面是指能从远处进行听和嗅。
τοῦ μὲν οὖν τὰς διαφορὰς κρίνειν καλῶς τὸ αἰσθητήριον αἴτιον, ὥσπερ ἐπὶ τῆς ὄψεως, ἂν ᾖ καθαρὸν αὐτό τε καὶ ἡ περὶ αὐτὸ μῆνιγξ.
因此,对于良好地判别差异,原因在于感觉器官本身,正如在视觉中一样,只要器官本身以及它周围的膜是纯净的。
οἱ γὰρ πόροι τῶν αἰσθητηρίων πάντων, ὥσπερ εἴρηται ἐν τοῖς περὶ αἰσθήσεως, τείνουσι πρὸς τὴν καρδίαν, τοῖς δὲ μὴ ἔχουσι καρδίαν πρὸς τὸ ἀνάλογον.
因为正如在《关于感觉》中所说,所有感觉器官的通道都通向心脏,而在没有心脏的动物中则通向相应的器官。
ὁ μὲν οὖν τῆς ἀκοῆς, ἐπεί ἐστι τὸ αἰσθητήριον ἀέρος, ᾗ τὸ πνεῦμα τὸ σύμφυτον ποιεῖται ἐνίοις μὲν τὴν σφύξιν τοῖς δὲ τὴν ἀναπνοὴν καὶ εἰσπνοήν, ταύτῃ περαίνει· διὸ καὶ ἡ μάθησις γίνεται τῶν λεγομένων ὥστ᾽ ἀντιφθέγγεσθαι τὸ ἀκουσθέν·
由于听觉的感觉器官是由空气构成的,其通道终结于与生俱来的精气(pneuma)在某些动物中产生脉搏、在另一些动物中产生呼吸和吸气的地方;因此,这也使得对所说言语的学习得以发生,从而能够复述所听到的内容。
οἵα γὰρ ἡ κίνησις εἰσῆλθε διὰ τοῦ αἰσθητηρίου, τοιαύτη πάλιν, οἷον ἀπὸ χαρακτῆρος τοῦ αὐτοῦ καὶ ἑνός, διὰ τῆς φωνῆς γίνεται ἡ κίνησις, ὥσθ᾽ ὃ ἤκουσε, τοῦτ᾽ εἰπεῖν.
因为运动是以何种方式通过感觉器官进入的,通过声音产生的运动又会以何种方式再次发生,仿佛来自同一个且单一的印记,从而使人能够说出自己所听到的内容。
καὶ χασμώμενοι καὶ ἐκπνέοντες ἧττον ἀκούουσιν ἢ εἰσπνέοντες διὰ τὸ ἐπὶ τῷ πνευματικῷ μορίῳ τὴν ἀρχὴν τοῦ αἰσθητηρίου εἶναι τοῦ τῆς ἀκοῆς, καὶ σείεσθαι καὶ κινεῖσθαι αμα κινοῦντος τοῦ ὀργάνου τὸ πνεῦμα· κινεῖται γὰρ κινοῦν τὸ ὄργανον.
此外,在打哈欠和呼气时,人们听到的声音不如吸气时清晰,这是因为听觉器官的起点位于呼吸部位之上,当该器官推动精气时,起点也同时被震动和移动;因为该器官在推动时自身也在移动。
καὶ ἐν ταῖς ὑγραῖς ὥραις καὶ κράσεσι συμβαίνει τὸ αὐτὸ πάθος, καὶ τὰ ὦτα πληροῦσθαι δοκεῖ πνεύματος διὰ τὸ γειτνιᾶν τῇ ἀρχῇ τοῦ πνευματικοῦ τόπου.
在潮湿的季节和体质中也会发生同样的状况,由于邻近呼吸区域的起点,耳朵似乎充满了精气。
ἡ μὲν οὖν περὶ τὰς διαφορὰς ἀκρίβεια τῆς κρίσεως καὶ τῶν ψόφων καὶ τῶν ὀσμῶν ἐν τῷ τὸ αἰσθητήριον καθαρὸν εἶναι καὶ τὸν ὑμένα τὸν ἐπιπολῆς ἐστίν· πᾶσαι γὰρ αἱ κινήσεις διάδηλοι, καθάπερ ἐπὶ τῆς ὄψεως, καὶ ἐπὶ τῶν τοιούτων συμβαίνουσιν.
因此,对声音和气味差异的精确判别,在于感觉器官的纯净以及表面膜的纯净;因为所有的运动都变得清晰显现,正如在视觉中一样,在这些感觉中也是如此。
καὶ τὸ πόρρωθεν δὲ αἰσθάνεσθαι, τὰ δὲ μὴ αἰσθάνεσθαι, ὁμοίως συμβαίνει ὥσπερ ἐπὶ τῆς ὄψεως.
而能够从远处感觉还是不能感觉,其发生方式也与视觉相同。
τὰ γὰρ ἔχοντα πρὸ τῶν αἰσθητηρίων ἐπὶ πολὺ οἷον ὀχετοὺς διὰ τῶν μορίων, ταῦτα πόρρωθεν αἰσθητικά ἐστιν.
因为那些在感觉器官前面,穿过其部位拥有长长的像沟渠一样的通道的动物,能够从远处进行感觉。
διὸ ὅσων οἱ μυκτῆρες μακροί, οἷον τῶν Λακωνικῶν κυνιδίων, ὀσφραντικά· ἄνω γὰρ ὄντος τοῦ αἰσθητηρίου πόρρωθεν αἱ κινήσεις οὐ διασπῶνται ἀλλ᾽ εὐθυποροῦσιν, ὥσπερ τοῖς ἐπηλυγιζομένοις πρὸ τῶν ὀμμάτων.
因此,凡是鼻腔长的动物,例如拉科尼亚的小猎犬,嗅觉就很灵敏;因为感觉器官位于深处(上方),远处的运动不会消散而是笔直前进,就像人们在眼前遮光一样。
ὁμοίως δὲ καὶ ὅσοις τὰ ὦτα μακρὰ καὶ ἀπογεγεισσωμένα πόρρωθεν, οἷα ἔχουσιν ἔνια τῶν τετραπόδων, καὶ ἔσω τὴν ἑλίκην μακράν· καὶ γὰρ ταῦτα ἐκ πολλοῦ λαμβάνοντα τὴν κίνησιν ἀποδίδωσι πρὸς τὸ αἰσθητήριον.
同样,凡是耳部长且向外突出(如某些四足动物所具有的),且内部螺旋通道长的动物也是如此;因为这些动物也能从很远的地方接收运动并将其传递给感觉器官。
τὴν μὲν οὖν πόρρωθεν ἀκρίβειαν τῶν αἰσθήσεων ἥκιστα ὡς εἰπεῖν ἄνθρωπος ἔχει ὡς κατὰ μέγεθος τῶν ζῴων, τὴν δὲ περὶ τὰς διαφορὰς μάλιστα πάντων εὐαίσθητον.
因此,可以说,在所有动物中,按身体比例来看,人类在远距离感觉的精确性上几乎是最差的,但在分辨差异上却是最敏锐的。
αἴτιον δ᾽ ὅτι τὸ αἰσθητήριον καθαρὸν καὶ ἥκιστα γεῶδες καὶ σωματῶδες, καὶ φύσει λεπτοδερμότατον τῶν ζῴων ὡς κατὰ μέγεθος ἄνθρωπός ἐστιν.
原因在于人类的感觉器官纯净且最少泥土和肉体成分,而且按比例来看,人类天生是所有动物中皮肤最薄的。
εὐλόγως δ᾽ ἀπείργασται ἡ φύσις καὶ τὰ περὶ τὴν φώκην· τετράπουν γὰρ ὂν καὶ ζῳοτόκον οὐκ ἔχει ὦτα ἀλλὰ πόρους μόνον.
自然对海豹相关特征的塑造也是合乎情理的;因为海豹虽然是四足胎生动物,却不具有外耳而只有通道。
αἴτιον δ᾽ ὅτι ἐν ὑγρῷ αὐτῇ ὁ βίος· τὸ δὲ τῶν ὤτων μόριον πρόσκειται τοῖς πόροις πρὸς τὸ σώζειν τὴν τοῦ πόρρωθεν ἀέρος κίνησιν· οὐθὲν οὖν χρήσιμόν ἐστιν αὐτῇ, ἀλλὰ καὶ τοὐναντίον ἀπεργάζοιτ᾽ ἄν, δεχόμενα εἰς αὑτὰ ὑγροῦ πλῆθος.
原因在于它的生活环境在水中;而外耳这一部位被附加到通道上是为了保存远处空气的运动,因此对它毫无用处,反而会因为自身吸入大量水分而起到相反的(有害的)作用。
καὶ περὶ μὲν ὄψεως καὶ ἀκοῆς καὶ ὀσφρήσεως εἴρηται.
关于视觉、听觉和嗅觉,已经讨论完毕。