§4.6#1Τῶν δὲ ζῳοτόκων τὰ μὲν ἀτελῆ προΐεται ζῷα τὰ δὲ τετελειωμένα, τὰ μὲν μώνυχα τετελειωμένα καὶ τὰ διχηλά, τῶν δὲ πολυσχιδῶν ἀτελῆ πολλά.
胎生動物のうち、あるものは未成熟な生物を排出し、あるものは完全に発達したものを排出するが、一蹄(奇蹄)類と双蹄(偶蹄)類は完全に発達したものを排出し、多指類(指の分かれたもの)の多くは未成熟なものを多く排出する。
τούτου δ᾽ αἴτιον ὅτι τὰ μὲν μώνυχα μονοτόκα ἐστί, τὰ δὲ διχηλὰ ἢ μονοτόκα ἢ διτόκα ὡς ἐπὶ τὸ πολύ, ῥᾴδιον δὲ τὰ ὀλίγα ἐκτρέφειν.
この原因は、一蹄類は一胎一子であり、双蹄類は一胎一子か、あるいは多くとも二子であるため、少数の子を育てることは容易だからである。
τῶν δὲ πολυσχιδῶν ὅσα ἀτελῆ τίκτει, πάντα πολυτόκα·
他方、多指類のうち未成熟な子を産むものは、すべて多産である。
διὸ νέα μὲν ὄντα δύναται τὰ κυήματα ἐκτρέφειν, ὅταν δ᾽ αὐξηθῇ καὶ λάβῃ μέγεθος, οὐ δυναμένου τοῦ σώματος ἐκτρέφειν προΐεται καθάπερ τὰ σκωληκοτόκα τῶν ζῴων.
それゆえ、胚がまだ若いうちはこれらを育てることができるが、胚が大きくなり大きさを増すと、親の体が育てきれなくなり、蛆(虫)を産む動物のように(未成熟なまま)排出するのである。
καὶ γὰρ τούτων τὰ μὲν ἀδιάρθρωτα σχεδὸν γεννᾷ, καθάπερ ἀλώπηξ ἄρκτος λέων, παραπλησίως δ᾽ ἔνια καὶ τῶν ἄλλων·
なぜなら、これらの動物もあるものはほとんど分化していない状態で産むからであり、例えばキツネ、クマ、ライオンがそうであり、他の動物のいくつかでも同様だからである。
τυφλὰ δὲ πάντα σχεδόν, οἷον ταῦτά τε καὶ ἔτι κύων λύκος θώς.
そして、それらはほとんどすべて盲目で生まれ、例えばこれらや、さらにイヌ、オオカミ、ジャッカルがそうである。
μόνον δὲ πολυτόκον ὂν ἡ ὗς τελειοτοκεῖ, καὶ ἐπαλλάττει τοῦτο μόνον·
豚だけは、多産でありながら完全に発達した子を産み、これだけが重複する(中間的な)性質を持っている。
πολυτοκεῖ μὲν γὰρ ὡς τὰ πολυσχιδῆ, διχηλὸν δ᾽ ἐστὶ καὶ μώνυχον· εἰσὶ γάρ που μώνυχες ὕες.
というのも、多指類のように多産である一方で、双蹄(偶蹄)であり、また一蹄(奇蹄)でもあるからである(実際、一蹄の豚もどこかにはいる)。
πολυτοκεῖ μὲν σὖν διὰ τὸ τὴν εἰς τὸ μέγεθος τροφὴν εἰς τὴν σπερματικὴν ἀποκρίνεσθαι περίττωσιν·
したがって、多産であるのは、体躯の大きさに向けられるべき栄養が精液の残余物へと分泌されるからである。
τοῦτο γὰρ ὡς μώνυχον οὐκ ἔχει μέγεθος.
なぜなら、この動物は一蹄類のように体が大きくないからである。
ἅμα δὲ καὶ μᾶλλον, ὥσπερ ἀμφισβητοῦν τῇ φυσει τῇ τῶν μωνύχων, διχηλόν ἐστιν.
同時にまた、むしろ一蹄類の性質に異議を唱えるかのように、双蹄(偶蹄)でもある。
διὰ μὲν οὖν τοῦτο καὶ μονοτοκεῖ καὶ διτοκεῖ καὶ πολυτοκεῖ τὰ πλεῖστα, ἐκτρέφει δ᾽ εἰς τέλος διὰ τὴν τοῦ σώματος εὐβοσίαν·
それゆえ、この原因によって一胎一子や二子を産むことも、また多くの場合には多産することもあるが、体の栄養状態が良いために最後まで育て上げるのである。
ἔχει γὰρ ὡς πίειρα γῆ φυτοῖς ἱκανὴν καὶ δαψιλῆ τροφήν.
なぜなら、それは肥沃な土地が植物に対してそうであるように、十分で豊富な栄養を持っているからである。
τίκτουσι δ᾽ ἀτελῆ καὶ τυφλὰ καὶ τῶν ὀρνίθων τινές, ὅσοι πολυτοκοῦσιν αὐτῶν μὴ σωμάτων ἔχοντες μέγεθος, οἷον κορώνη κίττα στρουθοὶ χελιδόνες, καὶ τῶν ὀλιγοτοκούντων ὅσα μὴ δαψιλῆ τροφὴν συνεκτίκτει τοῖς τέκνοις, οἷον φάττα καὶ τρυγὼν καὶ περιστερά.
また、鳥類の一部も未成熟で盲目の雛を産むが、それは体が大きくないのに多産するものであり、例えばカラス、カケス、スズメ、ツバメである。 また、少数しか産まない鳥のうち、雛と一緒に豊富な栄養を産み出さないものも同様であり、例えばモリバト、キジバト、ドバトである。
καὶ διὰ τοῦτο τῶν χελιδόνων ἐάν τις ἔτι νέων ὄντων ἐκκεντήσῃ τὰ ὄμματα, πάλιν ὑγιάζονται·
そしてこのために、ツバメの雛がまだ若いうちに誰かがその目を突き刺しても、再び治癒するのである。
γινομένων γὰρ ἀλλ᾽ οὐ γεγενημένων φθείρεται, διόπερ φύονται καὶ βλαστάνουσιν ἐξ ἀρχῆς.
なぜなら、形成されつつあるのであって既に形成され終えたのではない段階で損なわれるので、最初からまた生え出て成長するからである。
ὅλως δὲ προτερεῖ μὲν τῆς τελειογονίας διὰ τὴν ἀδυναμίαν τοῦ ἐκτρέφειν, ἀτελῆ δὲ γίνεται διὰ τὸ προτερεῖν.
総じて、育てる能力がないために完全な誕生より前に出産が先んじるのであり、先んじるために未成熟な状態になるのである。
δῆλον δὲ τοῦτο καὶ ἐπὶ τῶν ἑπταμήνων·
このことは七ヶ月児においても明らかである。
διὰ γὰρ τὸ ἀτελῆ εἶναι πολλάκις ἔνια αὐτῶν γίνεται οὐδὲ τοὺς πόρους ἔχοντά πω διηρθρωμένους, οἷον ὤτων καὶ μυκτήρων, ἀλλ᾽ ἐπαυξανομένοις διαρθροῦται, καὶ βιοῦσι πολλὰ τῶν τοιούτων.
なぜなら、未成熟であるために、それらの一部は耳や鼻孔などの経路がまだ分化していない状態で生まれることが多く、成長するにつれて分化し、そのような子の多くは生き長らえるからである。
γίνεται δὲ ἀνάπηρα μᾶλλον ἐν τοῖς ἀνθρώποις τὰ ἄρρενα τῶν θηλέων, ἐν δὲ τοῖς ἄλλοις οὐθὲν μᾶλλον.
人間においては、雌よりも雄の方が障害を持って生まれることが多いが、他の動物においては特にそうではない。
αἴτιον δ᾽ ὅτι ἐν τοῖς ἀνθρώποις πολὺ διαφέρει τὸ ἄρρεν τοῦ θήλεος τῇ θερμότητι τῆς φύσεως, διὸ κινητικώτερά ἐστι κυούμενα τὰ ἄρρενα τῶν θηλέων·
原因は、人間においては雄が本性の熱において雌と大きく異なっており、そのため胎内にいるとき雄は雌よりもよく動くからである。
διὰ δὲ τὸ κινεῖσθαι θραύεται μᾶλλον·
そして、動くために傷つきやすい。
εὔθραυστον γὰρ τὸ νέον διὰ τὴν ἀσθένειαν.
若いものは弱いために壊れやすいからである。
διὰ τὴν αὐτὴν δὲ ταύτην αἰτίαν καὶ τελειοῦται τὰ θήλεα τοῖς ἄρρεσιν οὐχ ὁμοίως ἐν ταῖς γυναιξίν·
これと全く同じ原因のために、女性において雌は雄と同じようには完成されない。
ἐν μὲν γὰρ τῇ μητρὶ ἐν πλείονι χρόνῳ διακρίνεται τὸ θῆλυ τοῦ ἄρρενος, ἐξελθόντων δὲ πάντα πρότερον ἐπιτελεῖται, οἷον ἥβη καὶ ἀκμὴ καὶ γῆρας, τοῖς θήλεσιν ἢ τοῖς ἄρρεσιν.
すなわち、母親の体内においては雌は雄よりも長い時間をかけて分化するが、生まれた後は、青春期、全盛期、老年期など、すべてにおいて雌の方が雄よりも早くその段階に達するのである。