§4.6#1Τῶν δὲ ζῳοτόκων τὰ μὲν ἀτελῆ προΐεται ζῷα τὰ δὲ τετελειωμένα, τὰ μὲν μώνυχα τετελειωμένα καὶ τὰ διχηλά, τῶν δὲ πολυσχιδῶν ἀτελῆ πολλά.
在胎生动物中,有些产下不完全的幼仔,有些则产下完全发育好的幼仔。 单蹄类和双蹄类产下完全发育好的幼仔,而多指类中许多则产下不完全的幼仔。
τούτου δ᾽ αἴτιον ὅτι τὰ μὲν μώνυχα μονοτόκα ἐστί, τὰ δὲ διχηλὰ ἢ μονοτόκα ἢ διτόκα ὡς ἐπὶ τὸ πολύ, ῥᾴδιον δὲ τὰ ὀλίγα ἐκτρέφειν.
其原因在于,单蹄类是单胎的,而双蹄类绝大多数要么是单胎要么是双胎,抚育少数幼仔是容易的。
τῶν δὲ πολυσχιδῶν ὅσα ἀτελῆ τίκτει, πάντα πολυτόκα· διὸ νέα μὲν ὄντα δύναται τὰ κυήματα ἐκτρέφειν, ὅταν δ᾽ αὐξηθῇ καὶ λάβῃ μέγεθος, οὐ δυναμένου τοῦ σώματος ἐκτρέφειν προΐεται καθάπερ τὰ σκωληκοτόκα τῶν ζῴων.
而在多指类中,凡是产下不完全幼仔的,全都是多胎的;因此,在胚胎还年轻时,它们能够抚育这些胚胎,但当胚胎长大并获得体型后,由于母体无法将其抚育完全,便将其排泄出来,正像产蛆(虫)的动物一样。
καὶ γὰρ τούτων τὰ μὲν ἀδιάρθρωτα σχεδὸν γεννᾷ, καθάπερ ἀλώπηξ ἄρκτος λέων, παραπλησίως δ᾽ ἔνια καὶ τῶν ἄλλων· τυφλὰ δὲ πάντα σχεδόν, οἷον ταῦτά τε καὶ ἔτι κύων λύκος θώς.
因为这些动物中,有些产下的幼仔几乎没有分化,例如狐狸、熊和狮子,其他动物中的一些也与此类似;而且它们几乎全都是盲目出生的,例如这些动物,此外还有狗、狼和豺。
μόνον δὲ πολυτόκον ὂν ἡ ὗς τελειοτοκεῖ, καὶ ἐπαλλάττει τοῦτο μόνον· πολυτοκεῖ μὲν γὰρ ὡς τὰ πολυσχιδῆ, διχηλὸν δ᾽ ἐστὶ καὶ μώνυχον· εἰσὶ γάρ που μώνυχες ὕες.
唯独猪在多胎的同时能产下完全发育好的幼仔,且唯独它具有这种重叠的性质;因为它像多指类一样是多胎的,但又是双蹄和单蹄的,因为在某些地方确实有单蹄猪。
πολυτοκεῖ μὲν σὖν διὰ τὸ τὴν εἰς τὸ μέγεθος τροφὴν εἰς τὴν σπερματικὴν ἀποκρίνεσθαι περίττωσιν· τοῦτο γὰρ ὡς μώνυχον οὐκ ἔχει μέγεθος.
因此,它是多胎的,是因为本应流向体型大小的营养被分泌到了精液的残余物中;因为像单蹄动物一样,它并不具有巨大的体型。
ἅμα δὲ καὶ μᾶλλον, ὥσπερ ἀμφισβητοῦν τῇ φυσει τῇ τῶν μωνύχων, διχηλόν ἐστιν.
同时,它更是双蹄的,仿佛在向单蹄类动物的天性挑战。
διὰ μὲν οὖν τοῦτο καὶ μονοτοκεῖ καὶ διτοκεῖ καὶ πολυτοκεῖ τὰ πλεῖστα, ἐκτρέφει δ᾽ εἰς τέλος διὰ τὴν τοῦ σώματος εὐβοσίαν· ἔχει γὰρ ὡς πίειρα γῆ φυτοῖς ἱκανὴν καὶ δαψιλῆ τροφήν.
因此,由于这个原因,它有时产下一胎、有时产下双胎、而大多数时候产下多胎,并且由于身体营养状况良好而将它们抚育到最后;因为它就像肥沃的土地之于植物一样,拥有充足且丰富的营养。
τίκτουσι δ᾽ ἀτελῆ καὶ τυφλὰ καὶ τῶν ὀρνίθων τινές, ὅσοι πολυτοκοῦσιν αὐτῶν μὴ σωμάτων ἔχοντες μέγεθος, οἷον κορώνη κίττα στρουθοὶ χελιδόνες, καὶ τῶν ὀλιγοτοκούντων ὅσα μὴ δαψιλῆ τροφὴν συνεκτίκτει τοῖς τέκνοις, οἷον φάττα καὶ τρυγὼν καὶ περιστερά.
一些鸟类也会产下不完全且盲目的幼雏,即那些体型不大却产蛋较多的鸟类,例如乌鸦、松鸦、麻雀和燕子,而在少产的鸟类中,那些产蛋时不随同幼雏产出丰富营养的也是如此,例如斑尾林鸽、山斑鸠和家鸽。
καὶ διὰ τοῦτο τῶν χελιδόνων ἐάν τις ἔτι νέων ὄντων ἐκκεντήσῃ τὰ ὄμματα, πάλιν ὑγιάζονται· γινομένων γὰρ ἀλλ᾽ οὐ γεγενημένων φθείρεται, διόπερ φύονται καὶ βλαστάνουσιν ἐξ ἀρχῆς.
正因为如此,如果有人在燕雏还年轻时刺瞎它们的眼睛,它们还会再次痊愈;因为眼睛是在正在形成、而非已经形成完毕的过程中受损的,因此它们会从头开始生长和萌芽。
ὅλως δὲ προτερεῖ μὲν τῆς τελειογονίας διὰ τὴν ἀδυναμίαν τοῦ ἐκτρέφειν, ἀτελῆ δὲ γίνεται διὰ τὸ προτερεῖν.
总的来说,由于无法完全抚育,生育提早于完全发育发生,而由于提早生育,幼仔便是不完全的。
δῆλον δὲ τοῦτο καὶ ἐπὶ τῶν ἑπταμήνων· διὰ γὰρ τὸ ἀτελῆ εἶναι πολλάκις ἔνια αὐτῶν γίνεται οὐδὲ τοὺς πόρους ἔχοντά πω διηρθρωμένους, οἷον ὤτων καὶ μυκτήρων, ἀλλ᾽ ἐπαυξανομένοις διαρθροῦται, καὶ βιοῦσι πολλὰ τῶν τοιούτων.
这一点在七个月早产儿身上也很明显;因为由于不完全,它们中的一些在出生时甚至连耳道和鼻孔等通道都还未分化好,但在成长过程中这些通道会分化出来,而且这类婴儿有许多能存活下来。
γίνεται δὲ ἀνάπηρα μᾶλλον ἐν τοῖς ἀνθρώποις τὰ ἄρρενα τῶν θηλέων, ἐν δὲ τοῖς ἄλλοις οὐθὲν μᾶλλον.
在人类中,畸形儿多发生于男性而非女性,但在其他动物中并非如此。
αἴτιον δ᾽ ὅτι ἐν τοῖς ἀνθρώποις πολὺ διαφέρει τὸ ἄρρεν τοῦ θήλεος τῇ θερμότητι τῆς φύσεως, διὸ κινητικώτερά ἐστι κυούμενα τὰ ἄρρενα τῶν θηλέων· διὰ δὲ τὸ κινεῖσθαι θραύεται μᾶλλον· εὔθραυστον γὰρ τὸ νέον διὰ τὴν ἀσθένειαν.
其原因在于,在人类中,男性在天性的热度上与女性相差甚远,因此处于胚胎状态的男性比女性更爱活动;而由于活动,它们更容易受损;因为幼小者因其软弱而易碎。
διὰ τὴν αὐτὴν δὲ ταύτην αἰτίαν καὶ τελειοῦται τὰ θήλεα τοῖς ἄρρεσιν οὐχ ὁμοίως ἐν ταῖς γυναιξίν· ἐν μὲν γὰρ τῇ μητρὶ ἐν πλείονι χρόνῳ διακρίνεται τὸ θῆλυ τοῦ ἄρρενος, ἐξελθόντων δὲ πάντα πρότερον ἐπιτελεῖται, οἷον ἥβη καὶ ἀκμὴ καὶ γῆρας, τοῖς θήλεσιν ἢ τοῖς ἄρρεσιν.
正由于这同一个原因,在妇女体内,女性胚胎的发育成熟方式与男性胚胎并不相同;因为在母体内,女性胚胎的分化所需时间比男性更长,但出生后,女性在一切阶段上都比男性更早完成,例如青春期、壮年期和老年期。