§4.5#2τοῖς γὰρ θήλεσιν ἡ τῶν καταμηνίων κάθαρσις σπέρματος ἔξοδός ἐστιν·
なぜなら、雌において月経の浄化は精液の排出だからである。
ἔστι γὰρ τὰ καταμήνια σπέρμα ἄπεπτον, ὥσπερ εἴρηται πρότερον.
というのも、先に述べられたように、月経とは未成熟な精液だからである。
διὸ καὶ τῶν γυναικῶν ὅσαι πρὸς τὴν ὁμιλίαν ἀκρατεῖς τὴν τοιαύτην, ὅταν πολυτοκήσωσι, παύονται τῆς πτοήσεως·
それゆえ、そうした交わりに対して自制のきかない女性たちも、多くの子供を産むと、その興奮が収まる。
ἐκκεκριμένη γὰρ ἡ σπερματικὴ περίττωσις οὐκέτι ποιεῖ τῆς ὁμιλίας ταύτης ἐπιθυμίαν.
精液の残余物が排出されると、もはやそのような交わりへの欲求を生じさせなくなるからである。
ἐν δὲ τοῖς ὄρνισιν αἱ θήλειαι τῶν ἀρρένων ἧττόν εἰσιν ἀφροδισιαστικαὶ διὰ τὸ πρὸς τῷ ὑποζώματι τὰς ὑστέρας ἔχειν, τὰ δ᾽ ἄρρενα τοὐναντίον·
鳥類においては、雌は雄に比べて交尾を好まないが、それは隔膜の近くに子宮を持っているからであり、雄はその逆である。
ἀνεσπασμένους γὰρ ἔχει τοὺς ὄρχεις ἐντός, ὥστ᾽ ἂν ᾖ τὸ γένος τῶν τοιούτων ὀρνίθων φύσει σπερματικόν, ἀεὶ δεῖσθαι τῆς ὁμιλίας ταύτης.
なぜなら、雄は精巣を内側に引き上げており、それゆえそうした鳥の類が本性的に精液の多いものであるなら、常にそのような交わりを必要とするからである。
τοῖς μὲν οὖν θήλεσι τὸ κάτω καταβαίνειν τὰς ὑστέρας, τοῖς δ᾽ ἄρρεσι τὸ ἀνασπᾶσθαι τοὺς ὄρχεις συμβαίνει πρὸ ὁδοῦ πρὸς τὴν ὀχείαν.
したがって、雌にとっては子宮が下へ下ること、雄にとっては精巣が引き上げられることが、交尾への都合よい準備として起こる。
δι᾽ ἣν μὲν οὖν αἰτίαν τὰ μὲν οὐκ ἐπικυΐσκεται παντελῶς, τὰ δ᾽ ἐπικυΐσκεται μέν, τὰ δὲ κυήματα ἐκτρέφει ὁτὲ μὲν ὁτὲ δ᾽ οὔ, καὶ διὰ τίν᾽ αἰτίαν τὰ μὲν ἀφροδισιαστικὰ τὰ δ᾽ οὐκ ἀφροδισιαστικὰ τῶν τοιούτων ἐστίν, εἴρηται.
それゆえ、いかなる原因によって、あるものは全く重胎せず、あるものは重胎するものの、胚をあるときは育て上げ、あるときは育て上げられないのか、またいかなる原因によって、そうした動物のうち、あるものは交尾を好み、あるものは交尾を好まないのかは、語られた。
ἔνια δὲ τῶν ἐπικυϊσκομένων καὶ πολὺν χρόνον διαλειπούσης τῆς ὀχείας δύναται τὰ κυήματα ἐκτρέφειν, ὅσων σπερματικόν τε τὸ γένος ἐστὶ καὶ μὴ τὸ σῶμα μέγεθος ἔχει καὶ τῶν πολυτόκων ἐστίν.
他方、重胎するもののうち、交尾に長い時間の間隔があっても胚を育て上げることができるものもあるが、それは、その種類が精液に富み、体が大きくなく、多産のものである。
διὰ μὲν γὰρ τὸ πολυτοκεῖν εὐρυχωρίαν ἔχει τῆς ὑστέρας, διὰ δὲ τὸ σπερματικὸν εἶναι πολὺ προΐεται περίττωμα τῆς καθάρσεως·
なぜなら、多産であるために子宮の広さがあり、精液に富むために浄化の残余物を多く放出するからである。
διὰ δὲ τὸ μὴ τὸ σῶμα μέγεθος ἔχειν, ἀλλὰ πλείονι λόγῳ τὴν κάθαρσιν ὑπερβάλλειν τῆς εἰς τὸ κύημα τροφῆς, δύναταί τε συνίστασθαι ζῷα καὶ ὕστερον καὶ ταῦτ᾽ ἐκτρέφειν.
また、体が大きくないために、胚への栄養に比べて、浄化の残余物がはるかに大きな割合で上回っており、そのため後になってからも生物が形成され、これらを育て上げることができる。
ἔτι δ᾽ αἱ ὑστέραι τῶν τοιούτων οὐ συμμεμύκασι διὰ τὸ περιεῖναι περίττωμα τῆς καθάρσεως.
さらに、そのような動物の子宮は、浄化の残余物が余っているために、閉じることがない。
τοῦτο δὲ καὶ ἐπὶ γυναικῶν ἤδη συμβέβηκεν·
このことは女性においてもすでに起こったことがある。
γίνεται γάρ τισι κυούσαις κάθαρσις καὶ διὰ τέλους.
妊娠している一部の女性に、出産に至るまで浄化が起こることがある。
ἀλλὰ ταύταις μὲν παρὰ φύσιν (διὸ βλάπτει τὸ κύημα), τοῖς δὲ τοιούτοις τῶν ζῴων κατὰ φύσιν·
しかし、彼女たちにおいては自然に反しており(それゆえ胚を害するが)、そのような動物においては自然に従っている。
οὕτω γὰρ τὸ σῶμα συνέστηκεν ἐξ ἀρχῆς, οἷον τὸ τῶν δασυπόδων.
なぜなら、彼らの体は最初からそのように構成されているからであり、例えばウサギがそうである。
τοῦτο γὰρ ἐπικυΐσκεται τὸ ζῷον·
実際、この動物は重胎する。
οὔτε γὰρ τῶν μεγάλων ἐστὶ πολυτόκον τε (πολυσχιδὲς γάρ, τὰ δὲ πολυσχιδῆ πολυτόκα) καὶ σπερματικόν.
というのも、大きくはなく、多産であり(指が分かれており、指が分かれているものは多産である)、かつ精液に富むからである。
δηλοῖ δ᾽ ἡ δασύτης·
毛深さがそれを示している。
ὑπερβάλλει γὰρ τοῦ τριχώματος τὸ πλῆθος·
毛の量が過剰だからである。
καὶ γὰρ ὑπὸ τοὺς πόδας καὶ ἐντὸς τῶν γνάθων τοῦτ᾽ ἔχει τρίχας μόνον τῶν ζῴων.
実際、足の裏や顎の内側に毛を持っているのは、動物の中でウサギだけである。
ἡ δὲ δασύτης σημεῖον πλήθους περιττώματός ἐστι, διὸ καὶ τῶν ἀνθρώπον οἱ δασεῖς ἀφροδισιαστικοὶ καὶ πολύσπερμοι μᾶλλόν εἰσι τῶν λείων.
そして、毛深さは残余物の多さの印であり、それゆえ人間においても、毛深い者は滑らかな肌の者よりも交尾を好み、精液が多い。
ὁ μὲν οὖν δασύπους τὰ μὲν τῶν κυημάτων ἀτελῆ πολλάκις ἔχει, τὰ δὲ προΐεται τετελειωμένα τῶν τέκνων.
したがって、ウサギは胚の一部を未成熟な状態で持つことが多いが、子供の一部は完全に発達した状態で出産するのである。