Humanitext Reader

亚里士多德 · 动物的产生 §4.5#2

残余物过剩与野兔发生重胎的原因

第 74 段,共 93 段 · 希腊语

内容简介

本节结合鸟类和人类的例子解释了月经、精液与性欲的生理关系,并论述了野兔等体型小、多胎的动物为何能在长间隔后进行重胎,将其与残余物的丰沛及毛发浓密联系起来。

§4.5#2τοῖς γὰρ θήλεσιν ἡ τῶν καταμηνίων κάθαρσις σπέρματος ἔξοδός ἐστιν· ἔστι γὰρ τὰ καταμήνια σπέρμα ἄπεπτον, ὥσπερ εἴρηται πρότερον.
因为在雌性中,月经的排泄就是精液的排出;因为正如前文所说,月经是未成熟的精液。
διὸ καὶ τῶν γυναικῶν ὅσαι πρὸς τὴν ὁμιλίαν ἀκρατεῖς τὴν τοιαύτην, ὅταν πολυτοκήσωσι, παύονται τῆς πτοήσεως· ἐκκεκριμένη γὰρ ἡ σπερματικὴ περίττωσις οὐκέτι ποιεῖ τῆς ὁμιλίας ταύτης ἐπιθυμίαν.
因此,即使是那些对这种交配毫无节制的女性,在生了许多孩子后,也会停止这种兴奋;因为当精液的残余物被排出后,便不再产生对这种交配的渴望。
ἐν δὲ τοῖς ὄρνισιν αἱ θήλειαι τῶν ἀρρένων ἧττόν εἰσιν ἀφροδισιαστικαὶ διὰ τὸ πρὸς τῷ ὑποζώματι τὰς ὑστέρας ἔχειν, τὰ δ᾽ ἄρρενα τοὐναντίον· ἀνεσπασμένους γὰρ ἔχει τοὺς ὄρχεις ἐντός, ὥστ᾽ ἂν ᾖ τὸ γένος τῶν τοιούτων ὀρνίθων φύσει σπερματικόν, ἀεὶ δεῖσθαι τῆς ὁμιλίας ταύτης.
在鸟类中,雌鸟比雄鸟较不易于动情,因为雌鸟的子宫靠近横膈膜,而雄鸟则相反;因为雄鸟的睾丸在体内向上缩起,所以如果这类鸟在天性上是多精的,就会一直需要这种交配。
τοῖς μὲν οὖν θήλεσι τὸ κάτω καταβαίνειν τὰς ὑστέρας, τοῖς δ᾽ ἄρρεσι τὸ ἀνασπᾶσθαι τοὺς ὄρχεις συμβαίνει πρὸ ὁδοῦ πρὸς τὴν ὀχείαν.
因此,雌性子宫下垂和雄性睾丸上缩,都作为交配的便利准备而发生。
δι᾽ ἣν μὲν οὖν αἰτίαν τὰ μὲν οὐκ ἐπικυΐσκεται παντελῶς, τὰ δ᾽ ἐπικυΐσκεται μέν, τὰ δὲ κυήματα ἐκτρέφει ὁτὲ μὲν ὁτὲ δ᾽ οὔ, καὶ διὰ τίν᾽ αἰτίαν τὰ μὲν ἀφροδισιαστικὰ τὰ δ᾽ οὐκ ἀφροδισιαστικὰ τῶν τοιούτων ἐστίν, εἴρηται.
因此,究竟是由于什么原因,有些动物完全不重胎,有些则重胎,且胚胎时而能抚育成活、时而不能,以及由于什么原因,在这些动物中有些易于动情而有些不易于动情,都已经阐明了。
ἔνια δὲ τῶν ἐπικυϊσκομένων καὶ πολὺν χρόνον διαλειπούσης τῆς ὀχείας δύναται τὰ κυήματα ἐκτρέφειν, ὅσων σπερματικόν τε τὸ γένος ἐστὶ καὶ μὴ τὸ σῶμα μέγεθος ἔχει καὶ τῶν πολυτόκων ἐστίν.
然而,在重胎的动物中,有些即使在交配间隔很长时间后,也能够将胚胎抚育成熟,这些动物属于多精的种类、体型不大且是多胎的。
διὰ μὲν γὰρ τὸ πολυτοκεῖν εὐρυχωρίαν ἔχει τῆς ὑστέρας, διὰ δὲ τὸ σπερματικὸν εἶναι πολὺ προΐεται περίττωμα τῆς καθάρσεως· διὰ δὲ τὸ μὴ τὸ σῶμα μέγεθος ἔχειν, ἀλλὰ πλείονι λόγῳ τὴν κάθαρσιν ὑπερβάλλειν τῆς εἰς τὸ κύημα τροφῆς, δύναταί τε συνίστασθαι ζῷα καὶ ὕστερον καὶ ταῦτ᾽ ἐκτρέφειν.
因为由于多胎,它们的子宫有宽敞的空间,而由于多精,它们会排出大量的月经残余物;又因为体型不大,且月经的排泄量比供给胚胎的营养按比例要多得多,所以即使在后面也能形成动物,并能将其抚育成熟。
ἔτι δ᾽ αἱ ὑστέραι τῶν τοιούτων οὐ συμμεμύκασι διὰ τὸ περιεῖναι περίττωμα τῆς καθάρσεως.
此外,这类动物的子宫由于月经残余物的过剩而不会关闭。
τοῦτο δὲ καὶ ἐπὶ γυναικῶν ἤδη συμβέβηκεν· γίνεται γάρ τισι κυούσαις κάθαρσις καὶ διὰ τέλους.
这种情况在女性中也曾发生过;因为有些孕妇甚至在怀孕到最后时仍有月经排泄。
ἀλλὰ ταύταις μὲν παρὰ φύσιν (διὸ βλάπτει τὸ κύημα), τοῖς δὲ τοιούτοις τῶν ζῴων κατὰ φύσιν· οὕτω γὰρ τὸ σῶμα συνέστηκεν ἐξ ἀρχῆς, οἷον τὸ τῶν δασυπόδων.
但这在她们身上是反常的(因此会损害胚胎),而在这类动物中则是顺应自然的;因为它们的身体从一开始就是这样构成的,例如野兔。
τοῦτο γὰρ ἐπικυΐσκεται τὸ ζῷον· οὔτε γὰρ τῶν μεγάλων ἐστὶ πολυτόκον τε (πολυσχιδὲς γάρ, τὰ δὲ πολυσχιδῆ πολυτόκα) καὶ σπερματικόν.
因为这种动物会重胎;它既不属于大型动物,又是多胎的(因为它是多趾的,而多趾动物是多胎的),并且是多精的。
δηλοῖ δ᾽ ἡ δασύτης· ὑπερβάλλει γὰρ τοῦ τριχώματος τὸ πλῆθος· καὶ γὰρ ὑπὸ τοὺς πόδας καὶ ἐντὸς τῶν γνάθων τοῦτ᾽ ἔχει τρίχας μόνον τῶν ζῴων.
其毛发浓密便表明了这一点;因为其毛发的数量是过剩的;因为在动物中,只有它在足底和颚内也长有毛发。
ἡ δὲ δασύτης σημεῖον πλήθους περιττώματός ἐστι, διὸ καὶ τῶν ἀνθρώπον οἱ δασεῖς ἀφροδισιαστικοὶ καὶ πολύσπερμοι μᾶλλόν εἰσι τῶν λείων.
而毛发浓密是残余物丰富的标志,因此在人类中,毛发浓密的人比皮肤光滑的人更易于动情且精液更多。
ὁ μὲν οὖν δασύπους τὰ μὲν τῶν κυημάτων ἀτελῆ πολλάκις ἔχει, τὰ δὲ προΐεται τετελειωμένα τῶν τέκνων.
所以,野兔往往有一些胚胎是不完全的,但排出的另一些幼仔则是完全发育好的。

词汇与语法注释

  1. §4.5#2πρὸ ὁδοῦ — 介词 `πρὸ` 与名词 `ὁδός` 属格构成的成语化短语 `πρὸ ὁδοῦ`(字面意为“在路的前方”)在此用作副词性短语,意思是“有帮助的”、“有利的”或“作为便利的准备”。这里它指出雌性子宫的下垂和雄性睾丸的收缩是促进交配(`τὴν ὀχείαν`)的有利生理准备。
  2. §4.5#2πλείονι λόγῳ — 意为“以更大的比例”或“在极大程度上”。名词 `λόγος`(比例、比率)的与格形式 `λόγῳ` 与比较级形容词 `πλείων` 连用,说明月经残余物的数量以“绝对优势的比例”超过了胚胎发育所需的营养(`τῆς εἰς τὸ κύημα τροφῆς`)。

引用这一段

亚里士多德, 动物的产生 §4.5#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg012.humanitext-grc1:4.5%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。