Humanitext Reader

アリストテレス · 動物の発生について §4.4#3

多胎が生じる原因と子宮部位説の否定

71 / 93 箇所 · ギリシア語

要旨

アリストテレスは、多産な動物においてなぜ一つの巨大な個体ではなく複数の胚が生じるのかを、素材と精液の能力の限界や適度な割合から説明し、子宮の部位の多さが原因だとする説を解剖学的知見に基づき否定する。

§4.4#3ὁμοίως δὲ καὶ τῶν φυτῶν οὐ τὰ μέγιστα φέρει πλεῖστον καρπόν.
同様に、植物においても、最大のものが最も多くの実を結ぶわけではない。
διὰ τί μὲν οὖν τῶν ζῴων τὰ μὲν πολυτόκα τὰ δ᾽ ὀλιγοτόκα τὴν φύσιν ἐστίν, εἴρηται·
さて、なぜ動物のうちあるものは天性として多産であり、あるものは少産であるのかについては述べられた。
τῆς δὲ νῦν ῥηθείσης ἀπορίας μᾶλλον ἄν τις θαυμάσειεν ἐπὶ τῶν πολυτοκούντων, ἐπειδὴ φαίνεται πολλάκις ἀπὸ μιᾶς ὀχείας κυϊσκόμενα τὰ τοιαῦτα τῶν ζῴων, τὸ δὲ σπέρμα τὸ τοῦ ἄρρενος, εἴτε συμβάλλεται πρὸς τὴν ὕλην μόριον γινόμενον τοῦ κυήματος καὶ τῷ τοῦ θήλεος σπέρματι μιγνύμενον, εἴτε καὶ μὴ τοῦτον τὸν τρόπον, ἀλλ᾽ ὥσπερ φαμὲν συνάγον καὶ δημιουργοῦν τὴν ὕλην τὴν ἐν τῷ θήλει καὶ τὸ περίττωμα τὸ σπερματικόν, καθάπερ ὁ ὀπὸς τὴν ὑγρότητα τοῦ γάλακτος, διὰ τίνα ποτ᾽ αἰτίαν οὐχ ἓν ἀποτελεῖ ζῷον μέγεθος ἔχον;
しかし、今述べられた疑問については、多産な動物においてこそ、人はより大いに驚くかもしれない。 というのも、そのような動物はしばしば一度の交尾から妊娠するように見えるからであり、そして、雄の精液は――それが胚の一部となって雌の精液と混ざり合うことで素材に寄与するにせよ、あるいは、そのような方法ではなく、我々が主張するように、イチジクの汁が牛乳の液体を凝固させるように、雌の中にある素材と精液的な余剰物をまとめ上げて形成するにせよ――いったいどのような原因によって、大きなサイズを持つ一つの動物を形成しないのだろうか。
ὥσπερ ἐνταῦθα ὁ ὀπὸς οὐ κεχώρισται τῷ συνιστάναι ποσόν τι, ἀλλ᾽ ὅσῳπερ ἂν εἰς πλεῖον ἔλθῃ καὶ πλείων, τοσούτῳ τὸ πηγνύμενόν ἐστι μεῖζον.
ちょうどそこにおいて、イチジクの汁が一定の量を凝固させることにおいて区別されておらず、むしろ、より多くの液体に、より多くの汁が入れば入るほど、それだけ凝固するものが大きくなるのと同じように。
τὸ μὲν οὖν ἕλκειν φάναι τοὺς τόπους τῆς ὑστέρας τὸ σπέρμα, καὶ διὰ τοῦτο πλείω γίνεσθαι, διὰ τὸ τῶν τόπων πλῆθος καὶ τὰς κοτυληδόνας οὐχ ἓν οὔσας, ου έν ἐστιν.
それゆえ、子宮の各部位が精液を引き寄せ、そのために、部位の多さや単一ではない子宮丘のせいで、複数の胚が生じるのだと主張することは、無意味である。
ἐν ταὐτῷ γὰρ γίνονται τόπῳ τῆς ὑστέρας δύο πολλάκις, ἐν δὲ τοῖς πολυτόκοις, ὅταν πληρωθῇ τῶν ἐμβρύων, ἐφεξῆς κείμενα φαίνεται.
というのも、しばしば子宮の同じ部位に二つの胚が生じることがあり、また多産の動物においては、胚で満たされているとき、それらは一列に並んで置かれているのが見られるからである。
τοῦτο δὲ δῆλον ἐκ τῶν ἀνατομῶν ἐστίν.
このことは解剖から明らかである。
ἀλλ᾽ ὥσπερ καὶ τελεουμένων τῶν ζῴων ἔστιν ἑκάστου τι μέγεθος καὶ ἐπὶ τὸ μεῖζον καὶ ἐπὶ τὸ ἔλαττον, ὧν οὔτ᾽ ἂν μεῖζον γένοιτο οὔτ᾽ ἔλαττον, ἀλλ᾽ ἐν τῷ μεταξὺ διαστήματι τοῦ μεγέθους λαμβάνουσι πρὸς ἄλληλα τὴν ὑπεροχὴν καὶ τὴν ἔλλειψιν, καὶ γίνεται μείζων ὁ δ᾽ ἐλάττων ἄνθρωπος καὶ τῶν ἄλλων ζῴων ὁτιοῦν, οὕτω καὶ ἐξ ἧς γίνεται ὕλης σπερματικῆς, οὐκ ἔστιν ἀόριστος οὔτ᾽ ἐπὶ τὸ πλεῖον οὔτ᾽ ἐπὶ τὸ ἔλαττον, ὥστ᾽ ἐξ ὁποσησοῦν γίνεσθαι τῷ πλήθει.
むしろ、動物が完成されるときにも、個々の動物に最大および最小に向かうある大きさがあり、それらを超えて大きくなることも小さくなることもなく、大きさの中間の範囲において互いに超過と不足をとり、一人の人間がより大きく、別の人間がより小さくなり、他のどの動物についても同様であるように、そのように、胚が形成される素材である精液物質についても、多すぎる方にも少なすぎる方にも限界がないわけではなく、したがって、分量においてどれほど任意のものからでも形成されるということはない。
ὅσα οὖν τῶν ζῴων διὰ τὴν εἰρημένην αἰτίαν πλεῖον προΐεται περίττωμα ἢ εἰς ἑνὸς ζῴου ἀρχήν, οὐκ ἐνδέχεται ἐκ ταύτης ἓν γίνεσθαι πάσης, ἀλλὰ τοσαῦτα ὅσα τοῖς μεγέθεσιν ὤρισται τοῖς ἱκνουμένοις.
したがって、動物のうち、上述の原因のために、一頭の動物の始原に必要な量よりも多くの余剰物を放出するものは、そのすべての余剰物から一つの個体が形成されることはあり得ず、適切な大きさに規定されただけの個体数が生じるのである。
οὐδὲ τὸ τοῦ ἄρρενος σπέρμα ἢ ἡ δύναμις ἡ ἐν τῷ σπέρματι οὐθὲν συνίστησι πλέον ἢ ἔλαττον τοῦ πεφυκότος.
また、雄の精液、あるいは精液の中にある能力も、本来の性質以上の大きさのもの、あるいはそれ以下の大きさのものを形成することはない。
ὁμοίως τ᾽ εἰ πλέον σπέρμα ἀφίησι τὸ ἄρρεν ἢ δυνάμεις πλείους ἐν διαιρουμένῳ τῷ σπέρματι, οὐθὲν ποιήσει μεῖζον τὸ πλεῖστον, ἀλλὰ καὶ τοὐναντίον διαφθερεῖ καταξηραῖνον.
同様に、もし雄がより多くの精液を放出するか、あるいは分割される精液の中により多くの能力があるとしても、その極めて多量の精液が胚をより大きくすることなどは全くなく、むしろ逆に、乾燥させることによって台無しにしてしまうだろう。
οὐδὲ γὰρ τὸ πῦρ θερμαίνει τὸ ὕδωρ μᾶλλον, ὅσῳπερ ἂν ᾖ πλέον, ἀλλ᾽ ἔστιν ὅρος τῆς θερμότητος, ἧς ὑπαρχούσης ἐὰν αὔξῃ τις τὸ πῦρ, θερμὸν μὲν οὐκέτι γίνεται μᾶλλον, ἐξατμίζει δὲ μᾶλλον, καὶ τέλος ἀφανίζεται καὶ γίνεται ξηρόν.
というのも、火もまた、大きければ大きいほど水をより温めるというわけではなく、熱さには限界があり、それが存在するときに火を増やしても、水はもはやそれ以上熱くはならず、むしろより蒸発し、最後には消滅して乾燥してしまうからである。
ἐπεὶ δὲ φαίνεται συμμετρίας δεῖσθαί τινος πρὸς ἄλληλα τό τε περίττωμα τὸ τοῦ θήλεος καὶ τὸ παρὰ τοῦ ἄρρενος, ὅσα προΐεται σπέρμα τῶν ἀρρένων, τὰ πολυτόκα τῶν ζῴων εὐθὺς ἀφίησι τὸ μὲν ἄρρεν δυνάμενον πλείω συνιστάναι μεριζόμενον, τὸ δὲ θῆλυ τοσοῦτον ὥστε πλείους γίνεσθαι συστάσεις.
そして、雌の余剰物と雄からの精液とは、互いにある適度な割合を必要とすることが明らかであるため、精液を放出する雄において、多産の動物はただちに、雄は分割されることで複数の胚を形成できる精液を放出し、雌は複数の胚形成が生じるほどの量を放出するのである。
τὸ δ᾽ ἐπὶ τοῦ γάλακτος παράδειγμα λεχθὲν οὐχ ὅμοιόν ἐστιν·
他方、牛乳に関して述べられた例は同様ではない。
ἡ μὲν γὰρ τοῦ σπέρματος θερμότης οὐ μόνον συνίστησι ποσὸν ἀλλὰ καὶ ποιόν τι, ἡ δ᾽ ἐν τῷ ὀπῷ καὶ τῇ πυετίᾳ τὸ ποσὸν μόνον.
なぜなら、精液の熱は、単にある分量を形成するだけでなく、ある特定の品質をも形成するが、イチジクの汁や凝乳酵素における熱は、分量のみを形成するからである。
τοῦ μὲν οὖν πολλὰ γίνεσθαι τὰ κυήματα καὶ μὴ συνεχὲς ἓν ἐκ πάντων ἐν τοῖς πολυτόκοις τοῦτ᾽ αὐτὸ αἴτιον, ὅτι οὐκ ἐξ ὁποσουοῦν γίνεται κύημα, ἀλλ᾽ ἐάν τε ὀλίγον ᾖ, οὐκ ἔσται, ἐάν τε πολὺ λίαν·
したがって、多産動物において胚が複数生じ、それらすべてから一つの連続した個体が生じない原因は、まさにこれである。 すなわち、胚はいかなる量からでも形成されるわけではなく、極めて少なければ生じず、極めて多すぎても生じないからである。
ὥρισται γὰρ ἡ δύναμις καὶ τοῦ πάσχοντος καὶ τῆς θερμότητος τῆς ποιούσης.
なぜなら、作用を受ける側の能力も、作用を及ぼす熱の能力も限定されているからである。
ὁμοίως δὲ καὶ ἐν τοῖς μονοτόκοις καὶ μεγάλοις τῶν ζῴων οὐ πολλὰ γίγνεται ἐκ πολλοῦ περιττώματος·
同様に、一産でかつ巨大な動物においても、多量の余剰物から多くの胚が生じることはない。
καὶ γὰρ ἐν ἐκείνοις ἐκ ποσοῦ τινὸς ποσόν τι τὸ ἐργαζόμενόν ἐστιν.
なぜなら、それらの動物においても、作用を及ぼすものはある一定の量から、ある一定の量を形成するからである。
οὐ προΐεται μὲν οὖν πλείω τοιαύτην ὕλην διὰ τὴν προειρημένην αἰτίαν·
したがって、それらは前述の原因のために、そのような素材をより多く放出することはない。
ἣν δὲ προΐεται, τοσαύτη κατὰ φύσιν ἐστὶν ἐξ ἧς ἓν γίνεται κύημα μόνον.
そして放出する余剰物も、自然の常として、そこから一つの胚のみが形成されるだけの量なのである。
ἐὰν δέ ποτε πλεῖον ἔλθῃ, διτοκεῖ τότε.
しかし、もしときとしてより多く放出された場合には、そのときには二産となる。
διὸ καὶ δοκεῖ τερατώδη τὰ τοιαῦτ᾽ εἶναι μᾶλλον, ὅτι γίνεται παρὰ τὸ ὡς ἐπὶ τὸ πολὺ καὶ τὸ εἰωθός.
それゆえ、そのような例はより奇形的であると見なされる。 なぜなら、それは大抵の場合や、いつもの習慣に反して生じるからである。

語釈・文法注

  1. §4.4#3τῆς δὲ νῦν ῥηθείσης ἀπορίας μᾶλλον ἄν τις θαυμάσειεν — 属格 τῆς ἀπορίας は、感情・驚きの原因を表す属格(genitive of cause)であり、動詞 θαυμάσειεν の目的語として機能している。
  2. §4.4#3τὸ μὲν οὖν ἕλκειν φάναι τοὺς τόπους τῆς ὑστέρας τὸ σπέρμα... οὐθέν ἐστιν — 全体の主語は定冠詞付き不定詞句 τὸ ἕλκειν φάναι であり、οὐθέν ἐστιν(無意味である、取るに足らない)が述語である。φάναι の目的語として対格不定詞句 τὸ ἕλκειν ... τὸ σπέρμα が入っている。原文の οὐ έν ἐστιν は οὐθέν ἐστιν(または οὐδέν ἐστιν)の誤記ないし異読と解される。
  3. §4.4#3ὧν οὔτ᾽ ἂν μεῖζον γένοιτο οὔτ᾽ ἔλαττον — 関係代名詞の属格 ὧν は、比較の属格(genitive of comparison)であり、μεῖζον および ἔλαττον に係る。先行詞は「最大および最小に向かうある大きさ(τι μέγεθος)」の両極限を指す。
  4. §4.4#3ὥρισται γὰρ ἡ δύναμις καὶ τοῦ πάσχοντος καὶ τῆς θερμότητος τῆς ποιούσης — τοῦ πάσχοντος(作用を受ける被動者、すなわち雌の素材)と τῆς θερμότητος τῆς ποιούσης(作用を及ぼす熱、すなわち雄の精液の能力)は、いずれも ἡ δύναμις に係る所有属格であり、アリストテレスの発生論における能動と受動の対比を反映している。

この箇所を引用する

アリストテレス, 動物の発生について §4.4#3. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg012.humanitext-grc1:4.4%233

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。