§4.4#2αἴτιον δ᾽ ὅτι μεταξὺ λευκῆς ἐστὶ τὴν φύσιν καὶ μελαίνης, ὥστ᾽ οὐ πόρρωθεν ἡ μετάβασις οὐδ᾽ ὡσπερανεὶ παρὰ φύσιν·
その原因は、その性質において白と黒の中間にあるからであり、したがって移行は遠いものではなく、いわば自然に反することもない。
οὐ γὰρ εἰς ἄλλην φύσιν.
なぜなら、別の性質への移行ではないからである。
ἐν δὲ τοῖς πολυτόκοις ταὐτά τε συμβαίνει, καὶ διὰ τὴν πολυτοκίαν ἐμποδίζειν τὰς τελειώσεις ἀλλήλων καὶ τὰς κινήσεις τὰς γεννητικάς.
他方、多産の動物においては、これらと同じことが起こる。 そして多産であることのために、胚が互いの完成と生成の運動を妨げ合うのである。
Περὶ δὲ τῆς πολυτοκίας καὶ τοῦ πλεονασμοῦ τοῦ τῶν μερῶν, καὶ τῆς ὀλιγοτοκίας καὶ μονοτοκίας καὶ τῆς ἐνδείας τῶν μερῶν, ἀπορήσειεν ἄν τις.
多産と部分の過剰、および少産、一産、ならびに部分の欠損については、疑念が生じるかもしれない。
γίνεται γὰρ ἐνίοτε τὰ μὲν πλείους ἔχοντα δακτύλους, τὰ δ᾽ ἕνα μόνον, καὶ περὶ τὰ ἄλλα μέρη τὸν αὐτὸν τρόπον·
実際、あるときには、あるものは指をより多く持ち、別のものは一本だけ持ち、他の部分についても同様である。
καὶ γὰρ πλεονάζει καὶ κολοβὰ γίνεται, τὰ δὲ καὶ δύο ἔχοντα αἰδοῖα, τὸ μὲν ἄρρενος τὸ δὲ θήλεος, καὶ ἐν ἀνθρώποις καὶ μάλιστα περὶ τὰς αἶγας.
というのも、部分は過剰になったり不完全になったりし、またあるものは二つの生殖器(一方は雄の、他方は雌の)を持つからであり、人間において、そして特にヤギにおいてこれが起こる。
γίνονται γὰρ ἃς καλοῦσι τραγαίνας διὰ τὸ θήλεος καὶ ἄρρενος ἔχειν αἰδοῖον·
実際、雌と雄の生殖器を持つために、人々がトラガイナと呼ぶものが生まれる。
ἤδη δὲ καὶ κέρας αἲξ ἔχουσα ἐγένετο πρὸς τῷ σκέλει.
そして、脚に角が生えたヤギさえすでに生じたことがある。
γίνονται δὲ μεταβολαὶ καὶ πηρώσεις καὶ περὶ τὰ ἐντὸς μόρια, τῷ ἢ μὴ ἔχειν ἔνια ἢ κεκολοβωμένα ἔχειν καὶ πλείω καὶ μεθεστῶτα τοὺς τόπους.
また、内臓についても変化や奇形が生じる。 それは、あるものを持たないこと、あるいは不完全な形で持つこと、またより多く持つこと、あるいは位置が転移していることによる。
καρδίαν μὲν οὖν οὐθὲν πώποτε ἐγένετο ζῷον οὐκ ἔχον, σπλῆνα δ᾽ οὐκ ἔχον, καὶ δύο ἔχον, καὶ νεφρὸν ἕνα·
さて、心臓を持たない動物はこれまで一度も生まれたことがない。 これに対し、脾臓を持たないもの、二つ持つもの、腎臓を一つだけ持つものは生まれたことがある。
ἧπαρ δ᾽ οὐκ ἔχον μὲν οὐθέν, οὐχ ὅλον δὲ ἔχον.
また、肝臓を持たないものは全くないが、不完全な形で持つものはある。
ταῦτα δὲ πάντα ἐν τοῖς τελειωθεῖσι καὶ ζῶσιν.
これらはすべて、完成して生きているものにおいてである。
εὑρίσκεται καὶ χολὴν οὐκ ἔχοντα, πεφυκότα ἔχειν· τὰ δὲ πλείους ἔχοντα μιᾶς.
本来なら胆嚢を持つべきなのに、それを持たない状態で、また別のものは複数持つ状態で発見されることもある。
ἤδη δ᾽ ἐγένετο καὶ μεθεστηκότα κατὰ τόπον, τὸ μὲν ἧπαρ ἐν τοῖς ἀριστεροῖς, ὁ δὲ σπλὴν ἐν τοῖς δεξιοῖς.
また、位置に関して転移しているものもすでに生じ、肝臓が左側に、脾臓が右側にあるといったこともあった。
καὶ ταῦτα μὲν ἔν γε τετελεσμένοις ὦπται τοῖς ζῴοις, ὥσπερ εἴρηται·
そして、これらのことは完成した動物において目撃されている。
ἐν δὲ τοῖς τικτομένοις ἔχοντα πολλὴν καὶ παντοδαπὴν ταραχήν.
しかし、生まれつつある胚においては、多大で多種多様な混乱を伴って見出される。
τὰ μὲν οὖν μικρὸν παρεκβαίνοντα τὴν φύσιν ζῆν εἴωθεν, τὰ δὲ πλεῖον οὐ ζῆν, ὅταν ἐν τοῖς κυρίοις τοῦ ζῆν γένηται τὸ παρὰ φύσιν.
したがって、自然からわずかに逸脱しているものは生きるのが常であるが、より大きく逸脱しているものは、その自然に反する状態が生命を主宰する器官において生じた場合には、生きられない。
ἡ δὲ σκέψις ἐστὶν ἡ περὶ τούτων, πότερον τὴν αὐτὴν αἰτίαν δεῖ νομίζειν τῆς μονοτοκίας καὶ τῆς ἐνδείας τῶν μερῶν καὶ τοῦ πλεονασμοῦ καὶ τῆς πολυτοκίας ἢ μὴ τὴν αὐτήν.
これらに関する考察は、一産と部分の欠損、および過剰と多産の原因を同じと見なすべきか、それとも同じではないと見なすべきか、ということである。
πρῶτον μὲν οὖν διὰ τί τὰ μέν ἐστι πολυτόκα τὰ δὲ μονοτόκα, τοῦτ᾽ ἄν τις δόξειεν εὐλόγως θαυμάζειν.
さてまず、なぜあるものは多産であり、他のものは一産であるのか、このことを人が驚くのは当然のように思われるかもしれない。
τὰ γὰρ μέγιστα μονοτόκα τῶν ζῴων ἐστίν, οἷον ἐλέφας κάμηλος ἵππος καὶ τὰ μώνυχα·
というのも、最大の動物たちは一産だからであり、例えばゾウ、ラクダ、ウマ、その他単蹄類がそうである。
τούτων δὲ τὰ μὲν μείζω τῶν ἄλλων, τὰ δὲ πολὺ διαφέρει κατὰ τὸ μέγεθος.
これらのうちあるものは他よりも大きく、またあるものは大きさにおいて大いに勝っている。
κύων δὲ καὶ λύκος καὶ τὰ πολυσχιδῆ πάντα πολυτόκα σχεδόν, καὶ τὰ μικρὰ τῶν τοιούτων, οἷον τὸ τῶν μυῶν γένος.
これに対し、犬、狼、およびすべての多指動物はほぼ多産であり、それらの中でも小さいもの、例えばネズミの類も同様である。
τὰ δὲ διχηλὰ ὀλιγοτόκα πλὴν ὑός·
また、双蹄類は豚を除いて少産である。
αὕτη δὲ τῶν πολυτόκων ἐστίν.
豚は多産の動物に属する。
εὔλογον γὰρ τὰ μὲν μεγάλα πλείω δύνασθαι γεννᾶν καὶ σπέρμα φέρειν πλεῖον.
というのも、大きな動物の方がより多くを生み出し、より多くの精液を運ぶことができるのが理に適っているからである。
αἴτιον δ᾽ αὐτὸ τὸ θαυμαζόμενον τοῦ μὴ θαυμάζειν·
しかし、まさにその驚くべきこと自体が、驚かないことの原因なのである。
διὰ γὰρ τὸ μέγεθος οὐ πολυτοκοῦσιν·
なぜなら、その大きさのために彼らは多産ではないからである。
ἡ γὰρ τροφὴ καταναλίσκεται τοῖς τοιούτοις εἰς τὴν αὔξησιν τοῦ σώματος.
すなわち、そのような動物においては、栄養が体の成長のために消費されるからである。
τοῖς δ᾽ ἐλάττοσιν ἀπὸ τοῦ μεγέθους ἡ φύσις ἀφαιροῦσα πρὸς τὸ περίττωμα προστίθησι τὸ σπερματικὸν τὴν ὑπεροχήν.
これに対し、より小さな動物においては、自然が大きさから差し引いて、生殖のための余剰物にその超過分を加えるのである。
ἔτι δὲ τὸ γεννῆσαν σπέρμα πλεῖον μὲν τὸ τοῦ μείζονος ἀναγκαῖον εἶναι, μικρὸν δὲ τὸ τῶν ἐλαττόνων.
さらに、生み出す精液は、より大きな動物のものは多く、より小さな動物のものは少ないことが不可避である。
πολλὰ μὲν οὖν καὶ μικρὰ γένοιτ᾽ ἂν ἐν ταὐτῷ, μεγάλα δὲ πολλὰ χαλεπόν·
したがって、多くの小さなものが同時に生じることは可能であるが、多くの大きなものが同時に生じることは困難である。
τοῖς δὲ μέσοις μεγέθεσι τὸ μέσον ἀπέδωκεν ἡ φύσις.
中間の大きさに対しては、自然は中間の性質を与えたのである。
τοῦ μὲν οὖν τὰ μὲν εἶναι μεγάλα τῶν ζῴων τὰ δ᾽ ἐλάττω τὰ δὲ μέσα πρότερον εἰρήκαμεν τὴν αἰτίαν·
さて、動物の中にあるものが大きく、あるものが小さく、あるものが中間であることの原因については、以前に述べた。
μονοτόκα δέ, τὰ δ᾽ ὀλιγοτόκα, τὰ δὲ πολυτόκα τῶν ζῴων ἐστὶν ὡς μὲν ἐπὶ τὸ πολὺ τὰ μὲν μώνυχα μονοτόκα, τὰ δὲ διχηλὰ ὀλιγοτόκα, τὰ δὲ πολυσχιδῆ πολυτόκα.
他方、動物が一産であったり、少産であったり、多産であったりすることは、大抵の場合、単蹄類は一産、双蹄類は少産、多指類は多産である。
τούτου δ᾽ αἴτιον ὅτι ὡς ἐπὶ τὸ πολὺ τὰ μεγέθη διώρισται κατὰ τὰς διαφορὰς ταύτας.
このことの原因は、大抵の場合、体の大きさがこれらの差異に従って区別されているからである。
οὐ μὴν ἔχει γ᾽ οὕτως ἐπὶ πάντων·
しかしながら、これがすべてに当てはまるわけではない。
αἴτιον γὰρ μέγεθος καὶ μικρότης τῶν σωμάτων τῆς ὀλιγοτοκίας καὶ πολυτοκίας, ἀλλ᾽ οὐ τὸ μώνυχον ἢ πολυσχιδὲς ἢ διχηλὸν εἶναι τὸ γένος.
というのも、少産や多産の原因は体の大きさと小ささであり、その類が単蹄類、多指類、あるいは双蹄類であることではないからである。
τούτου δὲ μαρτύριον· ὁ γὰρ ἐλέφας μέγιστον τῶν ζῴων, ἔστι δὲ πολυσχιδές, ἥ τε κάμηλος διχηλὸν τῶν λοιπῶν μέγιστον ὄν.
このことの証拠として、ゾウは動物の中で最大であるが多指類であり、ラクダは双蹄類であって他のものの中で最大である。
οὐ μόνον δ᾽ ἐν τοῖς πεζοῖς ἀλλὰ καὶ ἐν τοῖς πτηνοῖς καὶ ἐν τοῖς πλωτοῖς τὰ μὲν μεγάλα ὀλιγοτόκα ἐστὶ τὰ δὲ μικρὰ πολυτόκα, διὰ τὴν αὐτὴν αἰτίαν.
そして陸上動物においてだけでなく、鳥類や水生動物においても、大きなものは少産であり、小さなものは多産である。 それは同じ原因によるものである。