Humanitext Reader

亚里士多德 · 动物的产生 §4.4#3

多胎产生的原因与子宫腔室说的否定

第 71 段,共 93 段 · 希腊语

内容简介

亚里士多德解释了为什么多产动物会产生多个胚胎而不是一个巨大的个体,并将其归因于素材与精液能力的限制及比例,同时基于解剖学否定了子宫部位众多是其原因的说法。

§4.4#3ὁμοίως δὲ καὶ τῶν φυτῶν οὐ τὰ μέγιστα φέρει πλεῖστον καρπόν.
同样地,在植物中,最大的也并不结出最多的果实。
διὰ τί μὲν οὖν τῶν ζῴων τὰ μὲν πολυτόκα τὰ δ᾽ ὀλιγοτόκα τὴν φύσιν ἐστίν, εἴρηται·
那么,为什么有些动物在天性上多产,有些少产,已经说明过了。
τῆς δὲ νῦν ῥηθείσης ἀπορίας μᾶλλον ἄν τις θαυμάσειεν ἐπὶ τῶν πολυτοκούντων, ἐπειδὴ φαίνεται πολλάκις ἀπὸ μιᾶς ὀχείας κυϊσκόμενα τὰ τοιαῦτα τῶν ζῴων, τὸ δὲ σπέρμα τὸ τοῦ ἄρρενος, εἴτε συμβάλλεται πρὸς τὴν ὕλην μόριον γινόμενον τοῦ κυήματος καὶ τῷ τοῦ θήλεος σπέρματι μιγνύμενον, εἴτε καὶ μὴ τοῦτον τὸν τρόπον, ἀλλ᾽ ὥσπερ φαμὲν συνάγον καὶ δημιουργοῦν τὴν ὕλην τὴν ἐν τῷ θήλει καὶ τὸ περίττωμα τὸ σπερματικόν, καθάπερ ὁ ὀπὸς τὴν ὑγρότητα τοῦ γάλακτος, διὰ τίνα ποτ᾽ αἰτίαν οὐχ ἓν ἀποτελεῖ ζῷον μέγεθος ἔχον;
但对于刚才提到的疑问,人们在多产动物身上可能会感到更加惊异,因为这类动物常常被看到是从一次交尾中受孕的,而雄性的精液——无论它是作为胚胎的一部分与雌性的精液混合,从而对素材做出贡献,还是不以这种方式,而是正如我们所说,通过凝聚和塑造雌性体内的素材和精液性余料,就像无花果汁凝固牛奶中的液体一样——究竟是因为什么原因,没有产生一个体型巨大的单一动物呢?
ὥσπερ ἐνταῦθα ὁ ὀπὸς οὐ κεχώρισται τῷ συνιστάναι ποσόν τι, ἀλλ᾽ ὅσῳπερ ἂν εἰς πλεῖον ἔλθῃ καὶ πλείων, τοσούτῳ τὸ πηγνύμενόν ἐστι μεῖζον.
正如在牛奶的例子中,无花果汁在凝固一定分量时并没有限制,而是如果放进更多的液体中,放得越多,凝固出来的体积就越大。
τὸ μὲν οὖν ἕλκειν φάναι τοὺς τόπους τῆς ὑστέρας τὸ σπέρμα, καὶ διὰ τοῦτο πλείω γίνεσθαι, διὰ τὸ τῶν τόπων πλῆθος καὶ τὰς κοτυληδόνας οὐχ ἓν οὔσας, ου έν ἐστιν.
因此,如果说是因为子宫的各个部位吸引精液,并由于部位众多以及子宫丘不只一个,从而产生了更多的胚胎,这种说法是毫无根据的。
ἐν ταὐτῷ γὰρ γίνονται τόπῳ τῆς ὑστέρας δύο πολλάκις, ἐν δὲ τοῖς πολυτόκοις, ὅταν πληρωθῇ τῶν ἐμβρύων, ἐφεξῆς κείμενα φαίνεται.
因为在子宫的同一部位,常常会同时产生两个胚胎,而在多产动物中,当子宫装满胚胎时,可以看到它们是一字排开的。
τοῦτο δὲ δῆλον ἐκ τῶν ἀνατομῶν ἐστίν.
这从解剖中可以清楚地看出。
ἀλλ᾽ ὥσπερ καὶ τελεουμένων τῶν ζῴων ἔστιν ἑκάστου τι μέγεθος καὶ ἐπὶ τὸ μεῖζον καὶ ἐπὶ τὸ ἔλαττον, ὧν οὔτ᾽ ἂν μεῖζον γένοιτο οὔτ᾽ ἔλαττον, ἀλλ᾽ ἐν τῷ μεταξὺ διαστήματι τοῦ μεγέθους λαμβάνουσι πρὸς ἄλληλα τὴν ὑπεροχὴν καὶ τὴν ἔλλειψιν, καὶ γίνεται μείζων ὁ δ᾽ ἐλάττων ἄνθρωπος καὶ τῶν ἄλλων ζῴων ὁτιοῦν, οὕτω καὶ ἐξ ἧς γίνεται ὕλης σπερματικῆς, οὐκ ἔστιν ἀόριστος οὔτ᾽ ἐπὶ τὸ πλεῖον οὔτ᾽ ἐπὶ τὸ ἔλαττον, ὥστ᾽ ἐξ ὁποσησοῦν γίνεσθαι τῷ πλήθει.
相反,正如在发育完全的动物中,每一个都有一个向最大和向最小延伸的特定体型,它们既不能变得更大,也不能变得更小,而是在大小的中部区间内彼此呈现出多与少,从而一个人变得较大,另一个人变得较小,其他任何动物也是如此;同样地,对于产生它们的精液物质,在多或少上也不是无限的,以至于可以从任意数量的分量中产生。
ὅσα οὖν τῶν ζῴων διὰ τὴν εἰρημένην αἰτίαν πλεῖον προΐεται περίττωμα ἢ εἰς ἑνὸς ζῴου ἀρχήν, οὐκ ἐνδέχεται ἐκ ταύτης ἓν γίνεσθαι πάσης, ἀλλὰ τοσαῦτα ὅσα τοῖς μεγέθεσιν ὤρισται τοῖς ἱκνουμένοις.
因此,在动物中,凡是由于上述原因而排出多于一个动物起始所需余料的,不可能从这全部的余料中产生一个动物,而是产生那些由其适当大小所限定的数量。
οὐδὲ τὸ τοῦ ἄρρενος σπέρμα ἢ ἡ δύναμις ἡ ἐν τῷ σπέρματι οὐθὲν συνίστησι πλέον ἢ ἔλαττον τοῦ πεφυκότος.
雄性的精液,或者精液中的能力,也不会凝聚出任何大于或小于其天性所规定形体的东西。
ὁμοίως τ᾽ εἰ πλέον σπέρμα ἀφίησι τὸ ἄρρεν ἢ δυνάμεις πλείους ἐν διαιρουμένῳ τῷ σπέρματι, οὐθὲν ποιήσει μεῖζον τὸ πλεῖστον, ἀλλὰ καὶ τοὐναντίον διαφθερεῖ καταξηραῖνον.
同样地,即使雄性排出更多的精液,或者在分割的精液中含有更多的能力,这极大量的精液也绝不会使胚胎变得更大,相反,还会因为过度干燥而将其毁坏。
οὐδὲ γὰρ τὸ πῦρ θερμαίνει τὸ ὕδωρ μᾶλλον, ὅσῳπερ ἂν ᾖ πλέον, ἀλλ᾽ ἔστιν ὅρος τῆς θερμότητος, ἧς ὑπαρχούσης ἐὰν αὔξῃ τις τὸ πῦρ, θερμὸν μὲν οὐκέτι γίνεται μᾶλλον, ἐξατμίζει δὲ μᾶλλον, καὶ τέλος ἀφανίζεται καὶ γίνεται ξηρόν.
因为火也并不因为越大就越能把水烧得更热,而是热度有一个限度,当达到这个限度时,即使有人加大火力,水也不会变得更热,而是更易蒸发,最终消失变干。
ἐπεὶ δὲ φαίνεται συμμετρίας δεῖσθαί τινος πρὸς ἄλληλα τό τε περίττωμα τὸ τοῦ θήλεος καὶ τὸ παρὰ τοῦ ἄρρενος, ὅσα προΐεται σπέρμα τῶν ἀρρένων, τὰ πολυτόκα τῶν ζῴων εὐθὺς ἀφίησι τὸ μὲν ἄρρεν δυνάμενον πλείω συνιστάναι μεριζόμενον, τὸ δὲ θῆλυ τοσοῦτον ὥστε πλείους γίνεσθαι συστάσεις.
既然显而易见,雌性的余料与来自雄性的精液(在那些排出精液的雄性中)需要彼此之间的一定比例,那么多产动物中,雄性一经排出,其精液就能够分割并凝聚出多个胚胎,而雌性排出的量也足以产生多次凝聚。
τὸ δ᾽ ἐπὶ τοῦ γάλακτος παράδειγμα λεχθὲν οὐχ ὅμοιόν ἐστιν· ἡ μὲν γὰρ τοῦ σπέρματος θερμότης οὐ μόνον συνίστησι ποσὸν ἀλλὰ καὶ ποιόν τι, ἡ δ᾽ ἐν τῷ ὀπῷ καὶ τῇ πυετίᾳ τὸ ποσὸν μόνον.
但此前所说的关于牛奶的例子并不类似;因为精液中的热不仅凝聚出一定的数量,而且还决定了一定的品质,而无花果汁和凝乳酶中的热则只决定数量。
τοῦ μὲν οὖν πολλὰ γίνεσθαι τὰ κυήματα καὶ μὴ συνεχὲς ἓν ἐκ πάντων ἐν τοῖς πολυτόκοις τοῦτ᾽ αὐτὸ αἴτιον, ὅτι οὐκ ἐξ ὁποσουοῦν γίνεται κύημα, ἀλλ᾽ ἐάν τε ὀλίγον ᾖ, οὐκ ἔσται, ἐάν τε πολὺ λίαν· ὥρισται γὰρ ἡ δύναμις καὶ τοῦ πάσχοντος καὶ τῆς θερμότητος τῆς ποιούσης.
因此,在多产动物中产生多个胚胎而不是由所有余料连成一个整体的原因,正在于此:胚胎不能由任意数量产生,如果太少则不能产生,如果太多也同样不能;因为受动者和起作用的热的能动力量都是被限定的。
ὁμοίως δὲ καὶ ἐν τοῖς μονοτόκοις καὶ μεγάλοις τῶν ζῴων οὐ πολλὰ γίγνεται ἐκ πολλοῦ περιττώματος· καὶ γὰρ ἐν ἐκείνοις ἐκ ποσοῦ τινὸς ποσόν τι τὸ ἐργαζόμενόν ἐστιν.
同样地,在单产且巨大的动物中,也不会从大量的余料中产生许多胚胎;因为在它们之中,起作用的力量也是从一定数量的素材中凝聚成一定数量的胚胎。
οὐ προΐεται μὲν οὖν πλείω τοιαύτην ὕλην διὰ τὴν προειρημένην αἰτίαν· ἣν δὲ προΐεται, τοσαύτη κατὰ φύσιν ἐστὶν ἐξ ἧς ἓν γίνεται κύημα μόνον.
因此,由于上述原因,它们不会排出更多的此类素材;而它们排出的素材,在天性上也正好是仅能从中产生一个胚胎的量。
ἐὰν δέ ποτε πλεῖον ἔλθῃ, διτοκεῖ τότε.
但如果有时排出的素材较多,那时就会产下双胞胎。
διὸ καὶ δοκεῖ τερατώδη τὰ τοιαῦτ᾽ εἶναι μᾶλλον, ὅτι γίνεται παρὰ τὸ ὡς ἐπὶ τὸ πολὺ καὶ τὸ εἰωθός.
因此,这种情况也更被看作是畸形的,因为它的发生违反了大多数情况和常态。

词汇与语法注释

  1. §4.4#3τῆς δὲ νῦν ῥηθείσης ἀπορίας μᾶλλον ἄν τις θαυμάσειεν — 属格 τῆς ἀπορίας 在此作为表示原因的属格,与动词 θαυμάσειεν 连用,表示惊异的对象。
  2. §4.4#3τὸ μὲν οὖν ἕλκειν φάναι τοὺς τόπους τῆς ὑστέρας τὸ σπέρμα... οὐθέν ἐστιν — 整个句子的主语是带冠词的不定式短语 τὸ ἕλκειν φάναι,谓语是 οὐθέν ἐστιν(毫无意义、微不足道)。不定式 φάναι 带有对格加不定式结构 τὸ ἕλκειν ... τὸ σπέρμα 作为其宾语。原文中的 οὐ έν ἐστιν 应理解为 οὐθέν ἐστιν(或 οὐδέν ἐστιν)。
  3. §4.4#3ὧν οὔτ᾽ ἂν μεῖζον γένοιτο οὔτ᾽ ἔλαττον — 关系代词属格 ὧν 在此作为比较属格,修饰 μεῖζον 和 ἔλαττον。其先行词指向体型大小的两极(“向最大和向最小的特定体型”)。
  4. §4.4#3ὥρισται γὰρ ἡ δύναμις καὶ τοῦ πάσχοντος καὶ τῆς θερμότητος τῆς ποιούσης — 属格短语 τοῦ πάσχοντος(受动者,即雌性素材)与 τῆς θερμότητος τῆς ποιούσης(起作用的热,即雄性精液)均为所有格属格,修饰 ἡ δύναμις,体现了亚里士多德在胚胎生成中主动与被动的对立。

引用这一段

亚里士多德, 动物的产生 §4.4#3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg012.humanitext-grc1:4.4%233

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。