§4.4#2αἴτιον δ᾽ ὅτι μεταξὺ λευκῆς ἐστὶ τὴν φύσιν καὶ μελαίνης, ὥστ᾽ οὐ πόρρωθεν ἡ μετάβασις οὐδ᾽ ὡσπερανεὶ παρὰ φύσιν· οὐ γὰρ εἰς ἄλλην φύσιν.
其原因在于该葡萄树在天性上介于白色和黑色之间,因此这种过渡并非来自遥远的变化,也并非可以说是违反自然的;因为这并不是向另一种自然属性的过渡。
ἐν δὲ τοῖς πολυτόκοις ταὐτά τε συμβαίνει, καὶ διὰ τὴν πολυτοκίαν ἐμποδίζειν τὰς τελειώσεις ἀλλήλων καὶ τὰς κινήσεις τὰς γεννητικάς.
而在多胎动物中,同样的事情也会发生,并且由于多胎,胚胎彼此妨碍了对方的发育和生育运动。
Περὶ δὲ τῆς πολυτοκίας καὶ τοῦ πλεονασμοῦ τοῦ τῶν μερῶν, καὶ τῆς ὀλιγοτοκίας καὶ μονοτοκίας καὶ τῆς ἐνδείας τῶν μερῶν, ἀπορήσειεν ἄν τις.
关于多产与部分的多余,以及少产、单产与部分的缺损,人们可能会提出疑问。
γίνεται γὰρ ἐνίοτε τὰ μὲν πλείους ἔχοντα δακτύλους, τὰ δ᾽ ἕνα μόνον, καὶ περὶ τὰ ἄλλα μέρη τὸν αὐτὸν τρόπον· καὶ γὰρ πλεονάζει καὶ κολοβὰ γίνεται, τὰ δὲ καὶ δύο ἔχοντα αἰδοῖα, τὸ μὲν ἄρρενος τὸ δὲ θήλεος, καὶ ἐν ἀνθρώποις καὶ μάλιστα περὶ τὰς αἶγας.
因为有时出生的后代有的拥有较多的手指,有的则只有一个,其他部位也是如此;因为它们既有多余的,也有残缺的,有的甚至有两个生殖器,一个是雄性的,一个是雌性的,这在人类中存在,在山羊中尤为显著。
γίνονται γὰρ ἃς καλοῦσι τραγαίνας διὰ τὸ θήλεος καὶ ἄρρενος ἔχειν αἰδοῖον· ἤδη δὲ καὶ κέρας αἲξ ἔχουσα ἐγένετο πρὸς τῷ σκέλει.
实际上,人们称之为“雌雄两性山羊”的动物就是因为同时拥有雌性和雄性生殖器而诞生的;甚至已经有过一只脚旁长着角的老山羊出生。
γίνονται δὲ μεταβολαὶ καὶ πηρώσεις καὶ περὶ τὰ ἐντὸς μόρια, τῷ ἢ μὴ ἔχειν ἔνια ἢ κεκολοβωμένα ἔχειν καὶ πλείω καὶ μεθεστῶτα τοὺς τόπους.
在内脏器官方面也会发生变异和残缺,这表现为缺少某些器官,或者器官残缺不全,或者多出器官,或者位置发生转移。
καρδίαν μὲν οὖν οὐθὲν πώποτε ἐγένετο ζῷον οὐκ ἔχον, σπλῆνα δ᾽ οὐκ ἔχον, καὶ δύο ἔχον, καὶ νεφρὸν ἕνα· ἧπαρ δ᾽ οὐκ ἔχον μὲν οὐθέν, οὐχ ὅλον δὲ ἔχον.
现在,从来没有哪个动物出生时是没有心脏的,但曾有出生时没有脾脏的,或有两个脾脏的,或只有一个肾脏的;虽然没有任何动物没有肝脏,但有些动物的肝脏是不完全的。
ταῦτα δὲ πάντα ἐν τοῖς τελειωθεῖσι καὶ ζῶσιν.
所有这些情况都发生在发育完全并存活的动物中。
εὑρίσκεται καὶ χολὴν οὐκ ἔχοντα, πεφυκότα ἔχειν· τὰ δὲ πλείους ἔχοντα μιᾶς.
还有些动物被发现没有胆囊,虽然它们天生应该有;另一些则拥有一个以上的胆囊。
ἤδη δ᾽ ἐγένετο καὶ μεθεστηκότα κατὰ τόπον, τὸ μὲν ἧπαρ ἐν τοῖς ἀριστεροῖς, ὁ δὲ σπλὴν ἐν τοῖς δεξιοῖς.
而且,已经有些动物在出生时内脏位置发生了转移,如肝脏在左侧,脾脏在右侧。
καὶ ταῦτα μὲν ἔν γε τετελεσμένοις ὦπται τοῖς ζῴοις, ὥσπερ εἴρηται· ἐν δὲ τοῖς τικτομένοις ἔχοντα πολλὴν καὶ παντοδαπὴν ταραχήν.
这些情况确实在发育完全的动物中被目击到,正如已经说过的那样;但在正在出生的胚胎中,则伴随着巨大且多样的混乱。
τὰ μὲν οὖν μικρὸν παρεκβαίνοντα τὴν φύσιν ζῆν εἴωθεν, τὰ δὲ πλεῖον οὐ ζῆν, ὅταν ἐν τοῖς κυρίοις τοῦ ζῆν γένηται τὸ παρὰ φύσιν.
因此,那些仅轻微偏离自然的动物通常能够存活,而偏离较多的则无法存活,特别是当这种违反自然的情况发生在主宰生命的器官中时。
ἡ δὲ σκέψις ἐστὶν ἡ περὶ τούτων, πότερον τὴν αὐτὴν αἰτίαν δεῖ νομίζειν τῆς μονοτοκίας καὶ τῆς ἐνδείας τῶν μερῶν καὶ τοῦ πλεονασμοῦ καὶ τῆς πολυτοκίας ἢ μὴ τὴν αὐτήν.
关于这些问题的探讨是,我们必须认为单产、部分的缺损、过余以及多产的原因是相同的,还是不相同的。
πρῶτον μὲν οὖν διὰ τί τὰ μέν ἐστι πολυτόκα τὰ δὲ μονοτόκα, τοῦτ᾽ ἄν τις δόξειεν εὐλόγως θαυμάζειν.
那么首先,为什么有些动物多产,有些动物单产,人们似乎有理由对此感到惊异。
τὰ γὰρ μέγιστα μονοτόκα τῶν ζῴων ἐστίν, οἷον ἐλέφας κάμηλος ἵππος καὶ τὰ μώνυχα· τούτων δὲ τὰ μὲν μείζω τῶν ἄλλων, τὰ δὲ πολὺ διαφέρει κατὰ τὸ μέγεθος.
因为最大的动物是单产的,例如大象、骆驼、马以及其他单蹄动物;在这些动物中,有些比其他动物更大,有些在体型上差异极大。
κύων δὲ καὶ λύκος καὶ τὰ πολυσχιδῆ πάντα πολυτόκα σχεδόν, καὶ τὰ μικρὰ τῶν τοιούτων, οἷον τὸ τῶν μυῶν γένος.
但狗、狼和几乎所有多趾动物都是多产的,这类动物中体型较小的也是如此,如鼠类。
τὰ δὲ διχηλὰ ὀλιγοτόκα πλὴν ὑός· αὕτη δὲ τῶν πολυτόκων ἐστίν.
而双蹄动物除了猪之外都是少产的;猪属于多产动物。
εὔλογον γὰρ τὰ μὲν μεγάλα πλείω δύνασθαι γεννᾶν καὶ σπέρμα φέρειν πλεῖον.
因为合理的解释应当是,体型大的动物能够生育更多并携带更多的精液。
αἴτιον δ᾽ αὐτὸ τὸ θαυμαζόμενον τοῦ μὴ θαυμάζειν· διὰ γὰρ τὸ μέγεθος οὐ πολυτοκοῦσιν· ἡ γὰρ τροφὴ καταναλίσκεται τοῖς τοιούτοις εἰς τὴν αὔξησιν τοῦ σώματος.
但这个令人惊异的现象本身正是不用感到惊异的原因;因为由于体型巨大,它们并不多产;因为在这些动物中,营养被消耗在身体的生长上。
τοῖς δ᾽ ἐλάττοσιν ἀπὸ τοῦ μεγέθους ἡ φύσις ἀφαιροῦσα πρὸς τὸ περίττωμα προστίθησι τὸ σπερματικὸν τὴν ὑπεροχήν.
而在较小的动物中,自然将体型上扣除的部分,作为溢出加到了生殖的余料中。
ἔτι δὲ τὸ γεννῆσαν σπέρμα πλεῖον μὲν τὸ τοῦ μείζονος ἀναγκαῖον εἶναι, μικρὸν δὲ τὸ τῶν ἐλαττόνων.
此外,产生后代的精液,体型较大者的必然较多,体型较小者的则较少。
πολλὰ μὲν οὖν καὶ μικρὰ γένοιτ᾽ ἂν ἐν ταὐτῷ, μεγάλα δὲ πολλὰ χαλεπόν· τοῖς δὲ μέσοις μεγέθεσι τὸ μέσον ἀπέδωκεν ἡ φύσις.
因此,许多小个体可以同时在同一个地方产生,但许多大个体则很难;对于中等体型的动物,自然赋予了它们中等的数量。
τοῦ μὲν οὖν τὰ μὲν εἶναι μεγάλα τῶν ζῴων τὰ δ᾽ ἐλάττω τὰ δὲ μέσα πρότερον εἰρήκαμεν τὴν αἰτίαν· μονοτόκα δέ, τὰ δ᾽ ὀλιγοτόκα, τὰ δὲ πολυτόκα τῶν ζῴων ἐστὶν ὡς μὲν ἐπὶ τὸ πολὺ τὰ μὲν μώνυχα μονοτόκα, τὰ δὲ διχηλὰ ὀλιγοτόκα, τὰ δὲ πολυσχιδῆ πολυτόκα.
关于为什么有些动物体型大、有些较小、有些中等的原因,我们此前已经说明过了;而动物是单产、少产还是多产,大抵上单蹄动物是单产,双蹄动物是少产,多趾动物是多产。
τούτου δ᾽ αἴτιον ὅτι ὡς ἐπὶ τὸ πολὺ τὰ μεγέθη διώρισται κατὰ τὰς διαφορὰς ταύτας.
其原因在于,在大多数情况下,体型的大小是根据这些蹄类的差异来区分的。
οὐ μὴν ἔχει γ᾽ οὕτως ἐπὶ πάντων· αἴτιον γὰρ μέγεθος καὶ μικρότης τῶν σωμάτων τῆς ὀλιγοτοκίας καὶ πολυτοκίας, ἀλλ᾽ οὐ τὸ μώνυχον ἢ πολυσχιδὲς ἢ διχηλὸν εἶναι τὸ γένος.
然而,这并非适用于所有情况;因为身体的巨大和弱小才是少产和多产的原因,而不是因为该物种是单蹄、多趾还是双蹄类。
τούτου δὲ μαρτύριον· ὁ γὰρ ἐλέφας μέγιστον τῶν ζῴων, ἔστι δὲ πολυσχιδές, ἥ τε κάμηλος διχηλὸν τῶν λοιπῶν μέγιστον ὄν.
这一点的证据是:大象是最大的动物,但它是多趾的,而骆驼是双蹄的,在其余动物中是最大的。
οὐ μόνον δ᾽ ἐν τοῖς πεζοῖς ἀλλὰ καὶ ἐν τοῖς πτηνοῖς καὶ ἐν τοῖς πλωτοῖς τὰ μὲν μεγάλα ὀλιγοτόκα ἐστὶ τὰ δὲ μικρὰ πολυτόκα, διὰ τὴν αὐτὴν αἰτίαν.
不仅在陆生动物中,在鸟类和水生动物中,大的也是少产,小的也是多产,原因相同。