Humanitext Reader

アリストテレス · 動物の発生について §4.3#3

先行学説の批判と奇形発生の機序

68 / 93 箇所 · ギリシア語

要旨

アリストテレスは、親や先祖への類似・非類似に関する先行研究者たちの諸説(全器官由来説や多種混合物説など)を批判的に検討し、さらに「怪物(奇形)」の発生原因について、運動の衰退と普遍的特徴(動物)の残存という自説の観点から説明する。

§4.3#3εἰρήκασι δέ τινες τῶν φυσιολόγων καὶ ἕτεροι περὶ τούτων, διὰ τίν᾽ αἰτίαν ὅμοια καὶ ἀνόμοια γίγνεται τοῖς γονεῦσιν.
自然科学者たちや他の人々も、どのような原因によって親に似たり似なかったりする子が発生するのかについて、これらに関して語っている。
δύο δὴ τρόπους λέγουσι τῆς αἰτίας.
彼らは原因について二つのやり方を提示している。
ἔνιοι μὲν γάρ φασιν, ἀφ᾽ ὁποτέρου ἂν ἔλθῃ σπέρμα πλέον, τούτῳ γίγνεσθαι μᾶλλον ἐοικός, ὁμοίως παντί τε πᾶν καὶ μέρει μέρος, ὡς ἀπιόντος ἀφ᾽ ἑκάστου τῶν μορίων σπέρματος·
一部の人々は、どちらからより多くの精液が来たかによって、その者により似るようになり、全体は全体に、部分は部分に同様に似るのであると言う。 これは、身体の各部分から精液が分離してくるという前提に基づいている。
ἂν δ᾽ ἴσον ἔλθῃ ἀφ᾽ ἑκατέρου, τοῦτο δ᾽ οὐδὲτέρῳ γίγνεσθαι ὅμοιον.
もし両方から等量の精液が来るならば、どちらにも似ない。
εἰ δὲ τοῦτ᾽ ἐστὶ ψεῦδος καὶ μὴ ἀπὸ παντὸς ἀπέρχεται, δῆλον ὡς οὐδὲ τῆς ὁμοιότητος καὶ ἀνομοιότητος αἴτιον ἂν εἴη τὸ λεχθέν.
しかし、もしこれが偽であり、全身から精液が分離してくるのではないとするなら、言われたことは類似と非類似の原因にはなり得ないことは明らかである。
ἔτι δὲ πῶς ἅμα θῆλυ μὲν πατρὶ ἐοικὸς ἄρρεν δὲ μητρὶ ἐοικός, οὐκ εὐπόρως δύνανται διορίζειν.
さらに、どうして同時に、父親に似た雌と、母親に似た雄が生まれるのかについて、彼らは容易に規定することができない。
οἱ μὲν γὰρ ὥσπερ Ἐμπεδοκλῆς λέγοντες ἢ Δημόκριτος περὶ τοῦ θήλεος καὶ ἄρρενος τὴν αἰτίαν ἄλλον τρόπον ἀδύνατα λέγουσιν·
エンペドクレスやデモクリトスのように、雌雄の原因について別のやり方で説明する人々は、不可能なことを言っている。
οἱ δὲ τῷ πλεῖον ἢ ἔλαττον ἀπιέναι ἀπὸ τοῦ ἄρρενος ἢ θήλεος, καὶ διὰ τοῦτο γίγνεσθαι τὸ μὲν θῆλυ τὸ δ᾽ ἄρρεν, οὐκ ἂν ἔχοιεν ἀποδεῖξαι τίνα τρόπον τό τε θῆλυ τῷ πατρὶ ἐοικὸς ἔσται καὶ τὸ ἄρρεν τῇ μητρί·
他方、雄または雌から分離する精液の多少によって、一方が雌に、他方が雄になるとし、これによって発生すると言う人々は、どうして父親に似た雌、あるいは母親に似た雄が生まれるのかを証明できないであろう。
ἅμα γὰρ ἐλθεῖν πλέον ἀπ᾽ ἀμφοτέρων ἀδύνατον.
なぜなら、両方から同時に多くの精液が来ることは不可能だからである。
ἔτι δὲ διὰ τίν᾽ αἰτίαν ἐοικὸς γίνεται τοῖς προγόνοις ὡς ἐπὶ τὸ πολὺ καὶ τοῖς ἄποθεν;
さらに、たいていの場合、先祖や遠い親戚に似るのはなぜか。
οὐ γὰρ ἀπ᾽ ἐκείνων γ᾽ ἀπελήλυθεν οὐθὲν τοῦ σπέρματος.
それらの先祖から精液が分離してきたわけではないからである。
ἀλλὰ μᾶλλον οἱ τὸν λειπόμενον τρόπον λέγοντες περὶ τῆς ὁμοιότητος καὶ τἆλλα βέλτιον καὶ τοῦτο λέγουσιν.
むしろ、類似に関する残されたもう一つのやり方を主張する人々のほうが、他の点でもこれについてもより良く説明している。
εἰσὶ γάρ τινες οἵ φασι τὴν γονὴν μίαν οὖσαν οἷον πανσπερμίαν εἶναί τινα πολλῶν·
彼らの中には、精液は一つであるが、一種の多種混合物であると言う者がいる。
ὥσπερ οὖν εἴ τις κεράσειε πολλοὺς χυμοὺς εἰς ἓν ὑγρόν, κἄπειτ’ ἐντεῦθεν λαμβάνοι, καὶ δύναιτ᾽ ἂν λαμβάνειν μὴ ἴσον ἀεὶ ἀφ᾽ ἑκάστου, ἀλλ᾽ ὁτὲ μὲν τοῦ τοιοῦδε πλέον ὁτὲ δὲ τοῦ τοιοῦδε, ὁτὲ δὲ τοῦ μὲν λαβεῖν τοῦ δὲ μηθὲν λαβεῖν, τοῦτο συμβαίνειν καὶ ἐπὶ τῆς γονῆς πολυμιγοῦς οὔσης·
多くの液を混ぜて一つの液体にし、そこから取り出すとき、常に各液から均等に取れるとは限らず、ある時はこの液が多く、ある時はあの液が多く、ある時は一方が取れて他方が全く取れないことがあるように、多種混合された精液においても同様のことが起こる。
ἀφ᾽ οὗ γὰρ ἂν τῶν γεννώντων πλεῖστον ἐγγένηται, τούτῳ γίνεσθαι τὴν μορφὴν ἐοικός.
生み出す側のどちらの要素が最も多く含まれるかによって、その姿に似る。
οὗτος δὲ ὁ λόγος οὐ σαφὴς μὲν καὶ πλασματίας ἐστὶ πολλαχῇ, βούλεται δὲ καὶ βέλτιον λέγειν μὴ ἐνεργείᾳ ὑπάρχειν, ἀλλὰ κατὰ δύναμιν, ἣν λέγει πανσπερμίαν·
この説は明瞭でなく、多くの点で作り話であるが、現実態として存在するのではなく、彼らが多種混合物と呼ぶ可能態として存在するのだと、より良く言おうとしている。
ἐκείνως μὲν γὰρ ἀδύνατον, οὕτως δὲ δυνατόν·
現実態としては不可能だが、可能態としては可能だからである。
οὐ ῥᾴδιον δὲ οὐδὲ τρόπον ἕνα τῆς αἰτίας ἀποδιδόντας τὰς αἰτίας εἰπεῖν περὶ πάντων, τοῦ τε γίνεσθαι θῆλυ καὶ ἄρρεν, καὶ διὰ τί τὸ μὲν θῆλυ τῷ πατρὶ πολλάκις ὅμοιον τὸ δ᾽ ἄρρεν τῇ μητρί, καὶ πάλιν τῆς πρὸς τοὺς προγόνους ὁμοιότητος, ἔτι δὲ διὰ τίν᾽ αἰτίαν ὁτὲ μὲν ἄνθρωπος μὲν τούτων δ᾽ οὐθενὶ προσόμοιος, ὁτὲ δὲ προϊὸν οὕτως τέλος οὐδὲ ἄνθρωπος ἀλλὰ ζῷόν τι μόνον φαίνεται τὸ γιγνόμενον, ἃ δὴ καὶ λέγεται τέρατα.
しかし、原因をただ一つのやり方に帰する人々にとって、すべてのことについて、すなわち、雌雄の発生、雌が父親に、雄が母親に似ることが多い理由、さらに先祖への類似、そして、ある時は人間ではあるがこれら(親や先祖)の誰にも似ず、またある時はさらに進んで最後には人間ですらなく単に一種の動物としか見えないものが生まれる理由(これらはいわゆる怪物と呼ばれる)について、その原因を語ることは容易ではない。
καὶ γὰρ ἐχόμενον τῶν εἰρημένων ἐστὶν εἰπεῖν περὶ τῶν τοιούτων τὰς αἰτίας.
というのも、これらの怪物についても、上述のことに引き続いてその原因を語ることができるからである。
τέλος γὰρ τῶν μὲν κινήσεων λυομένων, τῆς δ᾽ ὕλης οὐ κρατουμένης, μένει τὸ καθόλου μάλιστα·
なぜなら、最終的に、運動が衰退し、質量が支配されないとき、何よりも普遍的なものが残る。
τοῦτο δ᾽ ἐστὶ τὸ ζῷον.
これが「動物」である。
τὸ δὲ γιγνόμενον κριοῦ κεφαλήν φασιν ἢ βοὸς ἔχειν, καὶ ἐν τοῖς ἄλλοις ὁμοίως ἑτέρου ζῴου, μόσχον παιδὸς κεφαλὴν ἢ πρόβατον βοός.
生まれてくるものが、雄羊や雄牛の頭を持っていると言われたり、他の動物についても同様に、子牛が人間の子供の頭を持っているとか、羊が牛の頭を持っていると言われたりする。
ταῦτα δὲ πάντα συμβαίνει μὲν διὰ τὰς προειρημένας αἰτίας, ἔστι δ᾽ οὐθὲν ὧν λέγουσιν, ἀλλ᾽ ἐοικότα μόνον·
しかし、これらはすべて前述の原因によって起こるのであって、彼らが言うようなものではなく、ただ似ているだけである。
ὅπερ γίγνεται καὶ μὴ πεπηρωμένων, διὸ πολλάκις οἱ σκώπτοντες εἰκάζουσι τῶν μὴ καλῶν ἐνίους τοὺς μὲν αἰγὶ φυσῶντι πῦρ, τοὺς δ᾽ οἰῒ κυρίττοντι.
これは身体が不自由でなくとも起こることであり、それゆえに、しばしばからかう人々は、美しくない人々を「火を吹く山羊」や「角で突く羊」に例えるのである。
φυσιογνώμων δέ τις ἀνῆγε πάσας εἰς δύο ζῴων ἢ τριῶν ὄψεις, καὶ συνέπειθε πολλάκις λέγων.
ある観相学者は、すべての容貌を二つか三つの動物の容貌に帰着させ、もっともらしく説得していた。
ὅτι δ᾽ ἐστὶν ἀδύνατον γίγνεσθαι τέρας τοιοῦτον, ἕτερον ἐν ἑτέρῳ ζῷον, δηλοῦσιν οἱ χρόνοι τῆς κυήσεως πολὺ διαφέροντες ἀνθρώπου καὶ προβάτου καὶ κυνὸς καὶ βοός·
しかし、ある動物のなかに別の動物という、そのような怪物が生まれることは不可能である。 それは人間、羊、犬、牛の妊娠期間が大きく異なることによって明らかである。
ἀδύνατον δ᾽ ἕκαστον γενέσθαι μὴ κατὰ τοὺς οἰκείους χρόνους.
それぞれが固有の期間に従わずに生まれることは不可能だからである。
τὰ μὲν οὖν τοῦτον τὸν τρόπον λέγεται τῶν τεράτων, τὰ δὲ τῷ πολυμερῆ τὴν μορφὴν ἔχειν, πολύποδα καὶ πολυκέφαλα γινόμενα.
したがって、怪物のうち、あるものはこのように語られ、他のものは多肢の形状を持ち、多足や多頭として生まれるものである。
πάρεγγυς δ᾽ οἱ λόγοι τῆς αἰτίας καὶ παραπλήσιοι τρόπον τινά εἰσιν οἵ τε περὶ τῶν τεράτων καὶ οἱ περὶ τῶν ἀναπήρων ζῴων·
怪物に関する原因の議論と、不自由な動物に関する議論は、密接に関連しており、ある意味で類似している。

語釈・文法注

  1. 4.3#3ὡς ἀπιόντος ἀφ᾽ ἑκάστου τῶν μορίων σπέρματος — 独立分詞構文(属格絶対)であり、前述の「部分は部分に」似る理由を説明する付帯状況・根拠を示す。身体のすべての器官から精液が発生するという、いわゆるパンゲネシス(全器官由来説)の前提を明確に表現している。
  2. 4.3#3βούλεται δὲ καὶ βέλτιον λέγειν μὴ ἐνεργείᾳ ὑπάρχειν, ἀλλὰ κατὰ δύναμιν — 動詞 βούλεται(〜しようとしている、意図している)の主語は、前文の「第2の説(パンスペルミア説)を主張する人々」(あるいは「その説」自体)を指す。彼らが明確にそう表現したわけではないが、アリストテレスは彼らの説明を「可能態」という自らの概念で再解釈すれば、より優れた説明になり得ると指摘している。
  3. 4.3#3ὅτι δ᾽ ἐστὶν ἀδύνατον γίγνεσθαι τέρας τοιοῦτον — 接続詞 ὅτι は名詞節を導き、主節の動詞 δηλοῦσιν(示す、明らかにする)の直接目的語となっている。強調のために文頭に置かれている。

この箇所を引用する

アリストテレス, 動物の発生について §4.3#3. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg012.humanitext-grc1:4.3%233

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。